Kitap 9
καὶ οὐκ ἐμοὶ ταῦτα πρώτῳ πολεμίοις ὁμόσε χωρήσαντι συνέβη παθεῖν, ἅπασι δʼ ὡς εἰπεῖν, ὅσοι μάχας παρακεκινδυνευμένας σὺν ἐλάττοσι ταῖς σφετέραις δυνάμεσι πρὸς μείζονας τὰς τῶν ἐχθρῶν ἐποιήσαντο. ἐδίωξαν γὰρ ἤδη τινὲς ἐχθροὺς καὶ αὐτοὶ ἔφυγον καὶ ἀπέκτεινάν τε τῶν ἐναντίων πολλοὺς καὶ
ἀπώλεσαν ἔτι πλείους τῶν σφετέρων. ἐῶ γὰρ λέγειν, ὅτι πολλοὶ καὶ τὸ παράπαν ἡττηθέντες σὺν αἰσχύνῃ τε καὶ βλάβῃ μεγάλῃ ἀνέστρεψαν, ὧν οὐδεὶς τῆς τύχης δέδωκε δίκας· ἱκανὴ γὰρ ἡ συμφορά, καὶ τὸ μηδενὸς ἐπαίνου τυχεῖν, ὡς δʼ εἰ καὶ μηδὲν ἄλλο, μεγάλη τοῖς ἡγεμόσι καὶ χαλεπὴ ζημία. οὐ μὴν ἀλλʼ ἔγωγε τοσούτου δέω λέγειν, ὃ πάντες οἱ μέτριοι δίκαιον εἶναι φήσουσιν, ὡς οὐ δεῖ με τύχης εὐθύνας ὑπέχειν, ὥστʼ εἰ καὶ μηδεὶς ἄλλος τοιόνδε ἀγῶνα ὑπέμεινεν εἰσελθεῖν, ἐγὼ μόνος οὐ παραιτοῦμαι, ἀλλὰ συγχωρῶ τὴν τύχην ἐξετάζεσθαι τὴν ἐμὴν οὐχ ἧττον τῆς γνώμης, ἐκεῖνο προειπών·
ἐγὼ τὰς ἀνθρωπίνας πράξεις τάς τε δυστυχεῖς καὶ τὰς εὐτυχεῖς οὐκ ἐκ τῶν κατὰ μέρος ἔργων πολλῶν ὄντων καὶ ποικίλων ὁρῶ κρινομένας, ἀλλʼ ἐκ τοῦ τέλους· καὶ ὅταν μὲν τοῦτο χωρήσῃ κατὰ νοῦν, κἂν τὰ μεταξὺ πολλὰ ὄντα μὴ καθʼ ἡδονὰς γένηται, οὐδὲν ἧττον ἐπαινουμένας ὑπὸ πάντων ἀκούω καὶ ζηλουμένας καὶ τῆς ἀγαθῆς νομιζομένας τύχης· ὅταν δὲ πονηρὰς λάβωσι τελευτάς, καὶ ἐὰν ἅπαντα τὰ πρὸ τοῦ τέλους ἐκ τοῦ ῥᾴστου γένηται, οὐ τῇ σπουδαίᾳ τύχῃ
τῶν πραξάντων ἀποδιδομένας, ἀλλὰ τῇ κακῇ. τοῦτον δὴ τὸν σκοπὸν προιδόντες αὐτοὶ ἐξετάζετε καὶ τὴν ἐμὴν τύχην, ᾗ παρὰ τοὺς πολέμους κέχρημαι. καὶ ἐὰν μὲν εὕρητε ἡττημένον με ὑπὸ τῶν πολεμίων, πονηρὰν καλεῖτέ μου τὴν τύχην, ἐὰν δὲ κεκρατηκότα τῶν ἐχθρῶν, ἀγαθήν· περὶ μὲν οὖν τῆς τύχης, οὐκ ἀγνοῶν, ὅτι φορτικοὶ πάντες εἰσὶν οἱ περὶ αὐτῆς λέγοντες, ἔχων ἔτι πλείω λέγειν παύσομαι.
ἐπειδὴ δὲ καὶ τῆς γνώμης κατηγοροῦσί μου προδοσίαν μὲν οὐ τολμῶντες ἐπικαλεῖν οὐδʼ ἀνανδρίαν, ἐφʼ οἷς αἱ κατὰ τῶν ἄλλων στρατηγῶν γίνονται κρίσεις, ἀπειρίαν δὲ τοῦ στρατηγεῖν καὶ ἀφροσύνην, ὅτι κίνδυνον ὑπέμεινα οὐκ ἀναγκαῖον ἐπὶ τὸν χάρακα τῶν πολεμίων ὠσάμενος, βούλομαι καὶ περὶ τούτου λόγον ὑποσχεῖν ὑμῖν, προχειρότατον μὲν τοῦτʼ ἔχων εἰπεῖν, ὅτι τὸ μὲν ἐπιτιμᾶν τοῖς γενομένοις πάνυ ῥᾴδιον καὶ παντὸς ἀνθρώπου, τὸ δὲ παραβάλλεσθαι πράγμασι καλοῖς χαλεπὸν καὶ ὀλίγων· καὶ ὅτι οὐχ ὥσπερ τὰ γεγονότα φαίνεται, ὁποῖά ἐστιν, οὕτω καὶ τὰ μέλλοντα, ὁποῖα ἔσται· ἀλλʼ ἐκεῖνα μὲν αἰσθήσει καὶ πάθεσι καταλαμβανόμεθα, ταῦτα δὲ μαντείαις καὶ δόξαις εἰκάζομεν, ἐν αἷς πολὺ τὸ ἀπατηλόν· καὶ ὅτι ῥᾷστον ἁπάντων ἐστὶ λόγῳ στρατηγεῖν πολέμους ἔξω τοῦ δεινοῦ
βεβηκότας, ὃ ποιοῦσιν οἱ κατηγοροῦντες ἐμοῦ. ἀλλʼ ἵνα ταῦτʼ ἀφῶ, φέρε πρὸς θεῶν εἴπατέ μοι, μόνος ἢ πρῶτος ὑμῖν ἐγὼ φαίνομαι βιάσασθαι φρούριον ἐπιβαλόμενος καὶ πρὸς ὑψηλὰ χωρία τὰς δυνάμεις ἀγαγών; ἢ πολλῶν μετʼ ἄλλων ὑμετέρων στρατηγῶν, ἐξ ὧν οἱ μὲν κατώρθωσαν, τοῖς δʼ οὐκ ἐχώρησεν ἡ πεῖρα κατὰ νοῦν; τί δήποτʼ οὖν τοὺς ἄλλους ἀφέντες ἐμὲ ς κρίνετε, εἰ ταῦτʼ ἀστρατηγησίας καὶ ἀφροσύνης ἔργα νομίζετε; πόσα δʼ ἄλλα τούτου τολμηρότερα τοῖς ἡγεμόσιν ἔπεισι πράττειν, ὅταν τὸ ἀσφαλὲς καὶ λελογισμένον ἥκιστα οἱ καιροὶ δέχωνται;
οἱ μέν γε τὰς σημαίας ἁρπάσαντες τῶν σφετέρων ἔρριψαν εἰς τοὺς πολεμίους, ἵνα τοῖς βλακεύουσι καὶ ἀποδειλιῶσιν ἐκ τοῦ ἀναγκαίου παραστῇ τὸ εὔψυχον ἐπισταμένοις, ὅτι τοὺς μὴ ἀνασώσαντας τὰ σημεῖα ὑπὸ τῶν στρατηγῶν δεῖ σὺν αἰσχύνῃ ἀποθανεῖν· οἱ δʼ εἰς τὴν τῶν πολεμίων χώραν ἐμβαλόντες ἔλυσαν τὰ ζεύγματα τῶν ποταμῶν, οὓς διέβησαν, ἵνα τοῖς φεύγειν διανοουμένοις ἄπορος ἡ τοῦ σωθῆναι ἐλπὶς φανεῖσα θάρσος παραστήσῃ καὶ μένος ἐν ταῖς μάχαις· οἱ δὲ τὰς σκηνὰς καὶ τὰ σκευοφόρα κατακαύσαντες ἀνάγκην ἐπέθηκαν τοῖς σφετέροις ἐκ τῆς πολεμίας, ὅσων δέονται, λαμβάνειν.
ἐῶ τἆλλα μυρία ὄντα λέγειν, καὶ ὅσα τολμηρὰ ἔργα καὶ ἐνθυμήματα ἕτερα στρατηγῶν ἱστορίᾳ τε καὶ πείρᾳ παραλαβόντες ἔχομεν, ἐφʼ οἷς οὐδεὶς πώποτε τῶν ψευσθέντων τῆς ἐλπίδος ὑπέσχε δίκας. εἰ μὴ ἄρα ἔχει τις ὑμῶν αἰτιάσασθαί με, ὅτι προβαλὼν τοὺς ἄλλους εἰς προὖπτον ὄλεθρον, αὐτὸς ἔξω τοῦ κινδύνου τὸ σῶμα εἶχον. εἰ δὲ μετὰ πάντων τʼ ἐξηταζόμην καὶ τελευταῖος ἀπηλλαττόμην καὶ τῆς αὐτῆς τοῖς ἄλλοις μετεῖχον τύχης, τί ἀδικῶ; καὶ περὶ μὲν ἐμοῦ ταῦθʼ ἱκανὰ εἰρήσθω.
περὶ δὲ τῆς βουλῆς καὶ τῶν πατρικίων, ἐπειδὴ τὸ κοινὸν ὑμῶν μῖσος, ὃ διὰ τὴν κωλυθεῖσαν κληρουχίαν ἔχετε, καὶ ἐμὲ λυπεῖ, καὶ οὐδὲ ὁ κατήγορος αὐτὸ ἀπεκρύψατο, ἀλλὰ μέρος οὐκ ἐλάχιστον ἐποιήσατο τῆς ἐμῆς κατηγορίας, βούλομαι βραχέα εἰπεῖν πρὸς ὑμᾶς.
ἔσται δὲ μετὰ παρρησίας ὁ λόγος· ἄλλως γὰρ οὔτʼ ἂν ἐγὼ δυναίμην λέγειν οὔθʼ ὑμῖν ἀκούειν συμφέρει. οὐ δίκαια ποιεῖτε οὐδʼ ὅσια, ὦ δημόται, τῶν μὲν εὐεργεσιῶν, ἃς εὕρεσθε παρὰ τῆς βουλῆς, πολλῶν οὐσῶν καὶ μεγάλων οὐκ εἰδότες αὐτῇ χάριν· εἰ δέ τι δεομένοις ὑμῖν, ἐξ οὗ συγχωρηθέντος μεγάλα βλάπτοιτʼ ἂν τὸ κοινόν, οὐ φθονοῦσα ὑμῖν, ἀλλὰ τὸ συμφέρον τῆς πόλεως ὁρῶσα, ἠναντιώθη, τοῦτο διʼ ὀργῆς λαμβάνοντες.
ἔδει δʼ ὑμᾶς μάλιστα μὲν ὡς ἀπὸ τοῦ κρατίστου τὰ βουλεύματα αὐτῆς γενόμενα καὶ ἐπὶ τῷ πάντων ἀγαθῷ δεχομένους ἀποστῆναι τῆς σπουδῆς· εἰ δʼ ἀδύνατοι ἦτε κατασχεῖν ἀσύμφορον ἐπιθυμίαν λογισμῷ σώφρονι, μετὰ τοῦ πείθειν τῶν αὐτῶν ἀξιοῦν τυγχάνειν,
ἀλλὰ μὴ μετὰ τοῦ βιάζεσθαι. αἱ γὰρ ἑκούσιοι δωρεαὶ τοῖς τε προεμένοις ἡδίους τῶν ἠναγκασμένων εἰσί, καὶ τοῖς λαμβάνουσι βεβαιότεραι τῶν μὴ τοιούτων. ὃ μὰ τοὺς θεοὺς οὐ λογίζεσθε ὑμεῖς, ἀλλʼ ὑπὸ τῶν δημαγωγῶν, ὥσπερ θάλαττα ὑπʼ ἀνέμων ἄλλων ἐπʼ ἄλλοις ἐπανισταμένων, ἀνακινούμενοί τε καὶ ἀγριαινόμενοι οὐδὲ τὸν ἐλάχιστον χρόνον ἐν ἡσυχίᾳ καὶ γαλήνῃ διακεῖσθαι τὴν πόλιν ἐᾶτε. τοιγάρτοι παρέστη ἡμῖν κρείττονα ἡγεῖσθαι τῆς εἰρήνης τὸν πόλεμον· ὅταν μέν γε πολεμῶμεν, τοὺς ἐχθροὺς κακῶς ποιοῦμεν, ὅταν δʼ εἰρήνην ἄγωμεν, τοὺς φίλους. καίτοι, ὦ δημόται, εἰ μὲν ἅπαντα τὰ βουλεύματα τοῦ συνεδρίου καλὰ καὶ συμφέροντα ἡγεῖσθʼ εἶναι, ὥσπερ ἐστί, τί οὐχὶ καὶ
τοῦθʼ ἓν ἐξ αὐτῶν ὑπολαμβάνετʼ εἶναι; εἰ δὲ μηδὲν ἁπλῶς τὴν βουλὴν τῶν δεόντων οἴεσθε φρονεῖν, ἀλλʼ αἰσχρῶς καὶ κακῶς τὴν πόλιν ἐπιτροπεύειν, τί δή ποτʼ οὐχὶ μεταστησάμενοι αὐτὴν ἀθρόαν, αὐτοὶ ἄρχετε καὶ βουλεύετε καὶ τοὺς ὑπὲρ τῆς ἡγεμονίας πολέμους ἐκφέρετε, ἀλλὰ περικνίζετε αὐτὴν καὶ κατὰ μικρὰ διαλύετε τοὺς ἐπιφανεστάτους ἀναρπάζοντες ἐν ταῖς δίκαις; ἄμεινον γὰρ ἦν ἅπασιν ἡμῖν κοινῇ πολεμεῖσθαι, ἢ
καθʼ ἕνα ἕκαστον ἰδίᾳ συκοφαντεῖσθαι. ἀλλὰ γὰρ οὐχ ὑμεῖς αἴτιοι τούτων, ὥσπερ ἔφην, ἀλλʼ οἱ συνταράττοντες ὑμᾶς δημαγωγοὶ οὔτʼ ἄρχεσθαι ὑπομένοντες οὔτʼ ἄρχειν εἰδότες. καὶ ὅσον μὲν ἐπὶ τῇ τούτων ἀφροσύνῃ τε καὶ ἀπειρίᾳ πολλάκις ἂν ὑμῖν τόδε τὸ σκάφος ἀνετράπη, νῦν δʼ ἡ τὰ τούτων σφάλματα ἐπανορθοῦσα καὶ ἐν ὀρθῇ παρέχουσα ὑμῖν τῇ πόλει πλεῖν, ἡ πλεῖστα δεινὰ ὑπʼ αὐτῶν ἀκούουσά ἐστι βουλή.
ταῦτʼ εἴθʼ ἡδέα ἐστὶν ὑμῖν ἀκούειν εἴτʼ ἀνιαρά, μετὰ πάσης ἀληθείας εἴρηταί μοι καὶ τετόλμηται· καὶ μᾶλλον αἱροίμην ἂν παρρησίᾳ συμφερούσῃ τῷ κοινῷ χρώμενος ἀποθανεῖν, ἢ τὰ πρὸς ἡδονὴν ὑμῖν λέγων σεσῶσθαι.
τοιούτους εἰπὼν λόγους καὶ οὔτε πρὸς ὀλοφυρμοὺς καὶ ἀνακλαύσεις τῆς συμφορᾶς τραπόμενος, οὔτʼ ἐν δεήσεσι καὶ προκυλισμοῖς ἀσχήμοσι ταπεινὸς φανείς, οὔτʼ ἄλλην ἀγεννῆ διάθεσιν ἀποδειξάμενος οὐδεμίαν παρέδωκε τὸν λόγον τοῖς συναγορεύειν ἢ μαρτυρεῖν βουλομένοις. πολλοὶ μὲν οὖν καὶ ἄλλοι παριόντες ἀπέλυον αὐτὸν τῆς αἰτίας, μάλιστα δὲ Οὐεργίνιος ὁ κατὰ τὸν αὐτὸν ὑπατεύσας χρόνον καὶ τῆς νίκης αἴτιος εἶναι δοκῶν· ὃς οὐ μόνον ἀναίτιον αὐτὸν ἀπέφαινεν, ἀλλὰ καὶ ὡς κράτιστον ἀνδρῶν τὰ πολέμια καὶ στρατηγῶν φρονιμώτατον ἐπαινεῖσθαί
τε καὶ τιμᾶσθαι ὑπὸ πάντων ἠξίου. ἔφη δὲ δεῖν, εἰ μὲν ἀγαθὸν οἴονται τέλος εἰληφέναι τὸν πόλεμον ἀμφοτέροις σφίσι τὴν χάριν εἰδέναι· εἰ δὲ πονηρὸν ἀμφοτέρους ζημιοῦν· κοινὰ γὰρ αὐτοῖς καὶ τὰ βουλεύματα καὶ τὰ ἔργα καὶ τὰς ἐκ τοῦ δαιμονίου τύχας γεγονέναι. ἦν δʼ οὐ μόνον ὁ λόγος τοῦ ἀνδρός, ἀλλὰ καὶ ὁ βίος πείθων, ἐν ἅπασιν ἐξητασμένος ἔργοις ἀγαθοῖς.
προσῆν δὲ τούτοις, ὃ πλεῖστον ἐκίνησεν οἶκτον, ὄψεως σχῆμα συμπαθές, οἷον περὶ αὐτοὺς τοὺς πεπονθότας ἢ μέλλοντας πάσχειν τὰ δεινὰ γίνεσθαι φιλεῖ. ὥστε καὶ τοὺς προσήκοντας τοῖς ἀπολωλόσι καὶ δοκοῦντας ἀδιαλλάκτως ἔχειν πρὸς τὸν αἴτιον σφίσι τῆς συμφορᾶς, μαλακωτέρους γενέσθαι καὶ ἀποθέσθαι τὴν ὀργήν, ὡς ἐδήλωσαν. ἀναδοθεισῶν γὰρ τῶν ψήφων οὐδεμία φυλὴ τοῦ ἀνδρὸς κατεψηφίσατο. ὁ μὲν οὖν τὸν Σερουίλιον καταλαβὼν κίνδυνος τοιούτου τέλους ἔτυχεν.
οὐ πολλῷ δʼ ὕστερον χρόνῳ στρατιὰ Ῥωμαίων ἐξῆλθεν ἐπὶ Τυρρηνοὺς ἄγοντος θατέρου τῶν ὑπάτων Ποπλίου Οὐαλερίου. συνέστη γὰρ αὖθις ἡ Οὐιεντανῶν δύναμις προσθεμένων αὐτοῖς Σαβίνων, οἳ τέως ὀκνοῦντες αὐτοῖς συνάρασθαι τοῦ πολέμου ὡς ἀδυνάτων ἐφιεμένοις, τότʼ, ἐπειδὴ τήν τε Μενηνίου φυγὴν ἔγνωσαν καὶ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον τῆς Ῥώμης ὄρους, τεταπεινῶσθαι νομίσαντες τάς τε δυνάμεις τὰς Ῥωμαίων καὶ τὸ φρόνημα τῆς πόλεως ἡττῆσθαι, συνελάμβανον τοῖς Τυρρηνοῖς πολλὴν ἀποστείλαντες δύναμιν.
οἱ δὲ Οὐιεντανοὶ τῇ τε σφετέρᾳ δυνάμει πεποιθότες καὶ τῇ Σαβίνων νεωστὶ ἡκούσῃ καὶ τὰς παρὰ τῶν ἄλλων Τυρρηνῶν ἐπικουρίας περιμένοντες προθυμίαν μὲν εἶχον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν τῇ πλείονι τῆς σφετέρας στρατιᾶς, ὡς οὐδενὸς αὐτοῖς ὁμόσε χωρήσοντος, ἀλλὰ δυεῖν θάτερον, ἢ ἐκ τειχομαχίας αἱρήσοντες τὴν πόλιν ἢ λιμῷ κατεργασόμενοι.
ἔφθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν ὁ Οὐαλέριος, ἐν ᾧ ἔτι ἔμελλον ἐκεῖνοι καὶ τοὺς ὑστερίζοντας συμμάχους ἀνέμενον, αὐτὸς ἀγαγὼν Ῥωμαίων τὴν κρατίστην ἀκμὴν καὶ τὸ παρὰ τῶν συμμάχων ἐπικουρικόν, οὐκ ἐκ τοῦ φανεροῦ ποιησάμενος τὴν ἔξοδον, ἀλλʼ ὡς μάλιστα λήσεσθαι αὐτοὺς ἔμελλε. προελθὼν γὰρ ἐκ τῆς Ῥώμης περὶ δείλην ὀψίαν καὶ διαβὰς τὸν Τέβεριν οὐ μακρὰν ἀποσχὼν τῆς πόλεως κατεστρατοπέδευσεν· ἔπειτʼ ἀναστήσας τὴν στρατιὰν περὶ μέσας νύκτας ἦγεν ἐν τάχει, καὶ πρὶν ἡμέραν γενέσθαι θατέρῳ χάρακι τῶν πολεμίων ἐπέβαλε.
δύο γὰρ ἦν στρατόπεδα χωρὶς μὲν τὸ Τυρρηνῶν, ἑτέρωθι δὲ τὸ Σαβίνων, οὐ διὰ μακροῦ ἀλλήλων ἀπέχοντα. πρώτῃ δὲ προσαγαγὼν τὴν δύναμιν τῇ Σαβίνων στρατοπεδείᾳ, καθυπνωμένων ἔτι τῶν πλείστων καὶ οὐδεμιᾶς οὔσης ἀξιολόγου φυλακῆς, οἷα ἐν φιλίᾳ τε γῇ καὶ κατὰ πολλὴν ὑπεροψίαν τῶν πολεμίων οὐδαμῇ ἀγγελλομένων, ἐξ ἐφόδου γίνεται ταύτης ἐγκρατής. τῶν δʼ ἀνθρώπων οἱ μὲν ἐν ταῖς κοίταις ἔτι ὄντες κατεσφάγησαν, οἱ δʼ ἀνιστάμενοι ἀρτίως καὶ τὰ ὅπλα ἐνδυόμενοι, οἱ δʼ ὡπλισμένοι μέν, σποράδες δὲ καὶ οὐκ ἐν τάξει ἀμυνόμενοι, οἱ δὲ πλεῖστοι φεύγοντες ἐπὶ τὸν ἕτερον χάρακα ὑπὸ τῶν ἱππέων καταλαμβανόμενοι διεφθάρησαν.
τοῦτον δὲ τὸν τρόπον ἁλόντος τοῦ τῶν Σαβίνων χάρακος ἦγε τὴν δύναμιν ὁ Οὐαλέριος ἐπὶ τὸν ἕτερον, ἔνθα ἦσαν οἱ Οὐιεντανοὶ χωρίον οὐ πάνυ ἐχυρὸν κατειληφότες. λαθεῖν μὲν οὖν οὐκέτι ἐνεδέχετο τοὺς προσιόντας τῷ χάρακι· ἡμέρα τε γὰρ ἦν ἤδη λαμπρά, καὶ τῶν Σαβίνων οἱ φυγόντες ἀπήγγειλαν τοῖς Τυρρηνοῖς τήν θʼ αὑτῶν συμφορὰν καὶ τὴν ἐπʼ ἐκείνους ἔλασιν· ἀναγκαῖον δʼ ἦν ἐκ τοῦ καρτεροῦ τοῖς
πολεμίοις συμφέρεσθαι. γίνεται δὴ μετὰ τοῦτο πάσῃ προθυμίᾳ τῶν Τυρρηνῶν ἀγωνιζομένων πρὸ τῆς παρεμβολῆς ὀξεῖα μάχη καὶ φόνος ἀμφοτέρων πολύς, ἰσόρροπός τε καὶ μέχρι πολλοῦ ταλαντευομένη τῇδε καὶ τῇδε ἡ κρίσις τοῦ πολέμου. ἔπειτʼ ἐνέδοσαν οἱ Τυρρηνοὶ ὑπὸ τῆς Ῥωμαικῆς ἐξωσθέντες ἵππου καὶ ἀπεχώρησαν εἰς τὸν χάρακα, ὁ δʼ ὕπατος ἠκολούθει, καὶ ἐπειδὴ πλησίον ἐγένετο τῶν ἐρυμάτων — ἦν δὲ φαύλως κατεσκευασμένα καὶ τὸ χωρίον, ὥσπερ ἔφην, οὐ πάνυ ἀσφαλές — προσέβαλε κατὰ πολλὰ μέρη τό τε λοιπὸν ἐκείνης τῆς ἡμέρας μέρος ἐπιταλαιπωρῶν καὶ οὐδὲ τὴν ἐπιοῦσαν νύκτα ἀναπαυσάμενος.
οἱ δὲ Τυρρηνοὶ ταῖς συνεχέσι κακοπαθείαις ἀπειρηκότες ἐκλείπουσι τὸν χάρακα περὶ τὸν ὄρθρον καὶ οἱ μὲν εἰς τὴν πόλιν ἔφυγον, οἱ δʼ εἰς τὰς πλησίον ὕλας ἐσκεδάσθησαν. γενόμενος δὲ καὶ τούτου τοῦ χάρακος ἐγκρατὴς ἐκείνην μὲν τὴν ἡμέραν ἀνέπαυσε τὴν στρατιάν, τῇ δʼ ἑξῆς τά τε λάφυρα, ὅσα ἐξ ἀμφοτέρων εἰλήφει τῶν στρατοπέδων, διένειμε τοῖς ἀγωνισαμένοις πολλὰ ὄντα, καὶ τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις τοῖς εἰωθόσιν ἐκόσμει στεφάνοις.
ἦν δʼ ὁ κράτιστα πάντων ἀγωνίσασθαι δόξας καὶ τρεψάμενος τὴν Οὐιεντανῶν δύναμιν Σερουίλιος ὁ τῷ προτέρῳ ὑπατεύσας ἔτει καὶ τὴν ἐπὶ τοῦ δήμου δίκην ἀποφυγών, πρεσβευτὴς τότε τῷ Οὐαλερίῳ συμπεμφθείς, καὶ ἐπὶ τῇ ἀριστείᾳ τῇδε τὰς νομιζομένας εἶναι μεγίστας παρὰ Ῥωμαίοις δωρεὰς οὗτος ἦν ὁ πρῶτος ἐξενεγκάμενος. μετὰ ταῦτα τούς τε τῶν πολεμίων σκυλεύσας νεκροὺς ὁ ὕπατος καὶ τῶν ἰδίων ταφὰς ποιησάμενος ἀπῆγε τὴν στρατιὰν καὶ πλησίον τῆς Οὐιεντανῶν πόλεως καταστήσας προὐκαλεῖτο τοὺς ἔνδον.
ὡς δʼ οὐδεὶς ἐξῄει μαχησόμενος ἄπορον ὁρῶν χρῆμα ἐκ τειχομαχίας αὐτοὺς ἑλεῖν ἐχυρὰν σφόδρα ἔχοντας πόλιν, τῆς γῆς αὐτῶν πολλὴν καταδραμὼν εἰς τὴν Σαβίνων ἐνέβαλε. λεηλατήσας δὲ κἀκείνην ἔτι ἀκέραιον οὖσαν ἐπὶ πολλὰς ἡμέρας καὶ βαρεῖαν ἤδη τὴν ἀποσκευὴν ἔχων ταῖς ὠφελείαις ἀπῆγεν ἐπʼ οἴκου τὴν δύναμιν· καὶ αὐτῷ ὁ μὲν δῆμος πρὸ πολλοῦ τῆς πόλεως ὄντι ἐστεφανωμένος ὑπήντα λιβανωτοῖς τε θυμιῶν τὴν πάροδον καὶ κρατῆρσι μελικράτου κεκραμένοις ὑποδεχόμενος τὴν στρατιάν· ἡ δὲ βουλὴ τὴν τοῦ θριάμβου πομπὴν ἐψηφίσατο.
ὁ δʼ ἕτερος τῶν ὑπάτων Γάιος Ναύτιος, ᾧ προσέκειτο κατὰ κλῆρον ἡ τῶν συμμάχων Λατίνων τε καὶ Ἑρνίκων φυλακή, βραδυτέραν ἐποιήσατο τὴν ἔξοδον· οὔτʼ ἀπορίᾳ οὔτʼ ὄκνῳ τοῦ κινδύνου κρατηθείς, τὴν δʼ ἀδηλότητα τοῦ πρὸς Οὐιεντανοὺς πολέμου καραδοκῶν, ἵνʼ ἐάν τι συμβῇ πταῖσμα περὶ τὴν ἐκεῖ στρατιὰν ἐν ἑτοίμῳ τις ὑπάρχῃ τῇ πόλει συνεστῶσα δύναμις, ἣ κωλύσει τοὺς πολεμίους εἰς τὴν χώραν ἐμβαλεῖν, ἐὰν ὥσπερ οἱ πρότερον ἐλάσαντες ἐπὶ τὴν Ῥώμην ἐπιτειχίζειν τινὰ κατὰ τῆς πόλεως χωρία ἐπιβάλωνται.
ἐν δὲ τῷ μεταξὺ τούτου χρόνῳ καὶ ὁ κατὰ τῶν Λατίνων πόλεμος, ὃν ἐπῆγον αὐτοῖς Αἰκανοί τε καὶ Οὐολοῦσκοι τέλος εὐτυχὲς ἔσχε· καὶ παρῆσάν τινες ἀγγέλλοντες μάχῃ νικηθέντας ἀπεληλυθέναι τοὺς πολεμίους ἐκ τῆς χώρας αὐτῶν, καὶ μηδεμιᾶς τοῖς συμμάχοις ἔτι δεῖν βοηθείας κατὰ τὸ παρόν· ὁ μέντοι Ναύτιος οὐδὲν ἧττον, ἐπειδὴ τὰ ἐν τῇ Τυρρηνίᾳ πράγματα καλῶς σφίσιν ἐχώρησεν, ἐξῆγε τὴν στρατιάν.
ἐμβαλὼν δʼ εἰς τὴν Οὐολούσκων χώραν καὶ πολλὴν αὐτῆς διεξελθὼν ἔρημον ἀφειμένην, ἀνδραπόδων μὲν καὶ βοσκημάτων ὀλίγων πάνυ ἐκράτησεν, ἀρούρας δʼ αὐτῶν ἐν ἀκμῇ τοῦ σίτου ὄντος ἐμπρήσας καὶ ἄλλα οὐκ ὀλίγα τῶν ἐν τοῖς ἀγροῖς λωβησάμενος οὐδενὸς ὁμόσε χωροῦντος ἀπῆγε τὴν στρατιάν· ταῦτα μὲν ἐπὶ τούτων τῶν ἀνδρῶν ἐπράχθη.
οἱ δὲ διαδεξάμενοι τούτους ὕπατοι Αὖλος Μάλλιος καὶ Λεύκιος Φούριος, ψηφισαμένης τῆς βουλῆς τὸν ἕτερον αὐτῶν στρατιὰν ἐπὶ Οὐιεντανοὺς ἄγειν, ἐκληρώσαντο περὶ τῆς ἐξόδου, καθάπερ αὐτοῖς ἔθος ἦν. καὶ λαχὼν Μάλλιος ἐξῆγε τὰς δυνάμεις διὰ ταχέων, καὶ πλησίον τῶν πολεμίων κατεστρατοπέδευσεν. οἱ δὲ Οὐιεντανοὶ τειχήρεις γενόμενοι τέως μὲν ἀντεῖχον καὶ διεπρεσβεύοντο πρός τε τὰς ἄλλας τὰς ἐν Τυρρηνοῖς πόλεις καὶ πρὸς τοὺς νεωστὶ συμμαχήσαντας αὐτοῖς Σαβίνους, βοήθειαν ἀξιοῦντες ἀποστεῖλαι σφίσι διὰ
ταχέων. ὡς δʼ ἁπάντων ἀπετύγχανον καὶ τὰς τροφὰς ἀπαναλώκεσαν, ὑπὸ τῆς ἀνάγκης τοῦ λιμοῦ βιασθέντες ἐξῆλθον ὡς τὸν ὕπατον, ἱκετηρίας φέροντες οἱ πρεσβύτατοί τʼ αὐτῶν καὶ τιμιώτατοι, περὶ καταλύσεως δεόμενοι τοῦ πολέμου. τοῦ δὲ Μαλλίου κελεύσαντος αὐτοῖς ἀργύριόν τʼ εἰς ὀψωνιασμὸν ἐνιαυτοῦ τῇ στρατιᾷ καὶ διμήνου τροφὰς ἀποφέρειν, ὅταν δὲ ταῦτα ποιήσωσιν εἰς Ῥώμην ἀποστέλλειν τοὺς διαλεξομένους τῇ βουλῇ περὶ τῶν διαλύσεων, ἐπαινέσαντες ταῦτα καὶ διὰ ταχέων τό τʼ ὀψώνιον τῇ στρατιᾷ καὶ τὸ ἀντὶ τοῦ σίτου συγχωρηθὲν ὑπὸ τοῦ Μαλλίου κατενέγκαντες ἀργύριον ἧκον εἰς τὴν Ῥώμην· καὶ καταστάντες ἐπὶ τὴν βουλὴν συγγνώμης ἐπὶ τοῖς γεγονόσι τυχεῖν ἠξίουν, καὶ εἰς τὸν λοιπὸν χρόνον ἀπαλλαγῆς τοῦ πολέμου.
πολλῶν δὲ λεχθέντων εἰς ἀμφότερα τὰ μέρη λόγων ἐνίκησεν ἡ σπένδεσθαι παραινοῦσα τὸν πρὸς αὐτοὺς πόλεμον γνώμη, γίνονταί τʼ ἀνοχαὶ τοῦ πολέμου πρὸς αὐτοὺς τεσσαρακονταετεῖς. καὶ οἱ μὲν ἀπῄεσαν πολλὰς τῇ πόλει τῆς εἰρήνης χάριτας εἰδότες, ὁ δὲ Μάλλιος ἀφικόμενος εἰς τὴν πόλιν, ἐπὶ τῇ καταλύσει τοῦ πολέμου τὸν πεζὸν θρίαμβον αἰτησάμενος, ἔλαβεν. ἐγένετο δὲ καὶ τίμησις ἐπὶ τῆς τούτων ἀρχῆς, καὶ ἦσαν οἱ τιμησάμενοι πολῖται σφᾶς τʼ αὐτοὺς καὶ χρήματα καὶ τοὺς ἐν ἥβῃ παῖδας ὀλίγῳ πλείους τρισχιλίων τε καὶ δέκα μυριάδων.
οἱ δὲ μετὰ τούτους παραλαβόντες τὴν ὕπατον ἀρχήν, Λεύκιος Αἰμίλιος Μάμερκος τὸ τρίτον, καὶ Οὐοπίσκος Ἰούλιος, ἐπὶ τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Δάνδης Ἀργεῖος, Ἀθήνησι δʼ ἄρχοντος Χαρητος, ἐπίπονον σφόδρα καὶ ταραχώδη τὴν ἀρχὴν διετέλεσαν, εἰρήνην μὲν ἄγοντες ἀπὸ τῶν ἔξωθεν πολέμων — ἐν ἡσυχίᾳ γὰρ ἦν πάντα τὰ διάφορα — ὑπὸ δὲ τῶν ἐν τῇ πόλει στάσεων αὐτοί τʼ εἰς κινδύνους ἀχθέντες καὶ τὴν πόλιν ὀλίγου δεήσαντες ἀπολέσαι. ὡς γὰρ ἀνεπαύσατο τῶν στρατειῶν τὸ πλῆθος, ἐπὶ τὴν διανομὴν εὐθὺς ὥρμησε τῶν δημοσίων ἀγρῶν.
ἦν γάρ τις ἐν τοῖς δημάρχοις θρασὺς καὶ λέγειν οὐκ ἀδύνατος ἀνήρ, Γναῖος Γενύκιος, ὁ παραθήγων τὰς ὀργὰς τῶν πενήτων. οὕτος ἐκκλησίας συνάγων ἑκάστοτε καὶ ἐκδημαγωγῶν τοὺς ἀπόρους προσηνάγκαζε τοὺς ὑπάτους τὰ ὑπὸ τῆς βουλῆς ψηφισθέντα περὶ τῆς κληρουχίας συντελεῖν. οἱ δʼ οὐχ ὑπήκουον οὐ τῇ ἑαυτῶν ἀρχῇ λέγοντες ἐπιτετάχθαι τὸ ἔργον ὑπὸ τῆς βουλῆς, ἀλλὰ τοῖς μετὰ Κάσσιον καὶ Οὐεργίνιον ὑπάτοις, πρὸς οὓς καὶ τὸ προβούλευμα ἐγράφη· καὶ ἅμα οὐδʼ εἶναι νόμους εἰς ἀεὶ κυρίους ἃ ψηφίζεται τὸ συνέδριον, ἀλλὰ πολιτεύματα καιρῶν ἐνιαύσιον ἔχοντα ἰσχύν.
ταύτας προβαλλομένων τῶν ὑπάτων τὰς αἰτίας ἀδύνατος ὢν ὁ Γενύκιος αὐτοὺς ἀναγκάσαι μείζονα ἐξουσίαν ἔχοντας ἰταμὴν ὁδὸν ἐτράπετο. τοῖς γὰρ ὑπατεύσασι τὸ ἔμπροσθεν ἔτος Μαλλίῳ τε καὶ Λευκίῳ δίκην ἐπήνεγκε δημοσίαν, καὶ προεῖπεν ἥκειν ἐπὶ τὸν δῆμον ἀπολογησομένους, ὁρίσας ἄντικρυς τὴν αἰτίαν τῆς δίκης, ὅτι τὸν δῆμον ἀδικοῦσιν οὐκ ἀποδείξαντες τοὺς δέκα ἄνδρας, οὓς ἐψηφίσατο ἡ βουλή,
τοὺς ποιησομένους τὴν τῶν κλήρων διανομήν. τοῦ δὲ μὴ τῶν ἄλλων τινὰς ὑπάτων ἄγειν ἐπὶ τὴν δίκην, δώδεκα γενομένων τῶν μεταξὺ ἀρχείων, ἀφʼ οὗ τὸ προβούλευμα ἐγράφη, τούτους δὲ προβαλέσθαι τοὺς ἄνδρας μόνους τῆς ψευσθείσης ὑποσχέσεως, ἐπιεικεῖς ἔφερεν αἰτίας· καὶ τελευτῶν ἔφη μόνως ἂν οὕτως ἀναγκασθῆναι τοὺς ἐν ἀρχῇ τότʼ ὄντας ὑπάτους κληρουχῆσαι τὴν γῆν, ἐὰν ἑτέρους τινὰς ἴδωσι δίκην τῷ δήμῳ διδόντας, ἐνθυμηθέντας, ὅτι καὶ σφίσιν αὐτοῖς συμβήσεται ταὐτὸ παθεῖν.
ταῦτʼ εἰπὼν καὶ παρακαλέσας ἅπαντας ἥκειν ἐπὶ τὴν δίκην, καθʼ ἱερῶν τʼ ὀμόσας ἦ μὴν ἐμμένειν τοῖς ἐγνωσμένοις καὶ πάσῃ προθυμίᾳ τῶν ἀνδρῶν κατηγορεῖν, ἡμέραν προεῖπεν, ἐν ᾗ τὴν δίκην ἔμελλεν ἐπιτελέσειν. τοὺς δὲ πατρικίους, ὡς ἔμαθον ταῦτα, πολὺ δέος εἰσέρχεται καὶ φροντίς, ὅτῳ χρὴ τρόπῳ τούς τʼ ἄνδρας ἐκλύσασθαι τῆς αἰτίας καὶ τοῦ δημαγωγοῦ τὸ θράσος ἐπισχεῖν. καὶ δὴ ἐδέδοκτο αὐτοῖς, εἴ τι ψηφίσαιτο κατὰ τῆς ἀρχῆς τῶν ὑπάτων ὁ δῆμος, μὴ ἐπιτρέπειν αὐτῷ κατὰ τὸ καρτερὸν ἐνισταμένους καὶ εἰ δέοι καὶ εἰς ὅπλα χωροῦντας.
οὐ μὴν ἐδέησέ γε τῶν βιαίων οὐδενὸς αὐτοῖς ταχεῖαν λαβόντος τοῦ κινδύνου καὶ παράδοξον τὴν λύσιν· μιᾶς γὰρ ἡμέρας οὔσης ἔτι λοιπῆς τῇ δίκῃ νεκρὸς Γενύκιος ἐπὶ τῆς ἑαυτοῦ κοίτης εὑρέθη, σημεῖον οὐδὲν ἔχων οὔτε σφαγῆς οὔτʼ ἀγχόνης οὔτε φαρμάκου οὔτʼ ἄλλου τῶν ἐξ ἐπιβουλῆς θανάτων οὐδενός. ὡς δʼ ἐγνώσθη τὸ πάθος, καὶ προηνέχθη τὸ σῶμα εἰς τὴν ἀγοράν, δαιμόνιόν τι κωλύσεως συγκύρημα ἔδοξεν εἶναι, καὶ αὐτίκα ἡ δίκη
διελέλυτο. τῶν γὰρ ἄλλων οὐδεὶς ἐτόλμα δημάρχων ἀνακαλεῖν τὴν στάσιν, ἀλλὰ καὶ τοῦ Γενυκίου κατεγίνωσκον πολλὴν μανίαν. εἰ μὲν οὖν μηδὲν ἔτι πολυπραγμονοῦντες οἱ ὕπατοι διετέλεσαν, ἀλλʼ ἀφῆκαν ὡς ὁ δαίμων ἐκοίμησε τὴν στάσιν, οὐδεὶς ἂν αὐτοὺς ἔτι κατέλαβε κίνδυνος, νῦν δʼ εἰς αὐθάδειαν καὶ καταφρόνησιν τοῦ δημοτικοῦ τραπόμενοι καὶ τὸ τῆς ἀρχῆς κράτος, ὅσον ἐστίν, ἐπιδεῖξαι βουλόμενοι, κακὰ ἐξειργάσαντο μεγάλα. προθέντες γὰρ στρατολογίαν καὶ τοὺς οὐχ ὑπακούοντας ταῖς τʼ ἄλλαις ζημίαις καὶ πληγαῖς ῥάβδων προσαναγκάζοντες εἰς ἀπόνοιαν ἐποίησαν τραπέσθαι τοῦ δημοτικοῦ τὸ πλέον, ἀπὸ τοιαύτης μάλιστ̓αἰτίας.