Kitap 8
58.4
ὡς δʼ οὐδὲν τῆς φιλονεικίας ἐγίνετο πέρας, ἡμέραν προειπὼν ὁ Τύλλος, ἐν ᾗ τὸν Μάρκιον ἐκέλευσεν ἥκειν τὴν ἀρχὴν ἀποθησόμενον καὶ δίκην ὑφέξοντα τῆς προδοσίας, θρασυτάτους τʼ ἄνδρας εὐεργεσιῶν ἐλπίσιν ἐπάρας ἀρχηγοὺς ἀνοσίου ἔργου γενέσθαι, παρῆν εἰς τὴν ἀποδειχθεῖσαν ἀγορὰν καὶ παρελθὼν ἐπὶ τὸ βῆμα πολλῇ κατηγορίᾳ ἐχρήσατο τοῦ Μαρκίου, καὶ εἰ μὴ βούλοιτο ἀποθέσθαι τὴν ἀρχὴν ἑκών, τῷ δήμῳ παρεκελεύετο παύειν αὐτὸν ἁπάσῃ δυνάμει.
59.1
ἀναβάντος δὲ τοῦ ἀνδρὸς ἐπὶ τὴν ἀπολογίαν βοή τε πολλὴ κωλύουσα τοὺς λόγους ἐκ τῆς ἑταιρίας τῆς περὶ τὸν Τύλλον ἐγίνετο· καὶ μετὰ ταῦτα “παῖε” καὶ “βάλλε” φωνοῦντες περιίστανται αὐτὸν οἱ θρασύτατοι καὶ συναράττοντες τοῖς λίθοις ἀποκτιννύουσιν. ἐρριμμένου δʼ αὐτοῦ χαμαὶ κατὰ τὴν ἀγορὰν οἵ τε παραγενόμενοι τῷ πάθει καὶ οἱ μετὰ ταῦτʼ ἤδη νεκροῦ ὄντος ἀφικόμενοι τόν τʼ ἄνδρα τῆς τύχης ὠδύροντο ὡς οὐ καλὰς εἰληφότα παρὰ σφῶν ἀμοιβάς, ἐπιλεγόμενοι πάντα ὅσα τὸ κοινὸν ὠφέλησε, καὶ τοὺς δράσαντας τὸν φόνον ἐπόθουν λαβεῖν ὡς ἀνόμου ἔργου καὶ ἀσυμφόρου ταῖς πόλεσιν ἄρξαντας, ἄνευ δίκης ἐν χειρῶν νόμῳ
59.2
τινὰ ἀποκτεῖναι καὶ ταῦθʼ ἡγεμόνα. μάλιστα δʼ ἠγανάκτουν οἱ ταῖς στρατείαις αὐτοῦ παραγενόμενοι, καὶ ἐπειδὴ ζῶντι αὐτῷ οὐχ ἱκανοὶ ἐγένοντο κωλυταὶ τῆς συμφορᾶς, τὰς μετὰ τὸν θάνατον ὀφειλομένας ἔγνωσαν ἀποδιδόναι χάριτας, συμφέροντες εἰς τὴν ἀγοράν, ὅσων ἔδει τοῖς ἀγαθοῖς ἀνδράσιν εἰς τὴν ἀναγκαίαν τιμήν.