Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 9

14.6 ἄλλῃ κακώσει. μετʼ οὐ πολὺ δʼ ὡς τὸ τοῦ Φαβίου στράτευμα προσιὸν ὤφθη πολύ τε καὶ συντεταγμένον, θάρσος μὲν ἔφερε τοῖς σφετέροις, δέος δὲ τοῖς πολεμίοις· καὶ οἱ Τυρρηνοὶ οὐκέτι ἀξιόμαχοι εἶναι νομίσαντες πρὸς ἀγαθήν τε καὶ ἀκμῆτα δύναμιν εἰς ἀγῶνα χωρεῖν, ᾤχοντο ἐκλιπόντες τοὺς χάρακας. ὡς δʼ εἰς ταὐτὸ συνῆλθον αἱ τῶν Ῥωμαίων δυνάμεις ἀμφότεραι, στρατόπεδόν τε ποιοῦνται μέγα πλησίον τῆς πόλεως ἐν ἐχυρῷ, καὶ πολλὰς ἡμέρας αὐτόθι διατρίψαντες καὶ τὴν ἀρίστην τῶν Οὐιεντανῶν χώραν λεηλατήσαντες ἀπῆγον ἐπʼ οἴκου τὴν στρατιάν.
14.7 ὡς δʼ ἔγνωσαν οἱ Οὐιεντανοὶ τὰς δυνάμεις τῶν Ῥωμαίων ἀφειμένας ἀπὸ τῶν σημαιῶν, τὴν εὔζωνον ἀναλαβόντες νεότητα, ἥν τʼ αὐτοὶ συντεταγμένην εἶχον καὶ τὴν παρὰ τῶν πλησιοχώρων παροῦσαν, ἐμβάλλουσιν εἰς τὰ προσκείμενα τῇ σφετέρᾳ χώρᾳ πεδία, καὶ διαρπάζουσι καρπῶν τε καὶ βοσκημάτων καὶ ἀνθρώπων ὄντα μεστά. κατέβησαν γὰρ ἐκ τῶν ἐρυμάτων οἱ γεωργοὶ χιλοῦ τε τῶν βοσκημάτων ἕνεκα καὶ ἐργασίας τῶν ἀγρῶν πιστεύοντες τῇ σφετέρᾳ στρατιᾷ προκαθημένῃ καὶ οὐ φθάσαντες ἀπελθούσης ἀνασκευάσασθαι πάλιν, οὐκ ἐλπίσαντες τοσαῦτα κεκακωμένους τοὺς Οὐιεντανοὺς ταχεῖαν οὕτως ἀντεπιχείρησιν κατὰ τοῦ ἀντιπάλου ποιήσεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi