Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 9

16.8 ταύτην μὲν οὖν τὴν ἡμέραν ἐν τῷ χάρακι τῶν πολεμίων ἔμεινεν ὁ ὕπατος, τῇ δʼ ἑξῆς ἡμέρᾳ στεφανώσας τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις ταῖς ἐκπρεπεστάταις δωρεαῖς, πάντα τὰ ἐγκαταληφθέντα ἐν τῷ χάρακι ὑποζύγιά τε καὶ ἀνδράποδα καὶ σκηνὰς πολλῶν ἀγαθῶν γεμούσας τοῖς στρατιώταις ἐχαρίσατο. καὶ ἐγένετο ἐν πολλῇ εὐπορίᾳ τὸ τῶν Ῥωμαίων στράτευμα ὡς ἐξ οὐδεμιᾶς ἑτέρας πώποτε μάχης. ἁβροδίαιτον γὰρ δὴ καὶ πολυτελὲς τὸ τῶν Τυρρηνῶν ἔθνος ἦν οἴκοι τε καὶ ἐπὶ στρατοπέδου, περιαγόμενον ἔξω τῶν ἀναγκαίων πλούτου τε καὶ τέχνης ἔργα παντοῖα πρὸς ἡδονὰς μεμηχανημένα καὶ τρυφάς.
17.1 ταῖς δʼ ἑξῆς ἡμέραις ἀπειρηκότες ἤδη τοῖς κακοῖς οἱ Οὐιεντανοὶ τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἱκετηρίας φέροντας ἀπέστειλαν ὡς τὸν ὕπατον ὑπὲρ τῆς εἰρήνης διαλεξομένους. καὶ οἱ ἄνδρες ὀλοφυρόμενοί τε καὶ ἀντιβολοῦντες καὶ τἆλλʼ, ὅσα ἐπαγωγὰ ἦν εἰς ἔλεον, μετὰ πολλῶν δακρύων διεξιόντες πείθουσι τὸν ὕπατον ἐπιτρέψαι σφίσι τοὺς πρεσβευτὰς εἰς Ῥώμην ἀποστεῖλαι τοὺς ὑπὲρ τῆς καταλύσεως τοῦ πολέμου πρὸς τὴν βουλὴν διαλεξομένους, ἕως δʼ ἂν οἱ πρέσβεις ἀφίκωνται φέροντες τὰς ἀποκρίσεις, μηδὲν αὐτῶν κακουργεῖν τὴν χώραν. ἵνα δʼ αὐτοῖς ἐγγένηται ταῦτα πράττειν, σῖτόν τε ὡμολόγησαν τῇ Ῥωμαίων στρατιᾷ διμήνου παρέξειν, καὶ χρήματα εἰς ὀψωνιασμὸν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi