Kitap 9
οἱ μὲν δὴ προσήκοντες αὐτῷ νόσον ἐσκήπτοντο γενέσθαι τοῦ θανάτου αἰτίαν· προενεχθέντος δὲ τοῦ σώματος εἰς τὴν ἀγορὰν ὁ μὲν υἱὸς αὐτοῦ προσιὼν τοῖς δημάρχοις καὶ τοῖς ὑπάτοις ἠξίου τὴν νόμιμον ἐκκλησίαν αὐτῷ συναγαγεῖν καὶ τὸν ἐν ἔθει Ῥωμαίοις ὄντα ἐπὶ ταῖς ταφαῖς ἀγορεύεσθαι τῶν ἀγαθῶν ἀνδρῶν λόγον ἐπιτρέψαι περὶ τοῦ πατρὸς διελθεῖν.
οἱ δὲ δήμαρχοι καλουμένης ἔτι τῆς ἐκκλησίας ὑπὸ τῶν ὑπάτων ἐνίσταντο, καὶ παρήγγελλον τῷ μειρακίῳ τὸν νεκρὸν ἀποφέρειν. οὐ μὴν ὁ δῆμός γʼ ἠνέσχετο οὐδὲ περιεῖδε τὴν ὕβριν, ἄτιμον ἐκβληθῆναι τὸ σῶμα, ἀλλʼ ἐπέτρεψε τῷ μειρακίῳ τὰς νομιζομένας ἀποδοῦναι τῷ πατρὶ τιμάς. Ἄππιος μὲν οὖν τοιαύτης τελευτῆς ἔτυχεν.
οἱ δʼ ὕπατοι καταγράψαντες τὰς δυνάμεις ἐξῆγον ἐκ τῆς πόλεως· Λεύκιος μὲν Οὐαλέριος Αἰκανοῖς πολεμήσων, Τιβέριος δʼ Αἰμίλιος Σαβίνοις. καὶ γὰρ οὗτοι κατὰ τὸν τῆς στάσεως καιρὸν ἐνέβαλον εἰς τὴν Ῥωμαίων χώραν καὶ πολλὴν αὐτῆς κακώσαντες ἀπῆλθον λείαν ἄφθονον περιβαλόμενοι. Αἰκανοὶ μὲν οὖν πολλάκις εἰς χεῖρας ἐλθόντες καὶ πολλὰς πληγὰς λαβόντες εἰς τὸν χάρακα ἐν ἐχυρῷ χωρίῳ κείμενον κατέφυγον καὶ τὸ λοιπὸν οὐκέτι προῄεσαν εἰς μάχην.
ὁ δὲ Οὐαλέριος ἐπεχείρησε μὲν ἐκπολιορκεῖν αὐτῶν τὸ στρατόπεδον, ἐκωλύθη δʼ ὑπὸ τοῦ δαιμονίου. προιόντι γὰρ αὐτῷ καὶ ἤδη ἔργου ἐχομένῳ ζόφος ἐξ οὐρανοῦ γίνεται καὶ ὄμβρος πολύς, ἀστραπαὶ δὲ καὶ βρονταὶ σκληραί. διασκεδασθείσης δὲ τῆς στρατιᾶς ὅ τε χειμὼν εὐθὺς ἐπαύσατο καὶ πολλὴ κατέσχε τὸν τόπον αἰθρία. τοῦτό τε δὴ τὸ ἔργον ὀττευσάμενος ὁ ὕπατος, καὶ τῶν μάντεων κωλυόντων ἔτι πολιορκεῖν τὸ χωρίον, ἀποτραπεὶς τὴν γῆν αὐτῶν ἐκάκου, καὶ ὅσῃ ἐπέτυχε λείᾳ τοῖς στρατιώταις ἅπασαν ὠφελεῖσθαι ἐφείς, ἀπῆγεν ἐπʼ
οἴκου τὴν δύναμιν. Τιβερίῳ δʼ Αἰμιλίῳ διεξιόντι τὴν πολεμίαν σὺν πολλῇ καταφρονήσει κατʼ ἀρχὰς καὶ οὐδὲν ἔτι προσδοκῶντι ἀντίπαλον ἐπῆλθεν ἡ Σαβίνων δύναμις καὶ γίνεται μάχη αὐτῶν ἐκ παρατάξεως μεσούσης μάλιστα τῆς ἡμέρας ἀρξαμένη μέχρι δύσεως ἡλίου. σκότους δʼ ἐπιλαμβάνοντος ἀνεχώρουν αἱ δυνάμεις ἐπὶ τοὺς ἑαυτῶν χάρακας οὔτε νικῶσαι οὔτε λειπόμεναι.
ταῖς δʼ ἑξῆς ἡμέραις νεκρούς τε τοὺς ἑαυτῶν ἐκήδευσαν οἱ ἡγεμόνες καὶ χάρακας ἐξωρύξαντο, καὶ γνώμας τὰς αὐτὰς εἶχον ἑκάτεροι, διὰ φυλακῆς τὰ οἰκεῖα ἔχειν καὶ μηκέτι ἄρχειν μάχης. ἔπειτα σὺν χρόνῳ τὰς σκηνὰς λύσαντες ἀπῆγον τὰς δυνάμεις.
ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει, κατὰ τὴν ἑβδομηκοστὴν καὶ ὀγδόην ὀλυμπιάδα, ἣν ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης Ἀθήνῃσι τὴν ἐνιαύσιον ἀρχὴν ἔχοντος Θεαγενίδου, κατεστάθησαν ὕπατοι Ῥωμαίων Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Νομίκιος Πρίσκος. ἄρτι δʼ αὐτῶν τὴν ἀρχὴν παρειληφότων ἀγγέλλεται στρατιὰ Οὐολούσκων πολλὴ παροῦσα. καὶ μετʼ οὐ πολὺ τῶν περιπολίων τι τῶν Ῥωμαϊκῶν ἐξ ἐφόδου καταληφθὲν ἐκαίετο· ἦν δʼ οὐ διὰ μακροῦ τῆς Ῥώμης, καὶ ὁ καπνὸς ἤγγελλε τοῖς ἐν τῇ πόλει τὸ πάθος.
τότε μὲν οὖν — καὶ γὰρ ἦν ἔτι νύξ — ἱππεῖς τινας ἀποστείλαντες ἐπὶ κατασκοπὴν οἱ ὕπατοι καὶ φυλακὰς καταστήσαντες ἐπὶ τοῖς τείχεσι καὶ αὐτοὶ ταξάμενοι τρὸ τῶν πυλῶν σὺν τοῖς εὐζωνοτάτοις, ἐξεδέχοντο τὰς παρὰ τῶν ἱππέων ἀγγελίας· ὡς δʼ ἡμέρα τʼ ἐγένετο, καὶ συνήθροιστο αὐτοῖς ἡ ἐν τῇ πόλει δύναμις, ἦγον ἐπὶ τοὺς πολεμίους. οἱ δὲ διαρπάσαντες καὶ κατακαύσαντες τὸ φρούριον ἀπῄεσαν διὰ τάχους.
τότε μὲν οὖν οἱ ὕπατοι σβέσαντες τὰ ἔτι καιόμενα καὶ τοῦ χωρίου φυλακὴν καταλιπόντες ἀπῄεσαν εἰς τὴν πόλιν· ὀλίγαις δʼ ὕστερον ἡμέραις τάς τʼ οἰκείας ἔχοντες δυνάμεις καὶ τὰς παρὰ τῶν συμμάχων ἐξῄεσαν ἀμφότεροι, Οὐεργίνιος μὲν ἐπὶ τὴν Αἰκανῶν, Νομίκιος δʼ ἐπὶ τὴν Οὐολούσκων· καὶ αὐτοῖς ἀμφοτέροις κατὰ
γνώμην τὰ τοῦ πολέμου ἐχώρησεν. Οὐεργινίῳ τε γὰρ Αἰκανοὶ δῃοῦντι τὴν χώραν αὐτῶν οὐκ ἐτόλμησαν εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ καὶ λόχον τινὰ ὑποκαθίσαντες ἐν ὕλαις ἐπιλέκτων ἀνδρῶν, οἳ ἔμελλον ἐσκεδασμένοις ἐπιθήσεσθαι τοῖς πολεμίοις, διήμαρτον τῆς ἐλπίδος ταχείας γενομένης τοῖς Ῥωμαίοις αἰσθήσεως καὶ μάχης καρτερᾶς, ἐξ ἧς πολλοὺς τῶν σφετέρων οἱ Αἰκανοὶ ἀπέβαλον· ὥστʼ οὐδʼ εἰς πεῖραν ἑτέρας μάχης ἔτʼ ἤρχοντο.
Νομικίῳ τʼ ἄγοντι τὴν στρατιὰν ἐπὶ τὴν Ἀντιατῶν πόλιν, ἣ ἐν ταῖς πρώταις τότε τῶν Οὐολούσκων πόλεσιν ἦν, οὐδεμία ἠναντιώθη δύναμις, ἀλλʼ ἀπὸ τῶν τειχῶν ἀναγκάζοντο ἕκαστοι ἀμύνεσθαι. ἐν δὲ τούτῳ ἥ τε γῆ αὐτῶν ἡ πολλὴ ἐτμήθη, καὶ πολίχνη τις ἐπιθαλάττιος ἑάλω, ᾗ ἐπινείῳ τε καὶ ἀγορᾷ τῶν εἰς τὸν βίον ἀναγκαίων ἐχρῶντο, ἐκ θαλάττης τε καὶ διὰ λῃστηρίων τὰς πολλὰς ἐπαγόμενοι ὠφελείας. ἀνδράποδα μὲν οὖν καὶ χρήματα καὶ βοσκήματα καὶ τοὺς ἐμπορικοὺς φόρτους ἡ στρατιὰ συγχωρήσει τοῦ ὑπάτου διήρπασε, τὰ δʼ ἐλεύθερα σώματα, ὁπόσα μὴ ὁ πόλεμος ἔφθη διειργασμένος, ἐπὶ τὸ λαφυροπώλιον ἀπήχθη. ἐλήφθησαν δὲ καὶ νῆες τῶν Ἀντιατῶν εἴκοσι καὶ δύο μακραὶ καὶ ἄλλα νεῶν ὅπλα τε καὶ παρασκευαί.
μετὰ ταῦτα κελεύσαντος τοῦ ὑπάτου τάς τʼ οἰκίας ἐνεπίμπρασαν οἱ Ῥωμαῖοι καὶ τοὺς νεωσοίκους κατέσκαπτον καὶ τὸ τεῖχος ἤρειπον ἐκ θεμελίων· ὥστε μηδʼ ἀπελθόντων σφῶν χρηστὸν ἔτι τοῖς Ἀντιάταις εἶναι τὸ φρούριον. ταῦτά τε δὴ ἐπράχθη χωρὶς ἑκατέρῳ τῶν ὑπάτων, καὶ ἀμφοτέροις ἔτι καινὴ στρατεία τοῖς ἀνδράσιν ἐπὶ τὴν Σαβίνων γῆν, ἣν δῃώσαντες ἀπῆγον ἐπʼ οἴκου τὴν δύναμιν, καὶ ὁ ἐνιαυτὸς οὗτος ἐτελεύτα.
τῷ δʼ ἑξῆς ἔτει Τίτου Κοιντίου Καπετωλίνου καὶ Κοίντου Σερουιλίου Πρίσκου τὴν ὕπατον ἀρχὴν παρειληφότων ἥ τʼ οἰκεία δύναμις Ῥωμαίων ἅπασα ἐν τοῖς ὅπλοις ἦν, καὶ τὰ συμμαχικὰ ἑκούσια παρῆν, πρὶν ἐπαγγελθῆναι αὐτοῖς στρατείαν. καὶ μετὰ τοῦτʼ εὐχάς τε ποιησάμενοι τοῖς θεοῖς οἱ ὕπατοι καὶ καθήραντες τὸν στρατὸν ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους.
Σαβῖνοι μὲν οὖν, ἐφʼ οὓς ὁ Σερουίλιος ἤλασεν, οὔτʼ εἰς μάχην κατέστησαν οὔτʼ ἐξῆλθον εἰς τὴν ὕπαιθρον· μένοντες δʼ ἐν τοῖς φρουρίοις ἠνείχοντο γῆς τʼ αὐτοῖς τεμνομένης καὶ οἰκιῶν ἐμπιμπραμένων θεραπείας τʼ αὐτομολούσης· ὥστε κατὰ πολλὴν εὐπέτειαν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν τοὺς Ῥωμαίους ὠφελείαις τε βαρεῖς καὶ αὐχήμασι λαμπρούς, καὶ ἡ μὲν Σερουιλίου στρατεία τοῦτʼ ἔσχε τὸ τέλος·
οἱ δὲ σὺν τῷ Κοιντίῳ στρατεύσαντες ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους — συνεληλύθεσαν γὰρ εἰς τὸν αὐτὸν τόπον ἐξ ἀμφοτέρων τῶν ἐθνῶν οἱ προαγωνιούμενοι τῶν ἄλλων, καὶ πρὸ τῆς Ἀντιατῶν πόλεως ἀντεστρατοπεδεύσαντο — θᾶττον ἢ βάδην χωροῦντες ἐπιφαίνονται αὐτοῖς· καὶ οὐ πολὺν τόπον τοῦ χάρακος αὐτῶν ἀποσχόντες, ἐν ᾧ πρῶτον ὤφθησάν τε καὶ εἶδον ἐκείνους χωρίῳ ταπεινῷ ὄντι τὰς ἀποσκευὰς ἔθεντο, τοῦ μὴ δεδοικέναι τὰ πολέμια πλήθει μακρῷ προὔχοντα δόξαν ποιῆσαι βουλόμενοι.
ὡς δʼ εὐτρεπῆ τὰ εἰς μάχην ἑκατέροις ἅπαντα ἦν, ἐξῄεσαν εἰς τὸ πεδίον, καὶ συμπεσόντες ἠγωνίζοντο μέχρι μεσούσης ἡμέρας οὔτʼ εἴκοντες τοῖς πολεμίοις οὔτʼ ἐπιβαίνοντες, ἀεί τε τὸ κάμνον μέρος ἀνισοῦντες τοῖς ἐπὶ ταῖς ἐφεδρείαις τεταγμένοις ἑκάτεροι. ἐν δὲ τούτῳ μάλιστα οἱ Αἰκανοὶ καὶ Οὐολοῦσκοι πλήθει τῶν Ῥωμαίων προὔχοντες ἀνέφερον καὶ περιῆσαν, τῶν πολεμίων οὐκ ἐχόντων ἴσον τῇ προθυμίᾳ τὸ πλῆθος.
ὁ δὲ Κοίντιος ὁρῶν νεκρούς τε πολλοὺς τῶν σφετέρων καὶ τῶν περιόντων τοὺς πλείους τραυματίας ἐμέλλησε μὲν ἀνακαλεῖσθαι τὴν δύναμιν, δείσας δέ, μὴ δόξαν παράσχῃ τοῖς πολεμίοις φυγῆς, παρακινδυνευτέον σφίσιν εἶναι ἔγνω. ἐπιλεξάμενος δὲ τῶν ἱππέων τοὺς κρατίστους κατὰ τὸ δεξιόν, ὃ μάλιστα ἔκαμνεν, τοῖς σφετέροις παρεβοήθει.
καὶ τὰ μὲν ἐπιτιμῶν τοῖς ἡγεμόσιν αὐτοῖς τῆς ἀνανδρίας, τὰ δʼ ὑπομιμνήσκων τῶν προτέρων ἀγώνων, τὰ δὲ τὴν αἰσχύνην ἐπιλεγόμενος καὶ τὸν κίνδυνον, ὃς καταλήψεσθαι αὐτοὺς ἔμελλεν ἐν τῇ φυγῇ, τελευτῶν εἶπεν οὐκ ἀληθές, ὃ μάλιστα μὲν τοῖς σφετέροις θάρσος παρέστησε, τοῖς δὲ πολεμίοις δέος. ἔφη γάρ, ὅτι θάτερον αὐτῶν ἤδη κέρας ἐξέωσε τοὺς πολεμίους καὶ ἐγγὺς ἤδη ἐστὶ τοῦ ἐκείνων χάρακος.
ταῦτʼ εἰπὼν ἐνσείει τοῖς πολεμίοις, καὶ καταβὰς ἀπὸ τοῦ ἵππου σὺν τοῖς ἀμφʼ αὐτὸν ἐπιλέκτοις τῶν ἱππέων συστάδην ἐμάχετο. ἐκ δὲ τούτου τόλμα τις ἐμπίπτει τοῖς κάμνουσι τέως, καὶ ὠθοῦνται ἅπαντες ὥσπερ ἕτεροί τινες γεγονότες· καὶ οἱ Οὐολοῦσκοι — τῇδε γὰρ ἐκεῖνοι ἐτάξαντο — μέχρι πολλοῦ διακαρτερήσαντες ἐνέκλιναν. ὡς δὲ τούτους ὁ Κοίντιος ἀπεώσατο, ἀναβὰς ἐπὶ τὸν ἵππον παρήλαυνεν ἐπὶ τὴν ἑτέραν τάξιν, καὶ ἐδείκνυε τοῖς ἐκεῖ πεζοῖς τὸ ἡττώμενον τῶν πολεμίων μέρος, καὶ παρεκελεύετο μὴ λείπεσθαι ἀρετῇ τῶν ἑτέρων.
καὶ μετὰ τοῦτʼ οὐδὲν ἔτι διέμενε τῶν πολεμίων, ἀλλὰ πάντες εἰς τὸν χάρακα ξυνέφευγον. οὐ μέντοι δίωξίς γʼ αὐτῶν ἐπὶ πολὺ ἐγένετο, ἀλλʼ εὐθὺς οἱ Ῥωμαῖοι ἀπετράποντο, ὑπὸ κόπου τὰ σώματα παρειμένοι καὶ οὐδὲ τὰ ὅπλα ἔτι ὅμοια ἔχοντες. ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ἃς ἐσπείσαντο ταφῆς τε τῶν οἰκείων νεκρῶν καὶ θεραπείας τῶν κεκμηκότων ἕνεκα, παρεσκευασμένοι τὰ εἰς τὸν πόλεμον ἐλλείποντα, ἑτέραν ἠγωνίσαντο μάχην περὶ τῷ Ῥωμαίων χάρακι.
προσελθούσης γὰρ ἄλλης δυνάμεως τοῖς Οὐολούσκοις τε καὶ Αἰκανοῖς ἐκ τῶν πέριξ χωρίων οὐ διὰ μακροῦ ὄντων, ἐπαρθεὶς ὁ στρατηγὸς αὐτῶν, ὅτι καὶ πενταπλάσιοι τῶν πολεμίων ἦσαν οἱ σφέτεροι, τήν τε παρεμβολὴν τῶν Ῥωμαίων οὐκ ἐν ἐχυρῷ οὖσαν ὁρῶν κράτιστον ὑπέλαβεν εἶναι καιρὸν ἐπιχειρεῖν αὐτοῖς. ἐνθυμηθεὶς δὲ ταῦτα περὶ μέσας νύκτας ἦγε τὴν δύναμιν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, καὶ κύκλῳ περιστήσας ἐφρούρει, μὴ λάθοιεν ἀπιόντες.
ὁ δὲ Κοίντιος, ὡς ἔμαθε τῶν πολεμίων τὸ πλῆθος, ἀγαπητῶς ἐδέξατο καὶ περιμείνας, ἕως ἡμέρα τʼ ἐγένετο καὶ ὥρα πληθυούσης μάλιστʼ ἀγορᾶς, κάμνοντας ἤδη τοὺς πολεμίους αἰσθόμενος ὑπό τʼ ἀγρυπνίας καὶ ἀκροβολισμῶν, καὶ οὐ κατὰ λόχους οὐδὲ ἐν τάξει προσάγοντας, ἀλλὰ πολλαχῇ κεχυμένους καὶ σποράδας, ἀνοίξας τὰς πύλας τοῦ χάρακος ἐξέδραμεν ἅμα τοῖς ἐπιλέκτοις τῶν ἱππέων· καὶ οἱ πεζοὶ πυκνώσαντες τοὺς λόχους ἠκολούθουν.
οἱ δὲ Οὐολοῦσκοι καταπλαγέντες αὐτῶν τὸ θράσος καὶ τὸ μανικὸν τῆς ἐφόδου βραχὺν ἀνασχόμενοι χρόνον ἀνακρούονταί τε καὶ ἅμα ὑποχωροῦσιν ἀπὸ τοῦ χάρακος καί — ἦν γάρ τις οὐ πρόσω τοῦ στρατοπέδου λόφος ὑψηλὸς ἐπιεικῶς — εἰς τοῦτον οὖν ἀνατρέχουσιν ὡς ἀναπαυσόμενοί τε καὶ αὖθις εἰς τάξιν καταστησόμενοι. ἀλλʼ οὐ γὰρ αὐτοῖς ἐξεγένετο καταστῆναί τε καὶ ἑαυτοὺς ἀναλαβεῖν, ἀλλʼ ἐκ ποδὸς ἠκολούθησαν αὐτοῖς οἱ πολέμιοι πιλήσαντες, ὡς μάλιστʼ ἦν δυνατὸν τοὺς λόχους, ἵνα μὴ καταραχθῶσι πρὸς ἄναντες χωρίον βιαζόμενοι.
καὶ γίνεται μέγας ἀγὼν ἐπὶ πολὺ μέρος τῆς ἡμέρας, νεκροί τε πίπτουσι πολλοὶ ἀφʼ ἑκατέρων. καὶ Οὐολοῦσκοι πλήθει τε ὑπερέχοντες καὶ τὸ ἐκ τοῦ τόπου προσειληφότες ἀσφαλές, οὐδετέρου τούτων οὐδὲν ἀγαθὸν ἀπήλαυσαν, ἀλλʼ ὑπὸ τῆς Ῥωμαίων προθυμίας καὶ ἀρετῆς ἐκβιασθέντες τόν τε λόφον ἐξέλιπον καὶ
ἐπὶ τὸν χάρακα φεύγοντες οἱ πολλοὶ ἀπέθνησκον. οὐ γὰρ εἴασαν αὐτοὺς οἱ Ῥωμαῖοι διώκοντες, ἀλλʼ ἐκ ποδὸς ἠκολούθησαν καὶ οὐ πρότερον ἀπετράποντο, ἢ τὴν παρεμβολὴν αὐτῶν ἑλεῖν κατὰ κράτος. γενόμενοι δὲ σωμάτων τʼ ἐγκρατεῖς καὶ ὅσα ἐγκατελήφθη τῷ χάρακι καὶ ἵππων καὶ ὅπλων καὶ χρημάτων παμπόλλων κύριοι, τὴν μὲν νύκτα ἐκείνην αὐτόθι κατεστρατοπέδευσαν, τῇ δʼ ἐπιούσῃ ἡμέρᾳ τὰ εἰς πολιορκίαν ἐπιτήδεια παρεσκευασμένος ὁ ὕπατος ἐπὶ τὴν Ἀντιατῶν πόλιν οὐ πλείω ἀπέχουσαν τριάκοντα σταδίων ἦγε τὴν δύναμιν.
ἔτυχον δὲ φυλακῆς ἕνεκα τοῖς Ἀντιάταις Αἰκανῶν τινες ἐπίκουροι παρόντες καὶ φυλάττοντες τὰ τείχη· οἳ τότε δείσαντες τὸ Ῥωμαίων τολμηρὸν δρασμὸν ἐκ τῆς πόλεως ἐπεχείρουν ποιεῖσθαι. γενομένης δὲ τοῖς Ἀντιάταις γνώσεως κωλυόμενοι πρὸς αὐτῶν ἀπιέναι γνώμην ἐποιοῦντο παραδοῦναι Ῥωμαίοις ἐπιοῦσι τὴν πόλιν.
τοῦτο μαθόντες ἐκ μηνύσεως οἱ Ἀντιᾶται τῷ τε καιρῷ εἴκουσι, καὶ κοινῇ μετʼ ἐκείνων βουλευσάμενοι παραδιδόασι τῷ Κοιντίῳ τὴν πόλιν, ἐφʼ ᾧ Αἰκανοὺς μὲν ὑποσπόνδους ἀπελθεῖν, Ἀντιάτας δὲ φρουρὰν δέξασθαι καὶ τὰ κελευόμενα ὑπὸ Ῥωμαίων ποιεῖν. ἐπὶ τούτοις κύριος γενόμενος τῆς πόλεως ὁ ὕπατος, καὶ λαβὼν ὀψώνιά τε καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, καὶ φρουρὰν ἐγκαταστήσας, ἀπῆγε τὴν δύναμιν· ἀνθʼ ὧν αὐτὸν ἡ βουλὴ ὑπαντήσει τε φιλανθρώπῳ ἐδέξατο, καὶ θριάμβου πομπῇ ἐτίμησεν.
ἐν δὲ τῷ μετὰ τούτους ἔτει ὕπατοι μὲν ἦσαν Τιβέριος Αἰμίλιος τὸ δεύτερον καὶ Κόιντος Φάβιος, ἑνὸς τῶν τριῶν ἀδελφῶν υἱὸς τῶν ἡγησαμένων τε τῆς ἀποσταλείσης φρουρᾶς εἰς Κρεμέραν, καὶ διαφθαρέντων ἐκεῖ σὺν τοῖς πελάταις. ἡ δὲ βουλὴ τῶν δημάρχων ἀνακινούντων πάλιν τὸ πλῆθος ἐπὶ τῇ κληρουχίᾳ, καὶ συναγωνιζομένου θατέρου τῶν ὑπάτων αὐτοῖς Αἰμιλίου δόγμα ἐπεκύρωσε, θεραπεῦσαί τε καὶ ἀναλαβεῖν τοὺς πένητας βουλομένη, διανεῖμαί τινα μοῖραν αὐτοῖς ἐκ τῆς Ἀντιατῶν χώρας, ἣν τῷ προτέρῳ
ἔτει δόρατι ἑλόντες κατέσχον. καὶ ἀπεδείχθησαν ἡγεμόνες τῆς κληρουχίας Τίτος Κοίντιος Καπιτωλῖνος, ᾧ παρέδοσαν Ἀντιᾶται σφᾶς αὐτούς, καὶ σὺν αὐτῷ Λεύκιος Φούριος καὶ Αὖλος Οὐεργίνιος. ἦν δʼ οὐκ ἀγώνισμα πᾶσι τοῖς πολλοῖς καὶ πένησι Ῥωμαίων ἡ διανομὴ τῆς χώρας ὡς ἀπελαυνομένοις τῆς πατρίδος, ὀλίγων τʼ ἀπογραψαμένων ἔδοξε τῇ βουλῇ, ἐπειδὴ οὐκ ἀξιόχρεως ἦν ὁ ἀπόστολος, ἐπιτρέψαι Λατίνων τε καὶ Ἑρνίκων τοῖς βουλομένοις τῆς ἀποικίας μετέχειν. οἱ μὲν δὴ εἰς Ἄντιον ἀποσταλέντες κατένεμον τὴν γῆν τοῖς σφετέροις, μοῖράν τινα ἐξ αὐτῆς τοῖς Ἀντιάταις ὑπολειπόμενοι.
ἐν δὲ τῷ μεταξὺ χρόνῳ στρατεία τῶν ὑπάτων ἀμφοτέρων ἐγένετο, Αἰμιλίου μὲν εἰς τὴν Σαβίνων χώραν, Φαβίου δʼ εἰς τὴν Αἰκανῶν. καὶ τῷ μὲν Αἰμιλίῳ πολὺν ἐν τῇ πολεμίᾳ μείναντι χρόνον οὐδεμία δύναμις ὑπήντησε μαχουμένη περὶ τῆς γῆς, ἀλλʼ ἀδεῶς αὐτὴν κείρας, ἐπειδὴ καθῆκεν ὁ χρόνος τῶν ἀρχαιρεσίων, ἀπῆγε τὰς δυνάμεις. Φαβίῳ δʼ Αἰκανοί, πρὶν εἰς ἀνάγκην ἐλθεῖν στρατιᾶς διαφθαρείσης ἢ τειχῶν ἁλισκομένων, ἐπεκηρυκεύσαντο περὶ διαλλαγῶν καὶ φιλίας.
ὁ δʼ ὕπατος δύο τε μηνῶν τροφὰς τῇ στρατιᾷ καὶ δύο χιτῶνας κατʼ ἄνδρα καὶ ἀργύριον εἰς ὀψωνιασμὸν ἑξαμήνου καὶ εἴ τι ἄλλο κατήπειγεν εἰσπραξάμενος, ἀνοχὰς ἐποιήσατο πρὸς αὐτούς, ἕως ἂν εἰς Ῥώμην ἀφικόμενοι παρὰ τῆς βουλῆς εὕρωνται τὰς διαλύσεις. ἡ μέντοι βουλὴ ταῦτα μαθοῦσα τῷ Φαβίῳ ἐπέτρεψεν αὐτοκράτορι διαλύσασθαι πρὸς τοὺς Αἰκανούς, ἐφʼ οἷς ἂν αὐτὸς προαιρῆται.
μετὰ τοῦτο συνθῆκαι γίνονται ταῖς πόλεσι μεσιτεύσαντος αὐτὰς τοῦ ὑπάτου τοιαίδε· Αἰκανοὺς εἶναι Ῥωμαίων ὑπηκόους πόλεις τε καὶ χώρας τὰς ἑαυτῶν ἔχοντας, ἀποστέλλειν δὲ Ῥωμαίοις μηδὲν ὅτι μὴ στρατιάν, ὅταν αὐτοῖς παραγγελῇ, τέλεσι τοῖς ἰδίοις ἐκπέμποντας αὐτάς. ταῦτα συνθέμενος ἀπῆγε τὴν δύναμιν Φάβιος καὶ εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀρχὰς ἅμα τῷ συνυπάτῳ κατέστησεν.
ἦσαν δʼ ὑπʼ αὐτῶν ἀποδειχθέντες ὕπατοι Σπόριος Ποστόμιος Ἀλβῖνος καὶ Κόιντος Σερουίλιος Πρίσκος τὸ δεύτερον. ἐπὶ τούτων ἔδοξαν Αἰκανοὶ παραβαίνειν τὰς πρὸς Ῥωμαίους νεωστὶ γενομένας ὁμολογίας ἀπὸ τοιαύτης αἰτίας·
Ἀντιατῶν ὅσοι μὲν εἶχον ἐφέστια καὶ κλήρους ἔμειναν ἐν τῇ γῇ, τά τʼ ἀπομερισθέντα σφίσι καὶ τὰ ὑπὸ τῶν κληρούχων ἀφορισθέντα κτήματα γεωργοῦντες ἐπὶ ῥηταῖς τισι καὶ τεταγμέναις μοίραις, ἃς ἐκ τῶν καρπῶν αὐτοῖς ἐτέλουν· οἷς δʼ οὐδὲν τούτων ἦν, ἐξέλιπον τὴν πόλιν, καὶ ὑποδεχομένων αὐτοὺς προθύμως τῶν Αἰκανῶν ἐκεῖθεν ὁρμώμενοι τοὺς Λατίνων ἀγροὺς ἐλῄστευον. ἐκ δὲ τούτου καὶ τῶν Αἰκανῶν ὅσοι τολμηροί τε καὶ ἄποροι ἦσαν συνελάμβανον αὐτοῖς τῶν λῃστηρίων.
ταῦτα Λατίνων ἀποδυρομένων ἐπὶ τῆς βουλῆς καὶ ἀξιούντων ἢ στρατιὰν πέμπειν ἢ συγχωρῆσαι σφίσιν αὐτοῖς τοὺς ἄρξαντας πολέμου ἀμύνασθαι, μαθόντες οἱ σύνεδροι στρατιὰν μὲν οὔτʼ αὐτοὶ ἐψηφίσαντο πέμπειν οὔτε Λατίνοις ἐπέτρεψαν ἐξάγειν, πρεσβευτὰς δʼ ἑλόμενοι τρεῖς, ὧν ἡγεῖτο Κόιντος Φάβιος ὁ τὰς πρὸς τὸ ἔθνος συνθήκας ποιησάμενος, ἀπέστειλαν ἐντολὰς αὐτοῖς δόντες πυνθάνεσθαι παρὰ τῶν ἡγουμένων τοῦ ἔθνους, πότερα κοινῇ γνώμῃ τὰ λῃστήρια ἐξαποστέλλουσιν εἴς τε τὴν τῶν συμμάχων καὶ εἰς τὴν τῶν Ῥωμαίων γῆν — ἐγένοντο γάρ τινες καὶ εἰς αὐτὴν καταδρομαὶ τῶν φυγάδων — ἢ τῶν πραττομένων οὐδενός ἐστι τὸ κοινὸν αἴτιον· καὶ ἐὰν φῶσιν ἰδιωτῶν ἔργα εἶναι μὴ ἐπιτρέψαντος τοῦ δήμου, τά θʼ ἡρπασμένα ἀπαιτεῖν καὶ τοὺς ἐργασαμένους τἀδικήματα ἐκδότους αἰτεῖν.
ἀφικομένων δὲ τῶν πρεσβευτῶν ἀκούσαντες τοὺς λόγους οἱ Αἰκανοὶ πλαγίας αὐτοῖς ἔδοσαν ἀποκρίσεις, τὸ μὲν ἔργον οὐκ ἀπὸ κοινῆς λέγοντες γνώμης γεγονέναι, τοὺς δὲ δράσαντας οὐκ ἀξιοῦντες ἐκδιδόναι, πόλιν τʼ ἀπολωλεκότας καὶ ἀλήτας γεγονότας σφῶν τʼ ἐν τῇ πενίᾳ
ἱκέτας. ἐφʼ οἷς ὁ Φάβιος ἀγανακτῶν καὶ τὰς ψευσθείσας πρὸς αὐτῶν ὁμολογίας ἀνακαλούμενος, ὡς εἶδεν εἰρωνευομένους τοὺς Αἰκανοὺς καὶ εἰς βουλὴν χρόνον αἰτουμένους ξενισμοῦ τε χάριν ἐπικατέχοντας αὐτόν, ὑπέμεινέ τε κατοπτεῦσαι τὰ ἐν τῇ πόλει πράγματα βουλόμενος· καὶ διεξιὼν ἅπαντα τόπον κατὰ πρόφασιν θεωρίας δημόσιόν τε καὶ ἱερόν, τά τʼ ἐργαστήρια πλήρη ὁρῶν ἅπαντα πολεμικῶν ὅπλων, τῶν μὲν ἤδη συντετελεσμένων, τῶν δʼ ἔτι ἐν χερσὶν ὄντων, ἔγνω τὴν διάνοιαν αὐτῶν.
καὶ ἀφικόμενος εἰς τὴν Ῥώμην ἀπήγγειλε πρὸς τὴν βουλήν, ἅ τʼ ἤκουσε καὶ ἃ εἶδε. κἀκείνη οὐδὲν ἔτι ἐνδοιάσασα τοὺς εἰρηνοδίκας ἐψηφίσατο πέμπειν καταγγελοῦντας Αἰκανοῖς τὸν πόλεμον, ἐὰν μὴ τούς τʼ Ἀντιατῶν φυγάδας ἀπελάσωσιν ἐκ τῆς πόλεως καὶ δίκας τοῖς ἠδικημένοις ὑπόσχωνται. οἱ δʼ Αἰκανοὶ θρασυτέρας πρὸς τοὺς ἄνδρας ἐποιήσαντο τὰς ἀποκρίσεις, καὶ τὸν πόλεμον οὐκ ἀκούσιοι δέχεσθαι ὡμολόγησαν.
ἀλλὰ γὰρ οὐκ ἐξεγένετο Ῥωμαίοις στρατιὰν ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ἐπʼ αὐτοὺς ἀποστεῖλαι, εἴτε τοῦ δαιμονίου κωλύοντος, εἴτε διὰ τὰς νόσους, αἳ κατέσχον τὴν πληθὺν ἐπὶ πολὺ μέρος τοῦ ἔτους· ἀλλὰ φυλακῆς ἕνεκα τῶν συμμάχων ὀλίγη τις ἐξελθοῦσα δύναμις, ἧς ἡγεῖτο Κόιντος Σερουίλιος ἅτερος τῶν ὑπάτων, ἐν τοῖς Λατίνων ὅροις διέτριψεν.
ἐν δὲ τῇ πόλει τὸν νεὼν τοῦ Πιστίου Διὸς Σπόριος Ποστόμιος ὁ συνύπατος αὐτοῦ καθιέρωσε μηνὸς Ἰουνίου ταῖς καλουμέναις Νώναις ἐπὶ τοῦ Ἐνυαλίου λόφου, κατασκευασθέντα μὲν ὑπὸ τοῦ τελευταίου βασιλέως Ταρκυνίου, τῆς δὲ νομιζομένης παρὰ Ῥωμαίοις ἀνιερώσεως οὐ τυχόντα ὑπʼ ἐκείνου. τότε δὲ τῇ βουλῇ δόξαν ὁ Ποστόμιος ἔλαβεν αὐτοῦ τὴν ἐπιγραφήν. ἄλλο δʼ οὐδὲν ἐπὶ τῶν ὑπάτων τούτων λόγου ἄξιον ἐπράχθη.