Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 9

 
τοῦ χάρακος ἐξελθεῖν, οἱ δʼ ὡς ἀποδρασόμενοι. ἐξ ὧν δὲ παρέστηκεν ἡμῖν ταῦθʼ ὑποπτεύειν, οὐ μαντεῖαί εἰσιν οὐδὲ στοχασμοί, ἀλλʼ ἔργα ἐμφανῆ καὶ οὐδὲ ταῦτα παλαιά, ἀλλʼ ἐν τῷ παρελθόντι ἐνιαυτῷ γενόμενα, ὡς ἅπαντες ἴστε, ὅτʼ ἐπὶ τοὺς αὐτοὺς πολεμίους τούτους πολλῆς καὶ ἀγαθῆς ἐξελθούσης στρατιᾶς, καὶ τῆς πρώτης μάχης τὸ κράτιστον ἡμῖν λαβούσης τέλος, δυνηθέντος ἂν τοῦ τότʼ ἄγοντος ὑμᾶς ὑπάτου Καίσωνος, ἀδελφοῦ δʼ ἐμοῦ τουδὶ καὶ τὸν χάρακα τῶν πολεμίων ἐξελεῖν καὶ νίκην τῇ πατρίδι καταγαγεῖν λαμπροτάτην, φθονήσαντες αὐτῷ δόξης τινές, ὅτι δημοτικὸς οὐκ ἦν, οὐδὲ τὰ κεχαρισμένα τοῖς πένησι διετέλει πολιτευόμενος, τῇ πρώτῃ νυκτὶ μετὰ τὴν μάχην ἀνασπάσαντες τὰς σκηνὰς ἄνευ παραγγέλματος ἀπέδρασαν ἐκ τοῦ χάρακος, οὔτε τὸν κίνδυνον ἐνθυμηθέντες τὸν καταληψόμενον αὐτοὺς ἀτάκτως καὶ χωρὶς ἡγεμόνος ἀπιόντας ἐκ πολεμίας γῆς καὶ ταῦτʼ ἐν νυκτί, οὔτε τὴν αἰσχύνη, ὅση καθέξειν αὐτοὺς ἔμελλεν, ὑπολογισάμενοι, ὅτι παρεχώρουν τοῖς πολεμίοις τῆς ἡγεμονίας, τὸ γοῦν ἐφʼ ἑαυτοῖς μέρος, καὶ ταῦθʼ οἱ
 
νικήσαντες τοῖς κεκρατημένοις. τούτους δὴ τοὺς ἄνδρας ὀρρωδοῦντες, ὦ ταξίαρχοί τε καὶ λοχαγοὶ καὶ στρατιῶται, τοὺς οὔτʼ ἄρχειν δυναμένους οὔτʼ ἄρχεσθαι βουλομένους πολλοὺς καὶ αὐθάδεις ὄντας καὶ τὰ ὅπλα ἔχοντας ἐν χερσίν, οὔτε πρότερον ἐβουλόμεθα μάχην συνάπτειν οὔτε νῦν ἔτι θαρσοῦμεν ἐπὶ τοιούτοις συμμάχοις τὸν ὑπὲρ τῶν μεγίστων ἀγῶνα ἄρασθαι, μὴ κωλύματα καὶ βλάβαι γένωνται τοῖς ἅπαντα τὰ καθʼ
 
ἑαυτοὺς πρόθυμα παρεχομένοις. εἰ μέντοι κἀκείνων ὁ θεὸς ἐπὶ τὰ κρείττω τὸν νοῦν ἄγει νυνὶ καὶ καταβαλόντες τὸ στασιάζον, ὑφʼ οὗ νῦν πολλὰ καὶ μεγάλα βλάπτεται τὸ κοινόν, ἤ γε δὴ εἰς τοὺς τῆς εἰρήνης ἀναβαλόμενοι καιρούς, ἐπανορθώσασθαι βούλονται τὰ παρελθόντα ὀνείδη τῇ νῦν ἀρετῇ, μηδὲν ἔτι τὸ κωλῦσον ἔστω χωρεῖν ὑμᾶς ἐπὶ τοὺς πολεμίους, τὰς ἀγαθὰς προβαλλομένους ἐλπίδας.
 
ἔχομεν δὲ πολλὰς μὲν καὶ ἄλλας ἀφορμὰς εἰς τὸ νικᾶν, μεγίστας δὲ καὶ κυριωτάτας, ἃς τὸ τῶν πολεμίων ἀνόητον ἡμῖν παρέχει, οἵ γε πλήθει στρατιᾶς μακρῷ προὔχοντες ἡμῶν καὶ τούτῳ μόνῳ δυνηθέντες ἂν πρὸς τὰς ἡμετέρας τόλμας τε καὶ ἐμπειρίας ἀντέχειν ἀπεστερήκασι τῆς μόνης ὠφελείας ἑαυτοὺς ἀπαναλώσαντες τὸ πλεῖον τῆς δυνάμεως μέρος εἰς τὰς τῶν φρουρίων φυλακάς.
 
ἔπειτα δέον αὐτοὺς σὺν εὐλαβείᾳ καὶ λογισμῷ σώφρονι πράττειν ἕκαστα, ἐνθυμουμένους, πρὸς οἵους ἄνδρας καὶ πολὺ ἀλκιμωτέρους αὐτῶν ὁ κίνδυνος ἔσται, θρασέως καὶ ἀπερισκέπτως ἐπὶ τὸν ἀγῶνα χωροῦσιν, ὡς ἄμαχοί τινες καὶ ὡς ἡμῶν καταπεπληγότων αὐτούς. αἱ γοῦν ἀποταφρεύσεις καὶ αἱ μέχρι τοῦ χάρακος ἡμῶν καθιππεύσεις καὶ τὰ πολλὰ ἐν λόγοις τε καὶ ἔργοις ὑβρίσματα τοῦτο δύναται.
 
ταῦτά τε δὴ ἐνθυμούμενοι καὶ τῶν προτέρων ἀγώνων μεμνημένοι πολλῶν ὄντων καὶ καλῶν, ἐν οἷς αὐτοὺς ἐνικᾶτε, χωρεῖτε μετὰ προθυμίας καὶ ἐπὶ τόνδε τὸν ἀγῶνα· καὶ ἐν ᾧ ἂν ὑμῶν ἕκαστος χωρίῳ ταχθῇ, τοῦθʼ ὑπολαβέτω καὶ οἶκον εἶναι καὶ κλῆρον καὶ πατρίδα· καὶ ὅ τε σώζων τὸν παραστάτην ἑαυτῷ πράττειν τὴν σωτηρίαν ὑπολαβέτω, καὶ ὁ ἐγκαταλιπὼν τὸν πέλας ἑαυτὸν ἡγείσθω τοῖς πολεμίοις προδιδόναι. μάλιστα δʼ ἐκεῖνο μεμνῆσθαι προσῆκεν, ὅτι μενόντων μὲν ἀνδρῶν καὶ μαχομένων ὀλίγον τὸ ἀπολλύμενόν ἐστιν, ἐγκλινάντων δὲ καὶ φευγόντων κομιδῇ βραχὺ σωζόμενον.
 
ἔτι δʼ αὐτοῦ λέγοντος τὰ εἰς τὸ γενναῖον ἐπαγωγὰ καὶ πολλὰ μεταξὺ τῶν λόγων ἐκχέοντος δάκρυα, λοχαγῶν τε καὶ ταξιάρχων καὶ τῶν ἄλλων στρατιωτῶν ἕκαστον, ᾧ συνῄδει τι λαμπρὸν ἔργον ἐν μάχαις ἀποδειξαμένῳ, κατʼ ὄνομα ἀνακαλοῦντος, καὶ πολλὰ καὶ μεγάλα τοῖς ἀριστεύσασι κατὰ τὴν μάχην φιλάνθρωπα δώσειν ὑπισχνουμένου πρὸς τὸ τῶν πράξεων μέγεθος, τιμάς τε καὶ πλούτους καὶ τὰς ἄλλας βοηθείας, ἀναβοήσεις ἐξ ἁπάντων ἐγίνοντο θαρρεῖν τε παρακελευομένων καὶ ἄγειν ἐπὶ τὸν ἀγῶνα ἀξιούντων.
 
ἐπειδὴ δʼ ἐπαύσατο, προέρχεταί τις ἐκ τοῦ πλήθους, Μάρκος Φλαβολήιος ὄνομα, ἀνὴρ δημοτικὸς μὲν καὶ αὐτουργός, οὐ μὴν τῶν ἀπερριμμένων τις, ἀλλὰ τῶν ἐπαινουμένων δι’ ἀρετὴν καὶ τὰ πολέμια ἄλκιμος, καὶ διʼ ἄμφω ταῦτα ἑνὸς τῶν ταγμάτων τῇ λαμπροτάτῃ ἀρχῇ κεκοσμημένος, ᾗ τὰς ἑξήκοντα ἑκατονταρχίας ἕπεσθαί τε καὶ τὸ κελευόμενον ὑπηρετεῖν κελεύει ὁ νόμος. τούτους Ῥωμαῖοι τοὺς ἡγεμόνας τῇ πατρίῳ γλώττῃ πριμοπίλους καλοῦσιν.
 
οὗτος ὁ ἀνήρ — ἦν δὲ πρὸς τοῖς ἄλλοις μέγας τε καὶ καλὸς ἰδεῖν — στάς, ὅθεν ἅπασιν ἔμελλεν ἔσεσθαι φανερός, Ἐπεὶ τοῦτʼ, ἔφησεν, ὦ ὕπατοι, δεδοίκατε, μὴ τὰ ἔργα ἡμῶν οὐχ ὅμοια γένηται τοῖς λόγοις, ἐγὼ πρῶτος ὑμῖν ὑπὲρ ἐμαυτοῦ τὸ βέβαιον τῆς ὑποσχέσεως ἐκ τῆς μεγίστης πίστεως παρέξομαι· καὶ ὑμεῖς δʼ, ὦ πολῖται τε καὶ τῆς αὐτῆς κοινωνοὶ τύχης, ὅσοι διεγνώκατε εἰς ἴσον καταστῆσαι τὰ ἔργα τοῖς λόγοις,
 
οὐκ ἂν ἁμαρτάνοιτε ταὐτὸ ποιοῦντες ἐμοί. ταῦτʼ εἰπὼν καὶ τὸ ξίφος ἀνατείνας ὤμοσε τὸν ἐπιχώριόν τε Ῥωμαίοις καὶ κράτιστον ὅρκον, τὴν ἀγαθὴν ἑαυτοῦ πίστιν, νικήσας τοὺς πολεμίους ἥξειν εἰς τὴν πόλιν, ἄλλως δʼ οὔ. τοῦτον ὀμόσαντος τοῦ Φλαβοληίου τὸν ὅρκον πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγένετο· καὶ αὐτίκα οἵ τε ὕπατοι ἀμφότεροι ταὐτὸν ἔδρων καὶ οἱ τὰς ἐλάττους ἔχοντες στρατηγίας χιλίαρχοί τε καὶ λοχαγοί, τελευτῶσα
 
δʼ ἡ πληθύς. ἐπεὶ δὲ τοῦτʼ ἐγένετο, πολλὴ μὲν εὐθυμία πᾶσιν ἐνέπεσε, πολλὴ δὲ φιλότης ἀλλήλων, θάρσος τʼ αὖ καὶ μένος· καὶ ἀπελθόντες ἐκ τῆς ἐκκλησίας, οἱ μὲν ἵπποις χαλινοὺς ἐνέβαλλον, οἱ δὲ ξίφη καὶ λόγχας ἔθηγον, οἱ δὲ τὰ σκεπαστήρια τῶν ὅπλων ἐξέματτον· καὶ ὀλίγου πᾶσα ἦν ἕτοιμος εἰς τὸν ἀγῶνα ἡ στρατιά.
 
οἱ δʼ ὕπατοι τοὺς θεοὺς εὐχαῖς τε καὶ θυσίαις καὶ λιταῖς ἐπικαλεσάμενοι τῆς ἐξόδου σφίσι γενέσθαι ἡγεμόνας, ἐξῆγον ἐκ τοῦ χάρακος ἐν τάξει καὶ κόσμῳ τὸν στρατόν. καὶ οἱ Τυρρηνοὶ κατιόντας αὐτοὺς ἐκ τῶν ἐρυμάτων ἰδόντες ἐθαύμασάν τε καὶ ἀντεπεξῄεσαν ἁπάσῃ τῇ δυνάμει.
 
ὡς δʼ εἰς τὸ πεδίον ἀμφότεροι κατέστησαν, καὶ τὸ πολεμικὸν ἐσήμηναν αἱ σάλπιγγες, ἔθεον ἀλαλάξαντες ὁμόσε· καὶ συμπεσόντες ἀλλήλοις ἱππεῖς ἱππεῦσι καὶ πεζοὶ πεζοῖς ἐμάχοντο, καὶ πολὺς ἐξ ἀμφοτέρων ἐγίνετο φόνος. οἱ μὲν οὖν τὸ δεξιὸν ἔχοντες τῶν Ῥωμαίων κέρας, οὗ τὴν ἡγεμονίαν εἶχεν ὁ ἕτερος τῶν ὑπάτων Μάλλιος, ἐξέωσαν τὸ καθʼ ἑαυτοὺς μέρος, καὶ καταβάντες ἀπὸ τῶν ἵππων ἐμάχοντο πεζοί. οἱ δʼ ἐν τῷ εὐωνύμῳ κέρατι ταχθέντες ὑπὸ τοῦ δεξιοῦ τῶν πολεμίων ἐκυκλοῦντο.
 
ἦν γὰρ ἡ Τυρρηνῶν φάλαγξ κατὰ τοῦτο τὸ χωρίον ὑπερπετής τε καὶ οὐκ ὀλίγῳ μείζων τῆς ἑτέρας. παρερρήγνυτο δὴ ταύτῃ τὸ Ῥωμαικὸν στράτευμα καὶ πολλὰς πληγὰς ἐλάμβανεν. ἡγεῖτο δὲ τούτου κέρως Κόιντος Φάβιος, πρεσβευτὴς καὶ ἀντιστράτηγος ὤν, ὁ δὶς ὑπατεύσας· καὶ μέχρι πολλοῦ ἀντεῖχε τραύματα λαμβάνων παντοδαπά, ἔπειτα λόγχῃ βληθεὶς εἰς τὰ στέρνα μέχρι τῶν σπλάγχνων ἐλθούσης τῆς αἰχμῆς ἔξαιμος γενόμενος πίπτει.
 
ὡς δὲ τοῦτʼ ἤκουσεν ὁ ἕτερος τῶν ὑπάτων, Μάρκος Φάβιος — ἦν δὲ κατὰ μέσην τὴν φάλαγγα τεταγμένος — τοὺς κρατίστους τῶν λόχων ἀναλαβὼν καὶ τὸν ἕτερον τῶν ἀδελφῶν Καίσωνα Φάβιον ἀνακαλεσάμενος, παρήλαυνεν ἐπὶ τὴν ἑαυτοῦ φάλαγγα καὶ μέχρι πολλοῦ προελθών, ἐπειδὴ παρήλλαξεν τὸ δεξιὸν τῶν πολεμίων κέρας, ἤλαυνεν ἐπὶ τοὺς κυκλουμένους. ἐμπεσὼν δʼ αὐτοῖς φόνον τε τοῖς ἐν χερσὶ ποιεῖ πολὺν καὶ φυγὴν τῶν πρόσω, τόν τʼ ἀδελφὸν ἔτι ἐμπνέοντα καταλαβὼν αἴρεται.
 
ἐκεῖνος μὲν οὗν οὐ πολὺν ἔτι χρόνον ἐπιβιοὺς ἀποθνήσκει· τοῖς δὲ τιμωροῦσιν αὐτῷ θυμὸς ἔτι πλείων παρέστη καὶ μείζων πρὸς τὸ ἀντίπαλον· καὶ οὐδὲν ἔτι τῆς ἰδίας ψυχῆς προνοούμενοι σὺν ὀλίγοις εἰς μέσους ἐμπεσόντες τοὺς μάλιστα συνεστηκότας τῶν πολεμίων, σωροὺς ἐξεπλήρουν νεκρῶν. κατὰ μὲν δὴ τοῦτο τὸ μέρος ἔκαμεν ἡ
 
Τυρρηνῶν φάλαγξ, καὶ οἱ πρότερον ὠσάμενοι τοὺς πολεμίους ὑπὸ τῶν κεκρατημένων ἀνεκόπησαν. οἱ δὲ τὸ εὐώνυμον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ φυγῆς ἄρχοντες, ἔνθα ὁ Μάλλιος ἦν ἐτρέψαντο τοὺς καθʼ ἑαυτούς. παλτῷ γάρ τις βαλὼν τὸν Μάλλιον διὰ τοῦ γόνατος ἄχρι τῆς ἰγνύας διήρεισε τὴν λόγχην· καὶ τὸν μὲν οἱ πέριξ ἄραντες ἐπὶ τὴν παρεμβολὴν ἀπεκόμιζον, οἱ δὲ πολέμιοι τὸν ἡγεμόνα τῶν Ῥωμαίων τεθνηκέναι δόξαντες ἐπερρώσθησαν, καὶ παραβοηθησάντων αὐτοῖς τῶν ἑτέρων ἐνέκειντο τοῖς Ῥωμαίοις οὐκ ἔχουσιν ἡγεμόνα.
 
ἠναγκάσθησαν δὲ πάλιν οἱ Φάβιοι καταλιπόντες τὸ εὐώνυμον κέρας τῷ δεξιῷ βοηθεῖν· καὶ οἱ Τυρρηνοὶ προσιόντας αὐτοὺς στίφει καρτερῷ μαθόντες τῆς μὲν ἐπὶ πλέον διώξεως ἀποτρέπονται, πυκνώσαντες δὲ τοὺς λόχους ἐμάχοντο ἐν τάξει, καὶ πολλοὺς μὲν τῶν σφετέρων ἀπέβαλον, πολλοὺς δὲ καὶ τῶν Ῥωμαίων ἀπέκτειναν.
 
ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο, οἱ τὸν χάρακα τὸν ἐκλειφθέντα ὑπὸ τοῦ Μαλλίου καταλαβόμενοι Τυρρηνοὶ συνθήματος ἀρθέντος ἀπὸ τοῦ στρατηγίου σὺν τάχει πολλῷ καὶ προθυμίᾳ μεγάλῃ χωροῦντες ἐπὶ τὸν ἕτερον ἠπείγοντο τῶν Ῥωμαίων χάρακα, ὡς οὐκ ἀξιοχρέῳ δυνάμει φυλαττόμενον. καὶ ἦν ἡ δόξα αὐτῶν ἀληθής. ἔξω γὰρ τῶν τριαρίων καὶ ὀλίγων ἄλλων τῶν ἐν ἀκμῇ τὸ λοιπὸν πλῆθος ἐμπόρων τε καὶ θεραπόντων καὶ χειροτεχνῶν ἦν ἐν αὐτῷ· γίνεταί τε πολλῶν εἰς ὀλίγον συνελασθέντων χωρίον· περὶ γὰρ. ταῖς πύλαις ὁ ἀγὼν ἦν· ὀξεῖα καὶ χαλεπὴ μάχη, καὶ νεκροὶ παρʼ ἀμφοτέρων πολλοί.
 
ἐν τούτῳ τῷ ἔργῳ ὅ τε Μάλλιος ὕπατος ἐκβοηθῶν ἅμα τοῖς ἱππεῦσιν, ἐπειδὴ ὁ ἵππος ἔπεσε συγκατενεχθεὶς καὶ ἀδύνατος ὢν ἀναστῆναι ὑπὸ πλήθους τραυμάτων, ἀποθνήσκει καὶ πολλοὶ καὶ ἀγαθοὶ περὶ αὐτὸν ἄλλοι νέοι. μετὰ δὲ τὸ πάθος τοῦτʼ εὐθὺς ὁ χάραξ ἡλίσκετο, καὶ τέλος εἶχε τοῖς Τυρρηνοῖς τὰ
 
μαντεύματα εἰ μὲν οὖν ἐταμιεύσαντο τὴν παροῦσαν εὐτυχίαν καὶ διὰ φυλακῆς ἔσχον τὸν χάρακα, τάς τʼ ἀποσκευὰς τῶν Ῥωμαίων κατέσχον καὶ αὐτοὺς αἰσχρῶς ἀπελθεῖν ἠνάγκασαν· νῦν δὲ πρὸς ἁρπαγὴν τῶν ἀπολειφθέντων τραπόμενοι καὶ ἀναψύχοντες τὸ λοιπὸν οἱ πλείους καλὴν ἄγραν ἐκ τῶν χειρῶν ἀφῃρέθησαν. ὡς γὰρ ἀπηγγέλθη θατέρῳ τῶν ὑπάτων ἡ τοῦ χάρακος ἅλωσις, ἠπείγετο σὺν τοῖς ἀρίστοις ἱππέων τε καὶ πεζῶν.
 
καὶ οἱ Τυρρηνοὶ μαθόντες αὐτὸν ἐπιόντα περιεστεφάνωσαν τὸν χάρακα, μάχη τʼ αὐτῶν γίνεται καρτερὰ τῶν μὲν ἀνασώσασθαι βουλομένων τὰ σφέτερα, τῶν δέ, μὴ πασσυδὶ διαφθαρῶσιν ἁλόντος τοῦ χάρακος, δεδοικότων. χρόνου δὲ γινομένου πλείονος καὶ τῶν Τυρρηνῶν πολλὰ πλεονεκτούντων — ἦν γὰρ αὐτοῖς ἐξ ὑπερδεξίων τε χωρίων καὶ πρὸς ἀνθρώπους διʼ ἡμέρας ὅλης κεκμηκότας ἡ μάχη — Τῖτος Σίκκιος ὁ πρεσβευτὴς καὶ ἀντιστράτηγος, κοινωσάμενος τῷ ὑπάτῳ τὴν αὑτοῦ διάνοιαν τὸ ἀνακλητικὸν ἐκέλευε σημαίνειν, καὶ
 
καθʼ ἓν ἅπαντας γενομένους μιᾷ προσβάλλειν πλευρᾷ τοῦ χάρακος, καθʼ ὃ μάλιστα τὸ χωρίον ἦν ἐπιμαχώτατον· τὰ δὲ κατὰ τὰς πύλας εἴασε μέρη κατά τινα εἰκότα λογισμόν, ὃς οὐκ ἐψεύσατο αὐτόν, ὅτι σωθήσεσθαι μὲν ἐλπίσαντες οἱ Τυρρηνοὶ μεθήσονται τοῦ χάρακος, ἐν ἀπογνώσει δὲ τούτου γενόμενοι κυκλώσεώς τε πάντοθεν ὑπὸ τῶν πολεμίων γενομένης καὶ οὐδεμιᾶς ὑπαρχούσης ἐξόδου ἀναγκαῖον ἕξουσι τὸ εὔτολμον.
 
γενομένης δὲ καθʼ ἓν χωρίον τῆς προσβολῆς οὐκέτι πρὸς ἀλκὴν οἱ Τυρρηνοὶ ἐτράποντο, ἀλλʼ ἀνοίξαντες τὰς πύλας ἐπὶ τὸν ἑαυτῶν ἀνεσώζοντο χάρακα.
 
ὁ δʼ ὕπατος ἐπειδὴ τὸ δεινὸν ἀπεώσατο, παρεβοήθει πάλιν τοῖς ἐν τῷ πεδίῳ. αὕτη μεγίστη λέγεται τῶν πρὸ αὐτῆς γενέσθαι Ῥωμαίοις μάχη, πλήθει τʼ ἀνθρώπων καὶ μήκει χρόνου καὶ τῷ ἀγχιστρόφῳ τῆς τύχης. αὐτῶν μὲν γὰρ τῶν ἐκ τῆς πόλεως Ῥωμαίων ἡ κρατίστη τε καὶ ἐπίλεκτος ἀκμὴ δισμυρίων μάλιστα πεζῶν ἐγένετο, καὶ τῶν συντεταγμένων τοῖς τέτταρσι τάγμασιν ἱππέων ὁμοῦ τι χιλίων καὶ διακοσίων, ἀποίκων δὲ καὶ συμμάχων ἑτέρα τοσαύτη.
 
χρόνος δʼ ἐμηκύνθη τοῦ ἀγῶνος ὀλίγῳ πρότερον τῆς μεσημβρίας ἀρξάμενος μέχρι δύσεως ἡλίου. τὰ δὲ τῆς τύχης μέχρι πολλοῦ τῇδε καὶ τῇδε νίκαις τε καὶ ἥτταις ταλαντευόμενα διέμεινεν· ὑπάτου δὲ θάνατος ἐγένετο καὶ πρεσβευτοῦ δὶς ὑπατεύσαντος καὶ ἄλλων πολλῶν ἡγεμόνων καὶ ταξιάρχων καὶ λοχαγῶν, ὅσων οὐδέπω πρότερον. τὸ μέντοι κράτος τοῦ ἀγῶνος ἐδόκει περὶ τοὺς Ῥωμαίους γεγονέναι κατʼ ἄλλο μὲν οὐδέν, ὅτι δὲ τῇ ἐπιούσῃ νυκτὶ καταλιπόντες τὸν χάρακα οἱ Τυρρηνοὶ ἀνέζευξαν.
 
τῇ δʼ ἑξῆς ἡμέρᾳ πρὸς ἁρπαγὰς τῆς ἐκλειφθείσης ὑπὸ τῶν Τυρρηνῶν παρεμβολῆς οἱ Ῥωμαῖοι τραπόμενοι καὶ ταφὰς ποιησάμενοι τῶν σφετέρων νεκρῶν ἀπῆλθον εἰς τὸν ἑαυτῶν χάρακα. ἐκεῖ δʼ ἐκκλησίαν ποιησάμενοι τοῖς ἀγωνισαμένοις λαμπρῶς τὰς ἀριστείους ἀπέδοσαν τιμάς, πρώτῳ μὲν Καίσωνι Φαβίῳ τῷ τοῦ ὑπάτου ἀδελφῷ μεγάλα καὶ θαυμαστὰ ἔργα ἀποδειξαμένῳ, δευτέρῳ δὲ τῷ Σικκίῳ, τῷ διαπραξαμένῳ τὸν χάρακα ἀνασώσασθαι, τρίτῳ δὲ Μάρκῳ Φλαβοληίῳ τῷ ἡγεμόνι τοῦ τάγματος, τοῦ θʼ ὅρκου χάριν καὶ τῆς παρὰ τὰ
 
δεινὰ ῥώμης. διαπραξάμενοι δὲ ταῦτα καὶ μείναντες ἡμέρας ὀλίγας ἐπὶ τοῦ χάρακος, ὡς οὐδεὶς ἀντεπεξῄει τῶν πολεμίων μαχησόμενος, ἀπῄεσαν ἐπʼ οἴκου. πάντων δὲ τῶν κατὰ τὴν πόλιν, ὡς ἐπὶ μεγίστῳ ἀγῶνι κάλλιστον τέλος εἰληφότι, τὴν ἐπινίκιον τιμὴν τοῦ θριάμβου τῷ περιόντι ὑπάτῳ προσθεῖναι βουλομένων, ἠρνήσατο τὴν χάριν αὐτῶν ὁ ὕπατος, οὔτε ὅσιον εἶναι λέγων οὔτε θεμιτὸν ἐπʼ ἀδελφοῦ θανάτῳ καὶ συνάρχοντος ἀποβολῇ πομπεύειν καὶ στεφανηφορεῖν· ἀποθεὶς δὲ τὰς σημαίας καὶ τοὺς στρατιώτας ἀπολύσας ἐπὶ τὰ οἰκεῖα τὴν ὑπατείαν ἀπωμόσατο, δυεῖν ἔτι μηνῶν εἰς τὸν ἐνιαύσιον χρόνον λειπομένων, ἀδύνατος, ὢν τὰ τῆς ἀρχῆς ἔτι πράττειν. ἐταλαιπώρει γὰρ ὑπὸ τραύματος ἐξαισίου καὶ ἦν κλινοπετής.
 
ἑλομένης δὲ τῆς βουλῆς μεσοβασιλεῖς τῶν ἀρχαιρεσίων ἕνεκα, καὶ τοῦ δευτέρου μεσοβασιλέως συγκαλέσαντος εἰς τὸ πεδίον τοὺς λόχους, ἀποδείκνυται Καίσων Φάβιος ὁ τὰ ἀριστεῖα λαβὼν ἐκ τῆς μάχης, ἀδελφὸς δὲ τοῦ τὴν ἀρχὴν ἀποθεμένου, τὸ τρίτον ὕπατος καὶ σὺν αὐτῷ Τῖτος Οὐεργίνιος. οὗτοι διαλαχόντες τὰς δυνάμεις ἐξῄεσαν εἰς τὴν ὕπαιθρον·
 
Φάβιος μὲν Αἰκανοῖς πολεμήσων προνομεύουσι τοὺς Λατίνων ἀγρούς, Οὐεργίνιος δὲ Οὐιεντανοῖς. Αἰκανοὶ μὲν οὖν ἐπειδὴ στρατὸν ἐλευσόμενον ἐπʼ αὐτοὺς ἔγνωσαν, ἀναστάντες ἐκ τῆς πολεμίας διὰ τάχους ἀπῆλθον εἰς τὰς ἑαυτῶν πόλεις· καὶ μετὰ ταῦτα λεηλατουμένης τῆς σφετέρας γῆς ἠνείχοντο, ὥστε πολλῶν κρατῆσαι χρημάτων τὸν ὕπατον καὶ σωμάτων καὶ τῆς ἄλλης λείας ἐξ ἐφόδου. Οὐιεντανοὶ δὲ κατʼ ἀρχὰς ἐντὸς τείχους μένοντες, ἐπειδὴ καιρὸν ἔχειν ἔδοξαν ἐπιτήδειον, ἐπέθεντο τοῖς πολεμίοις ἐσκεδασμένοις ἀνὰ τὰ πεδία καὶ πρὸς ἁρπαγὴν τετραμμένοις τῆς λείας.
 
ἔχοντες δὲ πολλὴν καὶ συντεταγμένην δύναμιν ἐμβάλλουσιν εἰς αὐτούς, καὶ τήν τε λείαν ἀφαιροῦνται, καὶ τοὺς ὁμόσε χωροῦντας, οὓς μὲν ἀποκτείνουσιν, οὓς δʼ εἰς φυγὴν τρέπουσι· καὶ εἰ μὴ Τῖτος Σίκκιος πρεσβευτὴς τότʼ ὢν στίφει συντεταγμένῳ πεζῶν τε καὶ ἱππέων παραβοηθήσας ἐπέσχεν αὐτούς, οὐδὲν ἂν τὸ κωλῦσον ἦν ἅπασαν ἀπολέσθαι τὴν στρατιάν. ἐκείνου δʼ ἐμποδὼν γενομένου συνελθεῖν ἔφθασαν οἱ λοιποὶ οἱ καθʼ ἕνα διεσκεδασμένοι· πάντες δʼ ἐν ταὐτῷ γενόμενοι λόφον τινὰ καταλαμβάνονται περὶ δείλην ὀψίαν, καὶ τὴν ἐπιοῦσαν νύκτα ἐν τούτῳ ἔμειναν.
 
ἐπαρθέντες δὲ Οὐιεντανοὶ τῷ κατορθώματι πλησίον τοῦ λόφου τίθενται τὰ ὅπλα, καὶ τοὺς ἐκ τῆς πόλεως ἐκάλουν ὡς κατακεκλεικότες τοὺς Ῥωμαίους εἰς χωρίον, ἔνθα οὐδὲν τῶν ἐπιτηδείων ἔμελλον ἕξειν, καὶ προσαναγκάσοντες οὐκ εἰς μακρὰν παραδοῦναι σφίσι τὰ ὅπλα. γίνεταί τʼ αὐτῶν συχνοῦ ἐλθόντος ὄχλου δύο στρατεύματα περὶ τὰς ἐπιμάχους λαγόνας τοῦ λόφου, πολλά τʼ ἄλλα φρούρια βραχύτερα κατὰ τοὺς ἧττον ἐπικαίρους τόπους· καὶ πάντα ἦν μεστὰ
 
ὅπλων. ὁ δʼ ἕτερος τῶν ὑπάτων Φάβιος γραμμάτων παρὰ τοῦ συνάρχοντος ἀφικομένων ἐπιγνούς, ὅτι ἐν ἐσχάτοις εἰσὶν οἱ κατακλεισθέντες ἐν τῷ λόφῳ, καὶ κινδυνεύσουσιν, εἰ μή τις αὐτοῖς βοηθήσει, λιμῷ ἁλῶναι, ἀναστήσας τὸν στρατὸν ἦγεν ἐπὶ τοὺς Οὐιεντανοὺς σὺν τάχει· καὶ εἰ μιᾷ βραδύτερον ἡμέρᾳ διήνυσε τὴν ὁδόν, οὐδὲν ἂν ὤνησεν, ἀλλὰ διεφθαρμένην τὴν ἐκεῖ στρατιὰν κατέλαβε. πιεζόμενοι γὰρ τῇ σπάνει τῶν ἀναγκαίων οἱ κατέχοντες τὸν λόφον ἐξῆλθον ὡς τὸν εὐπρεπέστατον αἱρησόμενοι τῶν θανάτων, καὶ συμβαλόντες τοῖς πολεμίοις ἐμάχοντο κεκμηκότες οἱ πλείους τὰ σώματα λιμῷ τε καὶ δίψῃ καὶ ἀγρυπνίᾳ καὶ τῇ
 
ἄλλῃ κακώσει. μετʼ οὐ πολὺ δʼ ὡς τὸ τοῦ Φαβίου στράτευμα προσιὸν ὤφθη πολύ τε καὶ συντεταγμένον, θάρσος μὲν ἔφερε τοῖς σφετέροις, δέος δὲ τοῖς πολεμίοις· καὶ οἱ Τυρρηνοὶ οὐκέτι ἀξιόμαχοι εἶναι νομίσαντες πρὸς ἀγαθήν τε καὶ ἀκμῆτα δύναμιν εἰς ἀγῶνα χωρεῖν, ᾤχοντο ἐκλιπόντες τοὺς χάρακας. ὡς δʼ εἰς ταὐτὸ συνῆλθον αἱ τῶν Ῥωμαίων δυνάμεις ἀμφότεραι, στρατόπεδόν τε ποιοῦνται μέγα πλησίον τῆς πόλεως ἐν ἐχυρῷ, καὶ πολλὰς ἡμέρας αὐτόθι διατρίψαντες καὶ τὴν ἀρίστην τῶν Οὐιεντανῶν χώραν λεηλατήσαντες ἀπῆγον ἐπʼ οἴκου τὴν στρατιάν.
 
ὡς δʼ ἔγνωσαν οἱ Οὐιεντανοὶ τὰς δυνάμεις τῶν Ῥωμαίων ἀφειμένας ἀπὸ τῶν σημαιῶν, τὴν εὔζωνον ἀναλαβόντες νεότητα, ἥν τʼ αὐτοὶ συντεταγμένην εἶχον καὶ τὴν παρὰ τῶν πλησιοχώρων παροῦσαν, ἐμβάλλουσιν εἰς τὰ προσκείμενα τῇ σφετέρᾳ χώρᾳ πεδία, καὶ διαρπάζουσι καρπῶν τε καὶ βοσκημάτων καὶ ἀνθρώπων ὄντα μεστά. κατέβησαν γὰρ ἐκ τῶν ἐρυμάτων οἱ γεωργοὶ χιλοῦ τε τῶν βοσκημάτων ἕνεκα καὶ ἐργασίας τῶν ἀγρῶν πιστεύοντες τῇ σφετέρᾳ στρατιᾷ προκαθημένῃ καὶ οὐ φθάσαντες ἀπελθούσης ἀνασκευάσασθαι πάλιν, οὐκ ἐλπίσαντες τοσαῦτα κεκακωμένους τοὺς Οὐιεντανοὺς ταχεῖαν οὕτως ἀντεπιχείρησιν κατὰ τοῦ ἀντιπάλου ποιήσεσθαι.
 
αὕτη χρόνου μὲν μήκει βραχεῖα ἐγένετο ἡ τῶν Οὐιεντανῶν εἰς τὴν Ῥωμαίων γῆν ἐμβολή, πλήθει δὲ χώρας, ἣν ἐπῆλθον, ἐν τοῖς πάνυ μεγάλη, καὶ ἀχθηδόνα σὺν αἰσχύνῃ Ῥωμαίοις ἀήθη παρέσχεν ἄχρι Τιβέριός τε ποταμοῦ καὶ ὄρους Ἰανίκλου στάδια τῆς Ῥώμης οὐδʼ εἴκοσιν ἀφεστῶτος ἀφικομένη. ἡ κωλύσουσα γὰρ δύναμις ἐπὶ πλεῖον χωρεῖν τὰ πολέμια οὐκ ἦν ὑπὸ σημαίαις. ἔφθασε γοῦν τὸ τῶν Οὐιεντανῶν στράτευμα πρὶν ἢ συνελθεῖν τε καὶ λοχισθῆναι τοὺς Ῥωμαίους ἀπελθόν.
 
συναχθείσης δὲ μετὰ τοῦτο τῆς βουλῆς ὑπὸ τῶν ὑπάτων καὶ σκέψεως γενομένης, τίνα χρὴ πολεμεῖν τοῖς Οὐιεντανοῖς τρόπον, ἡ νικῶσα ἦν γνώμη, στράτευμα συνεστηκὸς ἔχειν ἐπὶ τοῖς ὁρίοις, ὃ διὰ φυλακῆς ἕξει τὴν χώραν θυραυλοῦν καὶ αἰεὶ μένον ἐν τοῖς ὅπλοις. ἐλύπει δʼ αὐτοὺς ἥ τʼ εἰς τοὺς φρουροὺς δαπάνη πολλὴ σφόδρα ἐσομένη, τοῦ τε κοινοῦ ταμιείου διὰ τὰς συνεχεῖς στρατείας ἐξαναλωμένου καὶ τῶν ἰδίων βίων ἀπειρηκότων ταῖς εἰσφοραῖς· καὶ ἔτι μᾶλλον ἡ τῶν ἀποσταλησομένων φρουρῶν καταγραφὴ τίνα τρόπον ἂν γένοιτο, ὡς οὐκ ἂν ἑκουσίων γέ τινων προκειμένων ἁπάντων, καὶ μὴ ἐκ διαδοχῆς, ἀλλὰ συνεχῶς ταλαιπωρεῖν ὑποστησομένων.
 
ἀδημονούσης δʼ αὐτῆς ἐπʼ ἀμφοτέροις τούτοις συγκαλέσαντες οἱ δύο Φάβιοι τοὺς μετέχοντας τοῦ σφετέρου γένους καὶ βουλευσάμενοι μετʼ αὐτῶν ὑπέσχοντο τῇ βουλῇ τοῦτο τὸ κινδύνευμα αὐτοὶ περὶ πάντων ἑκόντες ὑπομενεῖν, πελάτας τε τοὺς ἑαυτῶν ἐπαγόμενοι καὶ φίλους καὶ τέλεσι τοῖς ἰδίοις, ὅσον ἂν χρόνον ὁ πόλεμος διαμένῃ, στρατευόμενοι.
 
ἀγασθέντων δʼ αὐτοὺς ἁπάντων τοῦ γενναίου τῆς προθυμίας καὶ τὸ νικᾶν παρʼ ἓν τοῦτο τὸ ἔργον τιθεμένων, κλεινοὶ καὶ περιβόητοι καθʼ ὅλην τὴν πόλιν ὄντες ἐξῄεσαν ἀναλαβόντες τὰ ὅπλα σὺν εὐχαῖς καὶ θυσίαις. ἡγεῖτο δʼ αὐτῶν Μάρκος Φάβιος ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει καὶ νικήσας τοὺς Τυρρηνοὺς τῇ μάχῃ, τετρακισχιλίους μάλιστα ἐπαγόμενος, ὧν τὸ μὲν πλεῖον πελατῶν τε καὶ ἑταίρων ἦν, ἐκ δὲ τοῦ Φαβίων γένους ἓξ καὶ τριακόσιοι ἄνδρες. εἵπετο δʼ αὐτοῖς μετʼ οὐ πολὺ καὶ ἡ Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Καίσων Φάβιος ὁ ἕτερος τῶν ὑπάτων.
 
γενόμενοι δὲ ποταμοῦ Κρεμέρας πλησίον, ὃς οὐ μακρὰν ἀπέχει τῆς Οὐιεντανῶν πόλεως, ὑπὲρ ὄχθου τινὸς ἀποτόμου καὶ περιρρῶγος ἐπετείχιζον αὐτοῖς φρούριον ἱκανὸν φυλάττεσθαι τοσαύτῃ στρατιᾷ τάφρους τʼ ὀρυξάμενοι περὶ αὐτὸ διπλᾶς καὶ πύργους ἐγείραντες πυκνούς· καὶ ὠνομάσθη τὸ φρούριον ἐπὶ τοῦ ποταμοῦ Κρεμέρα. οἷα δὲ πολυχειρίας τʼ ἐργαζομένης καὶ ὑπάτου συλλαμβάνοντος,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi