Kitap 8
47.5
ἐμοὶ γὰρ τὰ μὲν ἄλλα, ὦ μῆτερ, ἀγαθὰ κρείττονα ἐλπίδων καὶ μείζονα εὐχῆς παρὰ θεῶν τε καὶ ἀνθρώπων ἀπήντηται, ἡ δὲ περὶ σοῦ φροντίς, ᾗ τὰς γηροβοσκοὺς οὐκ ἀπέδωκα χάριτας, ἐντετηκυῖα τοῖς σπλάγχνοις πικρὸν ἐποίει καὶ ἀνόνητον ἁπάντων τῶν ἀγαθῶν τὸν βίον. εἰ σὲ σὺν ἐμοὶ τάξεις σεαυτὴν καὶ τῶν ἐμῶν κοινωνεῖν ἐθελήσεις ἁπάντων, οὐθενὸς ἔτι μοι δεήσει τῶν ἀνθρωπίνων ἀγαθῶν.
48.1
παυσαμένου δʼ αὐτοῦ μικρὸν ἡ Οὐετουρία ἐπισχοῦσα χρόνον, ἕως ὁ τῶν περιεστηκότων ἔπαινος ἐπαύσατο πολύς τε καὶ μέχρι πολλοῦ γενόμενος, λέγει πρὸς αὐτόν· ἀλλʼ ἔγωγέ σε, ὦ Μάρκιε τέκνον, οὔτε προδότην Οὐολούσκων γενέσθαι ἀξιῶ, οἵ σε φεύγοντα ὑποδεξάμενοι τοῖς τʼ ἄλλοις ἐτίμησαν καὶ τὴν ἑαυτῶν ἡγεμονίαν ἐπίστευσαν, οὔτε παρὰ τὰς ὁμολογίας καὶ τοὺς ὅρκους, οὓς ἔδωκας αὐτοῖς, ὅτε τὰς δυνάμεις παρελάμβανες, ἄνευ κοινῆς γνώμης ἰδίᾳ καταλύσασθαι τὴν ἔχθραν βούλομαι· μηδʼ ὑπολάβῃς τὴν σεαυτοῦ μητέρα τοσαύτης ἀναπεπλῆσθαι θεοβλαβείας, ὥστε τὸν ἀγαπητὸν καὶ μόνον υἱὸν εἰς αἰσχρὰς καὶ
48.2
ἀνοσίους πράξεις παρακαλεῖν. ἀλλὰ μετὰ κοινῆς γνώμης ἀποστῆναί σε ἀξιῶ τοῦ πολέμου, πείσαντα τοὺς Οὐολούσκους μετριάσαι περὶ τὰς διαλλαγὰς καὶ ποιήσασθαι τὴν εἰρήνην ἀμφοτέροις τοῖς ἔθνεσι καλὴν καὶ πρέπουσαν. τοῦτο δὲ γένοιτʼ ἄν, εἰ νῦν μὲν ἀναστήσας τὴν στρατιὰν ἀπαγάγοις ἐνιαυσίους ποιησάμενος ἀνοχάς, ἐν δὲ τῷ μεταξὺ χρόνῳ πρέσβεις ἀποστέλλων τε καὶ δεχόμενος ἀληθῆ φιλίαν πράττοις καὶ