Kitap 8
γενόμενος δʼ ἐν ἡμέραις τριάκοντα πόλεων ἑπτὰ κύριος ἧκεν ἐπὶ τὴν Ῥώμην ἄγων πολὺ πλείω στρατιὰν τῆς προτέρας καὶ σταδίους ἀποσχὼν τῆς πόλεως ὀλίγῳ πλείους τῶν τριάκοντα παρὰ τὴν ἐπὶ Τυσκλανοὺς φέρουσαν ὁδὸν κατεστρατοπέδευσεν. ἐν ᾧ δὲ τὰς Λατίνων ἐξῄρει τε καὶ προσήγετο πόλεις, Ῥωμαίοις πρὸς τὰς ἐπιταγὰς αὐτοῦ πολλὰ βουλευσαμένοις ἔδοξε μηδὲν ἀνάξιον ποιεῖν τῆς πόλεως, ἀλλʼ ἐὰν μὲν ἀπέλθωσιν αὐτῶν ἐκ τῆς χώρας Οὐολοῦσκοι καὶ τῆς τῶν συμμάχων τε καὶ ὑπηκόων γῆς, καὶ καταλυσάμενοι τὸν πόλεμον πρέσβεις ἀποστείλωσι τοὺς διαλεξομένους περὶ φιλίας, προβουλεῦσαι τὸ συνέδριον, ἐφʼ οἷς ἔσονται δικαίοις φίλοι, καὶ τὰ βουλευθέντα εἰς τὸν δῆμον ἐξενεγκεῖν· ἕως δʼ ἂν ἐν τῇ χώρᾳ μένοντες αὐτῶν καὶ τῶν συμμάχων ἔργα πράττωσι πολεμίων,
μηθὲν αὐτοῖς ψηφίζεσθαι φιλάνθρωπον. πολὺς γὰρ δὴ Ῥωμαίοις ἀεὶ λόγος τοῦ μηθὲν δρᾶσαί ποτʼ ἐξ ἐπιτάγματος μηδὲ φόβῳ πολεμίων εἴξαντας, σπεισαμένοις δὲ τοῖς διαφόροις καὶ παρασχοῦσιν ἑαυτοὺς ὑπηκόους χαρίζεσθαί τε καὶ ἐπιτρέπειν ὅτου δέοιντο τῶν μετρίων. καὶ τοῦτο τὸ φρόνημα ἐν πολλοῖς καὶ μεγάλοις κινδύνοις φυλάττουσα ἡ πόλις κατά τε τοὺς ὀθνείους καὶ τοὺς ἐμφυλίους πολέμους μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου διατετέλεκε.
ταῦτα ψηφισαμένης τῆς βουλῆς καὶ πρεσβευτὰς ἑτέρους ἑλομένης δέκα ἄνδρας ἐκ τῶν ὑπατικῶν τοὺς ἀξιώσοντας τὸν ἄνδρα μηθὲν ἐκφέρειν ἐπίταγμα βαρὺ μηδʼ ἀνάξιον τῆς πόλεως, ἀλλὰ καταλύσαντα τὴν ἔχθραν καὶ ἀναστήσαντα τὴν δύναμιν ἐκ τῆς χώρας πειθοῖ καὶ διὰ λόγων συμβατηρίων ταῦτα πειρᾶσθαι πράττειν, εἰ βούλεται βεβαίους τε καὶ εἰς ἀεὶ διαμενούσας ποιήσασθαι τὰς ὁμολογίας τῶν πόλεων, ὡς τῶν γε ὑπʼ ἀνάγκης τινὸς ἢ καιροῦ συγχωρουμένων καὶ ἰδιώταις καὶ πόλεσιν ἅμα τῷ μεταπεσεῖν τοὺς καιροὺς ἢ τὰς ἀνάγκας εὐθὺς διαλυομένων· οἱ μὲν ἀποδειχθέντες ὑπʼ αὐτῆς πρέσβεις ἅμα τῷ πυθέσθαι τὴν παρουσίαν τοῦ Μαρκίου πορευθέντες ὡς αὐτὸν πολλὰ ἐπαγωγὰ διελέγοντο φυλάττοντες καὶ ἐν τοῖς λόγοις τὸ ἀξίωμα τῆς πόλεως.
ὁ δὲ Μάρκιος ἄλλο μὲν οὐδὲν αὐτοῖς ἀπεκρίνατο, συνεβούλευε δὲ κρεῖττόν τι βουλευσαμένους ἥκειν τριῶν ἐντὸς ἡμερῶν· ταύτας γὰρ αὐτοῖς ἔσεσθαι μόνας ἀνοχὰς τοῦ πολέμου. βουλομένων δέ τι πρὸς ταῦτα λέγειν τῶν ἀνδρῶν οὐκ ἐπέτρεψεν, ἀλλʼ ἀπιέναι τὴν ταχίστην ἐκέλευσεν ἐκ τοῦ χάρακος, ἀπειλήσας ὡς, εἰ μὴ ποιήσουσιν, ὡς κατασκόποις χρήσεται· κἀκεῖνοι σιωπῇ ἀπιόντες εὐθὺς ᾤχοντο.
μαθόντες δʼ οἱ βουλευταὶ παρὰ τῶν πρέσβεων τὰς αὐθάδεις ἀποκρίσεις %5τε καὶ ἀπειλὰς τοῦ Μαρκίου στρατιὰν μὲν ὑπερόριον ἐξάγειν οὐδὲ τότε ἐψηφίσαντο, εἴτε τὸ ἀπειροπόλεμον τῶν σφετέρων στρατιωτῶν· νεοσύλλεκτοι γὰρ οἱ πλείους ἦσαν αὐτῶν· εὐλαβηθέντες, εἴτε τὴν ἀτολμίαν τῶν ὑπάτων· ἥκιστα γὰρ ἐν αὐτοῖς τὸ δραστήριον ἦν· σφαλερὰν ἡγησάμενοι τηλικοῦτον ἀναιρεῖσθαι ἀγῶνα, εἴτʼ ἄρα καὶ τοῦ δαιμονίου σφίσιν ἐναντιουμένου πρὸς τὴν ἔξοδον δι᾽ οἰωνῶν ἢ χρησμῶν Σιβυλλείων ἤ τινος ὀττείας πατρίου, ὧν οὐκ ἠξίουν οἱ τότʼ ἄνθρωποι καθάπερ οἱ νῦν ὑπερορᾶν· φυλάττειν δὲ τὴν πόλιν ἐπιμελεστέρᾳ φυλακῇ καὶ ἀπὸ τῶν ἐρυμάτων τοὺς ἐπιόντας ἀμύνεσθαι διέγνωσαν.
ταῦτα δὲ πράττοντες καὶ παρασκευαζόμενοι τῆς τʼ ἐλπίδος οὔπω ἀφιστάμενοι ὡς δυνατὸν ὑπάρχον ἔτι μεταπεισθῆναι τὸν Μάρκιον, εἰ μείζονι καὶ τιμιωτέρᾳ πρεσβείᾳ δεηθεῖεν αὐτοῦ, ψηφίζονται τούς θʼ ἱεροφάντας καὶ τοὺς οἰωνοσκόπους καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι τιμήν τινα ἱερὰν ἢ λειτουργίαν περὶ τὰ θεῖα δημοτελῆ λαβόντες εἶχον· εἰσὶ δὲ παρʼ αὐτοῖς ἱερεῖς καὶ θεραπευταὶ θεῶν πάνυ πολλοὶ καὶ αὐτοὶ οὗτοι διαφανέστατοι τῶν ἄλλων κατά τʼ οἴκους πατέρων καὶ ἀρετῆς οἰκείας ἀξίωσιν· ἔχοντας ἅμʼ αὐτοῖς τῶν ὀργιαζομένων τε καὶ θεραπευομένων θεῶν τὰ σύμβολα καὶ τὰς ἱερὰς ἀμπεχομένους ἐσθῆτας ἀθρόους ἐπὶ τὸν χάρακα τῶν πολεμίων πορεύεσθαι τοὺς αὐτοὺς φέροντας τοῖς προτέροις λόγους.
ὡς δʼ ἀφίκοντο οἱ ἄνδρες καὶ ἔλεξαν, ὅσα ἡ βουλὴ αὐτοῖς ἐπέστελλεν, οὐδὲ τούτοις ἔδωκεν ὁ Μάρκιος ἀπόκρισιν ὑπὲρ ὧν ἠξίουν, ἀλλʼ ἢ τὰ κελευόμενα ποιεῖν συνεβούλευεν ἀπιόντας, εἰ θέλουσιν εἰρήνην ἄγειν, ἢ προσδέχεσθαι τὸν πόλεμον ἥξοντα πρὸς τὴν πόλιν, καὶ τὸ λοιπὸν ἀπεῖπε μὴ διαλέγεσθαι πρὸς αὐτόν.
ὡς δὲ καὶ ταύτης ἀπέτυχον τῆς πείρας οἱ Ῥωμαῖοι, πᾶσαν ἐλπίδα διαλλαγῆς ἀπογνόντες ὡς πολιορκησόμενοι παρεσκευάζοντο τοὺς μὲν ἀκμαιοτάτους ὑπὸ τῇ τάφρῳ καὶ παρὰ ταῖς πύλαις %5τάξαντες, τοὺς δʼ ἀφειμένους ἤδη στρατείας, οἷς ἔτι τὰ σώματα ἱκανὰ ἦν κακοπαθεῖν, ἐπὶ τοῖς τείχεσιν.
αἱ δὲ γυναῖκες αὐτῶν, ὡς ἐγγὺς ὄντος ἤδη τοῦ δεινοῦ, καταλιποῦσαι τῆς οἴκοι μονῆς τὸ εὐπρεπὲς ἔθεον ἐπὶ τὰ τεμένη τῶν θεῶν ὀλοφυρόμεναί τε καὶ προκυλιόμεναι τῶν ξοάνων· καὶ ἦν ἅπας μὲν ἱερὸς τόπος οἰμωγῆς τε καὶ ἱκετείας γυναικῶν ἀνάπλεως, μάλιστα δὲ τὸ τοῦ Καπετωλίου Διὸς ἱερόν.
ἔνθα δή τις αὐτῶν γένει τε καὶ ἀξιώματι προὔχουσα καὶ ἡλικίας ἐν τῷ κρατίστῳ τότʼ οὖσα καὶ φρονῆσαι τὰ δέοντα ἱκανωτάτη, Οὐαλερία μὲν ὄνομα, Ποπλικόλα δὲ τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν ἀδελφή, θείῳ τινὶ παραστήματι κινηθεῖσα ἐπὶ τῆς ἀνωτάτω κρηπῖδος ἔστη τοῦ νεὼ καὶ προσκαλεσαμένη τὰς ἄλλας γυναῖκας πρῶτον μὲν παρεμυθήσατο καὶ παρεθάρρυνεν ἀξιοῦσα μὴ καταπεπλῆχθαι τὸ δεινόν· ἔπειτα ὑπέσχετο μίαν εἶναι σωτηρίας ἐλπίδα τῇ πόλει, ταύτην δʼ ἐν αὐταῖς εἶναι μόναις καταλειπομένην, ἐὰν
ἐθελήσωσι πράττειν, ἃ δεῖ. καί τις εἶπεν ἐξ αὐτῶν· καὶ τί πράττουσαι ἂν ἡμεῖς αἱ γυναῖκες διασῶσαι δυνηθείημεν τὴν πατρίδα τῶν ἀνδρῶν ἀπειρηκότων; τίς ἡ τοσαύτη περὶ ἡμᾶς τὰς ἀσθενεῖς καὶ ταλαιπώρους ἐστὶν ἰσχύς; οὐχὶ ὅπλων, ἔφησεν ἡ Οὐαλερία, καὶ χειρῶν δεομένη· τούτων μὲν γὰρ ἀπολέλυκεν ἡμᾶς ἡ φύσις· ἀλλʼ εὐνοίας καὶ λόγου. βοῆς δὲ μετὰ τοῦτο γενομένης καὶ δεομένων ἁπασῶν φανερὸν ποιεῖν, ἥτις ἐστὶν ἡ ἐπικουρία, λέγει πρὸς αὐτάς·
ταύτην ἔχουσαι τὴν πιναράν τε καὶ ἄκοσμον ἐσθῆτα καὶ τὰς ἄλλας παραλαβοῦσαι γυναῖκας καὶ τὰ τέκνα ἐπαγόμεναι βαδίζωμεν ἐπὶ τὴν Οὐετουρίας τῆς Μαρκίου μητρὸς οἰκίαν· καὶ πρὸ τῶν γονάτων αὐτῆς τὰ τέκνα θεῖσαι, δεώμεθα μετὰ δακρύων ἡμᾶς τʼ οἰκτείρασαν τὰς μηθενὸς κακοῦ αἰτίας καὶ τὴν ἐν ἐσχάτοις κινδύνοις οὖσαν πατρίδα προελθεῖν ἐπὶ τὸν χάρακα τῶν πολεμίων, ἄγουσαν τούς θʼ υἱωνοὺς καὶ τὴν μητέρα αὐτῶν καὶ ἡμᾶς ἁπάσας· ἀκολουθῶμεν γὰρ αὐτῇ τὰ παιδία ἐπαγόμεναι· ἔπειτα ἱκέτιν γενομένην τοῦ τέκνου, ἀξιοῦν καὶ δεῖσθαι μηδὲν
ἀνήκεστον κατὰ τῆς πατρίδος ἐξεργάσασθαι. ὀλοφυρομένης γὰρ αὐτῆς καὶ ἀντιβολούσης οἶκτός τις εἰσελεύσεται τὸν ἄνδρα καὶ λογισμὸς ἥμερος. οὐχ οὕτω στερρὰν καὶ ἄτρωτον ἔχει καρδίαν, ὥστʼ ἀνασχέσθαι μητέρα πρὸς τοῖς ἑαυτοῦ γόνασι κυλιομένην.
ὡς δʼ ἐπῄνεσαν αἱ παροῦσαι τὸν λόγον, εὐξαμένη τοῖς θεοῖς πειθὼ καὶ χάριν αὐτῶν περιθεῖναι τῇ δεήσει προῆλθεν ἐκ τοῦ τεμένους, αἱ δʼ ἠκολούθουν. καὶ μετὰ τοῦτο παραλαβοῦσαι τὰς ἄλλας γυναῖκας ἐπορεύοντο ἐπὶ τὴν οἰκίαν τῆς Μαρκίου μητρὸς ἀθρόαι. ἰδοῦσα δʼ αὐτὰς προσιούσας ἡ τοῦ Μαρκίου γυνὴ Οὐολουμνία πλησίον καθημένη τῆς ἑκυρᾶς ἐθαύμασέ τε καὶ εἶπε· τίνος δεόμεναι, γυναῖκες, ἐληλύθατε κατὰ πλῆθος εἰς οἰκίαν δύστηνον καὶ ταπεινήν;
καὶ ἡ Οὐαλερία ἔλεξεν· ἐν ἐσχάτοις οὖσαι κινδύνοις καὶ αὐταὶ καὶ τὰ νήπια ταῦτα καταπεφεύγαμεν ἱκέτιδες ἐπὶ σέ, ὦ Οὐετουρία, τὴν μόνην καὶ μίαν βοήθειαν, ἀξιοῦσαί δε πρῶτον μὲν οἰκτεῖραι τὴν κοινὴν πατρίδα, ἣν οὐθενὶ πώποτε γενομένην ὑποχείριον μὴ περιίδῃς ἀφαιρεθεῖσαν ὑπʼ Οὐολούσκων τὴν ἐλευθερίαν, εἰ δὴ καὶ φείσονται αὐτῆς κρατήσαντες, ἀλλʼ οὐ πρόρριζον ἐπιχειρήσουσιν ἀνελεῖν· ἔπειτα ὑπὲρ ἡμῶν αὐτῶν ἀντιβολοῦσαι καὶ τῶν δυστήνων παιδίων τούτων, ἵνα μὴ πέσωμεν εἰς ἐχθρῶν ὕβριν οὐθενὸς οὖσαι τῶν συμβεβηκότων ὑμῖν κακῶν αἴτιαι.
εἴ τις ἐστὶν ἐν σοὶ ψυχῆς ἡμέρου καὶ φιλανθρώπου καταλειπομένη μερίς, ἐλέησον, ὦ Οὐετουρία, γυνὴ γυναῖκας κοινωνησάσας ἱερῶν ποτε καὶ ὁσίων, καὶ παραλαβοῦσα μετὰ σεαυτῆς Οὐολουμνίαν τε τὴν ἀγαθὴν γυναῖκα καὶ τοὺς παῖδας αὐτῆς καὶ τὰς ἱκέτιδας ἡμᾶς φερούσας τὰ νήπια ταυτὶ καὶ αὐτὰς γενναίας ἴθι πρὸς τὸν υἱὸν καὶ πεῖθε καὶ λιπάρει καὶ μὴ ἀνῇς δεομένη, μίαν ἀντὶ πολλῶν χάριν αἰτοῦσα παρʼ αὐτοῦ σπείσασθαι πρὸς τοὺς ἑαυτοῦ πολίτας καὶ κατελθεῖν εἰς τὴν δεομένην ἀπολαβεῖν αὐτὸν πατρίδα· πείσεις γάρ, εὖ ἴσθι, καὶ οὐ περιόψεταί σε ἐρριμμένην παρὰ τοῖς ἑαυτοῦ ποσὶν ἀνὴρ εὐσεβής.
καταγαγοῦσα δὲ τὸν υἱὸν εἰς τὴν πόλιν αὐτή τʼ ἀθάνατον ἕξεις κλέος ὥσπερ εἰκὸς ἐκ τηλικούτου κινδύνου καὶ φόβου ῥυσαμένη τὴν πατρίδα, καὶ ἡμῖν τιμῆς τινος αἰτία παρὰ τοῖς ἀνδράσιν ἔσῃ, ὅτι τὸν οὐ δυνηθέντα ὑπʼ ἐκείνων διασκεδασθῆναι πόλεμον αὐταὶ διελύσαμεν· ἐκείνων τʼ ἀληθῶς ἔγγονοι τῶν γυναικῶν φανησόμεθα, αἳ τὸν συστάντα Ῥωμύλῳ πρὸς Σαβίνους πόλεμον αὐταὶ πρεσβευσάμεναι διελύσαντο καὶ συναγαγοῦσαι τούς θʼ ἡγεμόνας καὶ τὰ ἔθνη μεγάλην ἐκ μικρᾶς ἐποίησαν τὴν πόλιν.
καλὸς ὁ κίνδυνος, ὦ Οὐετουρία, τὸν υἱὸν κομίσασθαι, ἐλευθερῶσαι τὴν πατρίδα, σῶσαι τὰς ἑαυτῆς πολίτιδας, κλέος ἀρετῆς ἀθάνατον τοῖς ἐσομένοις καταλιπεῖν. δὸς ἡμῖν ἑκοῦσα καὶ μετὰ προθυμίας τὴν χάριν καὶ σπεῦσον, ὦ Οὐετουρία· βουλὴν γὰρ ἢ χρόνον ὁ κίνδυνος ὀξὺς ὢν οὐκ ἐπιδέχεται.
ἡ μὲν δὴ ταῦτʼ εἰποῦσα καὶ πολλὰ προεμένη δάκρυα ἐσίγησεν· ὀδυρομένων δὲ καὶ τῶν ἄλλων γυναικῶν καὶ πολλὰς δεήσεις ποιουμένων μικρὸν ἐπισχοῦσα ἡ Οὐετουρία καὶ δακρύσασα εἶπεν· εἰς ἀσθενῆ καὶ λεπτὴν ἐλπίδα καταπεφεύγατε, ὦ Οὐαλερία, τὴν ἐξ ἡμῶν τῶν ἀθλίων γυναικῶν βοήθειαν, αἷς ἡ μὲν εὔνοια ἡ πρὸς τὴν πατρίδα πάρεστι καὶ τὸ θέλειν σώζεσθαι τοὺς πολίτας, οἷοί ποτέ εἰσιν, ἡ δʼ ἰσχὺς καὶ
τὸ δύνασθαι ποιεῖν ἃ θέλομεν ἄπεστιν. ἀπέστραπται γὰρ ἡμᾶς, ὦ Οὐαλερία, Μάρκιος, ἐξ οὗ τὴν πικρὰν ἐκείνην ὁ δῆμος αὐτοῦ κατέγνω δίκην, καὶ μεμίσηκε τὴν οἰκίαν ὅλην ἅμα τῇ πατρίδι· τοῦτο δʼ ὑμῖν οὐ παρʼ ἄλλου τινός, ἀλλὰ παρʼ αὐτοῦ Μαρκίου μαθοῦσαι λέγειν ἔχομεν. ὅτε γὰρ ἁλοὺς τὴν δίκην ἦλθεν εἰς τὴν οἰκίαν προπεμπόμενος ὑπὸ τῶν ἑταίρων, καταλαβὼν ἡμᾶς καθημένας ἐν πενθίμοις τρύχεσι, ταπεινάς, κρατούσας ἐν τοῖς γόνασι τὰ τέκνα αὐτοῦ στενούσας τε οἷα εἰκὸς καὶ ἀνακλαιομένας τὴν καθέξουσαν ἡμᾶς τύχην στερομένας ἐκείνου, στὰς μικρὸν ἄπωθεν ἡμῶν ἄδακρυς ὥσπερ λίθος καὶ ἀτενής·
οἴχεται, φησίν, ὑμῖν Μάρκιος, ὦ μῆτερ ἅμα καὶ σύ, ὦ Οὐολουμνία, κρατίστη γυναικῶν, ἐξελασθεὶς ὑπὸ τῶν πολιτῶν, ὅτι γενναῖος ἦν καὶ φιλόπολις καὶ πολλοὺς ὑπέμεινεν ὑπὲρ τῆς πατρίδος ἀγῶνας. ἀλλʼ ὡς πρέπει γυναιξὶν ἀγαθαῖς, οὕτω φέρετε τὰς συμφορὰς μηδὲν ἄσχημον ποιοῦσαι μηδὲ ἀγεννές, καὶ τὰ παιδία ταῦτα παραμύθια τῆς ἐμῆς ἐρημίας ἔχουσαι τρέφετε ἀξίως ὑμῶν τε καὶ τοῦ γένους· οἷς θεοὶ δοῖεν εἰς ἄνδρας ἐλθοῦσι τύχην μὲν κρείττονα τοῦ πατρός, ἀρετὴν δὲ μὴ χείρονα· καὶ χαίρετε. ἀπέρχομαι γὰρ ἤδη καταλιπὼν τὴν οὐκέτι χωροῦσαν ἄνδρας ἀγαθοὺς πόλιν. καὶ ὑμεῖς, ὦ θεοὶ κτήσιοι καὶ ἑστία πατρῴα καὶ δαίμονες οἱ κατέχοντες τοῦτον τὸν τόπον, χαίρετε.
ὡς δὲ ταῦτʼ εἶπεν, ἡμεῖς μὲν αἱ δυστυχεῖς ἃς τὸ πάθος ἀπῄτει φωνὰς ἀναβοῶσαι καὶ παίουσαι τὰ στήθη περιεχύθημεν αὐτῷ τοὺς ἐσχάτους ἀσπασμοὺς κομιούμεναι· τῶν δὲ παιδίων τούτων ἐγὼ μὲν τὸ πρεσβύτερον ἦγον, ἡ δὲ μήτηρ τὸ νεώτερον εἶχεν ἐπὶ τῆς ἀγκάλης· ὁ δʼ ἀποστραφεὶς καὶ παρωσάμενος ἡμᾶς εἶπεν· οὔτε σὸς υἱὸς ἔτι, μῆτερ, ἔσται τὸν ἀπὸ τοῦδε χρόνον Μάρκιος, ἀλλʼ ἀφῄρηταί σε τὸν γηροβοσκὸν ἡ πατρίς, οὔτε σὸς ἀνὴρ ἀπὸ ταύτης, ὦ Οὐολουμνία, τῆς ἡμέρας, ἀλλʼ εὐτυχοίης ἕτερον ἄνδρα λαβοῦσα εὐδαιμονέστερον ἐμοῦ, οὔθʼ ὑμῶν, ὦ τέκνα φίλτατα, πατήρ, ἀλλʼ ὀρφανοὶ καὶ ἔρημοι παρὰ
ταύταις, ἕως εἰς ἄνδρας ἔλθητε, τραφήσεσθε. ταῦτʼ εἰπὼν ἄλλʼ οὐθὲν οὔτε διοικησάμενος οὔτʼ ἐπιστείλας οὔθʼ ὅποι πορεύεται φράσας ἀπῆλθεν ἐκ τῆς οἰκίας μόνος, ὦ γυναῖκες, ἄδουλος, ἄπορος, οὐδὲ τὴν ἐφήμερον ὁ δύστηνος ἐκ τῶν ἑαυτοῦ χρημάτων τροφὴν ἐπαγόμενος. καὶ τέταρτον ἐνιαυτὸν ἤδη τοῦτον, ἐξ οὗ φεύγει τὴν πατρίδα, πάντας ἡμᾶς ἀλλοτρίους ἑαυτοῦ νενόμικεν, οὐ γράφων οὐθέν, οὐκ ἐπιστέλλων, οὐ
τὰ περὶ ἡμᾶς εἰδέναι βουλόμενος. πρὸς δὴ τοιαύτην ψυχὴν οὕτω σκληρὰν καὶ ἄτρωτον, ὦ Οὐαλερία, τίνα ἰσχὺν ἕξουσιν αἱ παρʼ ἡμῶν δεήσεις, αἷς οὔτʼ ἀσπασμῶν μετέδωκεν οὔτε φιλημάτων οὔτʼ ἄλλης φιλοφροσύνης οὐδεμιᾶς τὴν τελευταίαν πορευόμενος ἐκ τῆς οἰκίας ὁδόν;
ἀλλʼ εἰ καὶ τούτου δεῖσθε ὑμεῖς, ὦ γυναῖκες, καὶ πάντως θέλετε ἀσχημονούσας ἡμᾶς ἰδεῖν, ὑπολάβετε παρεῖναι πρὸς αὐτὸν κἀμὲ καὶ Οὐολουμνίαν ἀγούσας τὰ παιδία· τίνας ἐρῶ πρῶτον ἡ μήτηρ ἐγὼ πρὸς αὐτὸν λόγους, καὶ τίνα δέησιν ποιήσομαι τοῦ υἱοῦ; λέγετε καὶ διδάσκετέ με. φείσασθαι παρακαλῶ τῶν ἑαυτοῦ πολιτῶν, ὑφʼ ὧν ἐκ τῆς πατρίδος ἐξελήλαται καὶ μηθὲν ἀδικῶν; οἰκτίρμονα δὲ καὶ συμπαθῆ πρὸς τοὺς δημοτικοὺς γενέσθαι, παρʼ ὧν οὔτʼ ἐλέου μετέσχεν οὔτε συμπαθείας; ἐγκαταλιπεῖν δʼ ἄρα καὶ προδοῦναι τοὺς ὑποδεξαμένους αὐτοῦ τὴν φυγήν, οἳ πολλὰ καὶ δεινὰ πεπονθότες ὑπʼ αὐτοῦ πρότερον, οὐ πολεμίων μῖσος, ἀλλὰ φίλων καὶ συγγενῶν εὔνοιαν εἰς αὐτὸν ἀπεδείξαντο;
τίνα ψυχὴν λαβοῦσα ἀξιώσω τὸν υἱὸν τὰ μὲν ἀπολέσαντα φιλεῖν, τὰ δὲ σώσαντα ἀδικεῖν; οὐκ εἰσὶν οὗτοι μητρὸς ὑγιαινούσης λόγοι πρὸς υἱὸν οὐδὲ γυναικὸς ἃ δεῖ λογιζομένης πρὸς ἄνδρα· μηδʼ ὑμεῖς βιάζεσθε, γυναῖκες, ἃ μήτε πρὸς ἀνθρώπους δίκαιά ἐστι μήτε πρὸς θεοὺς ὅσια, ταῦθʼ ἡμᾶς αἰτεῖσθαι παρʼ αὐτοῦ, ἀλλʼ ἄφετε τὰς ἐλεεινάς, ὡς πεπτώκαμεν ὑπὸ τῆς τύχης, κεῖσθαι ταπεινὰς μηθὲν ἔτι πλέον ἀσχημονούσας.
παυσαμένης δʼ αὐτῆς τοσοῦτος ὀδυρμὸς ἐκ τῶν παρουσῶν γυναικῶν ἐγένετο, καὶ τηλικαύτη κατέσχε τὸν οἶκον οἰμωγή, ὥστʼ ἐπὶ πολὺ μέρος ἐξακουσθῆναι τῆς πόλεως τὴν βοὴν καὶ μεστοὺς γενέσθαι τοὺς ἐγγὺς τῆς οἰκίας στενωποὺς ὄχλου.
ἔπειθʼ ἥ τε Οὐαλερία πάλιν ἑτέρας ἐξέτεινε μακρὰς καὶ συμπαθεῖς δεήσεις, αἵ τʼ ἄλλαι γυναῖκες αἱ κατὰ φιλίαν ἢ συγγένειαν ἑκατέρᾳ τῶν γυναικῶν προσήκουσαι, καὶ παρέμενον λιπαροῦσαί τε καὶ γονάτων ἁπτόμεναι, ὥστʼ οὐκ ἔχουσα, ὅ τι πάθῃ πρὸς τοὺς ὀδυρμοὺς αὐτῶν καὶ τὰς πολλὰς δεήσεις, εἶξεν ἡ Οὐετουρία καὶ τελέσειν τὴν πρεσβείαν ὑπὲρ τῆς πατρίδος ὑπέσχετο τήν τε γυναῖκα τοῦ Μαρκίου παραλαβοῦσα καὶ τὰ τέκνα καὶ τῶν ἄλλων πολιτίδων τὰς βουλομένας.
αἱ μὲν δὴ περιχαρεῖς γενόμεναι καὶ τοὺς θεοὺς ἐπικαλεσάμεναι συλλαβέσθαι σφίσι τῆς ἐλπίδος ἀπῄεσαν ἐκ τῆς οἰκίας καὶ προσήγγειλαν τὰ γενόμενα τοῖς ὑπάτοις· οἱ δὲ τὴν προθυμίαν αὐτῶν ἐπαινέσαντες συνεκάλουν τὴν βουλὴν καὶ περὶ τῆς ἐξόδου τῶν γυναικῶν, εἰ συγχωρητέον αὐταῖς, γνωμηδὸν ἐπυνθάνοντο. πολλοὶ μὲν οὖν ἐλέχθησαν καὶ παρὰ πολλῶν λόγοι, καὶ μέχρι τῆς ἑσπέρας διετέλεσαν ὅ τι χρὴ ποιεῖν βουλευόμενοι.
οἱ μὲν γὰρ οὐ μικρὸν ἀπέφαινον εἶναι τῇ πόλει κινδύνευμα γυναῖκας ἅμα τέκνοις εἰς πολεμίων στρατόπεδον πορευομένας ἐᾶσαι· εἰ γὰρ αὐτοῖς ὑπεριδοῦσι τῶν νενομισμένων ὁσίων περί τε πρεσβείας καὶ ἱκεσίας δόξειε μηκέτι προίεσθαι τὰς γυναῖκας, ἀμαχητὶ σφῶν ἁλώσεσθαι τὴν πόλιν· ἠξίουν τʼ αὐτὰς μόνον ἐᾶσαι τὰς προσηκούσας τῷ Μαρκίῳ γυναῖκας ἅμα τοῖς τέκνοις αὐτοῦ πορευομένας. ἕτεροι δʼ οὐδὲ ταύταις ᾤοντο δεῖν ἐπιτρέπειν τὴν ἔξοδον, ἐπιμελῶς δὲ καὶ ταύτας παρῄνουν φυλάττειν, ὅμηρα νομίσαντας ἔχειν παρὰ τῶν πολεμίων ἐχέγγυα τοῦ μηδὲν τὴν πόλιν ἀνήκεστον ὑπʼ
αὐτῶν παθεῖν. οἱ δὲ πάσαις συνεβούλευον συγχωρῆσαι ταῖς βουλομέναις γυναιξὶ τὴν ἔξοδον, ἵνα σὺν μείζονι ἀξιώματι αἱ τῷ Μαρκίῳ προσήκουσαι ποιήσωνται τὴν ὑπὲρ τῆς πατρίδος δέησιν. τοῦ δὲ μηθὲν αὐταῖς συμβήσεσθαι δεινὸν ἐγγυητὰς ἀπέφαινον ἐσομένους θεοὺς μὲν πρῶτον, οἷς καθοσιωθεῖσαι τὰς ἱκεσίας ποιήσονται· ἔπειτα τὸν ἄνδρα αὐτόν, πρὸς ὃν ἔμελλον πορεύεσθαι,
πάσης ἀδίκου τε καὶ ἀνοσίου πράξεως καθαρὸν καὶ ἀμίαντον ἐσχηκότα τὸν βίον. ἐνίκα δʼ ὅμως ἡ συγχωροῦσα γνώμη ταῖς γυναιξὶ τὴν ἔξοδον μέγιστον ἀμφοῖν ἐγκώμιον ἔχουσα, τῆς μὲν βουλῆς τοῦ φρονίμου, ὅτι τὰ κράτιστα καὶ γενησόμενα προείδετο οὐδὲν ὑπὸ τοῦ κινδύνου τηλικοῦδε ὄντος ἐπιταραχθεῖσα· τοῦ δὲ Μαρκίου τῆς εὐσεβείας, ὅτι πολέμιος ὤν ἐπιστεύετο μηδὲν ἀσεβήσειν εἰς τὸ ἀσθενέστατον τῆς πόλεως μέρος κύριος αὐτοῦ καταστάς.
ὡς δὲ τὸ προβούλευμα ἐγράφη, προελθόντες οἱ ὕπατοι εἰς τὴν ἀγορὰν καὶ συναγαγόντες ἐκκλησίαν σκότους ὄντος ἤδη τὰ δόξαντα τῷ συνεδρίῳ διεσάφησαν καὶ προεῖπον ἥκειν ἅπαντας ἕωθεν ἐπὶ τὰς πύλας προπέμψοντας ἐξιούσας τὰς γυναῖκας· αὐτοὶ δὲ τῶν κατεπειγόντων ἔλεγον ἐπιμελήσεσθαι.
ὅτε δʼ ἤδη περὶ τὸν ὄρθρον ἦν, αἱ μὲν γυναῖκες ἄγουσαι τὰ παιδία μετὰ λαμπάδων ἧκον ἐπὶ τὴν οἰκίαν καὶ παραλαβοῦσαι τὴν Οὐετουρίαν προῆγον ἐπὶ τὰς πύλας· οἱ δʼ ὕπατοι ζεύγη τε ὀρικὰ καὶ ἀμάξας καὶ τἆλλα φορεῖα ὡς πλεῖστα παρασκευασάμενοι καθεζομένας αὐτὰς προὔπεμπον ἄχρι πολλοῦ. παρηκολούθουν δʼ αὐταῖς οἵ τʼ ἐκ τοῦ συνεδρίου καὶ τῶν ἄλλων πολιτῶν συχνοὶ σὺν εὐχαῖς καὶ ἐπαίνοις καὶ δεήσεσι τὴν ἔξοδον ἐπιφανεστέραν αὐταῖς ποιοῦντες.
ὡς δʼ εὐσύνοπτοι πόρρωθεν ἔτι προσιοῦσαι τοῖς ἐκ τοῦ χάρακος αἱ γυναῖκες ἐγένοντο, πέμπει τῶν ἱππέων τινὰς ὁ Μάρκιος κελεύσας μαθεῖν, τίς ἐστιν ὁ προσιὼν ὄχλος ἐκ τῆς πόλεως, καὶ ἐπὶ τί παραγένοιντο. μαθὼν δὲ παρʼ αὐτῶν, ὅτι Ῥωμαίων αἱ γυναῖκες ἥκουσιν ἐπαγόμεναι παιδία, προηγεῖται δʼ αὐτῶν ἥ τε μήτηρ καὶ ἡ γυνὴ αὐτοῦ καὶ τὰ τέκνα, πρῶτον μὲν ἐθαύμασε τῆς τόλμης τὰς γυναῖκας, εἰ γνώμην ἔσχον εἰς χάρακα πολεμίων ἄτερ ἀνδρῶν φυλακῆς ἐλθεῖν ἄγουσαι τὰ τέκνα, οὔτʼ αἰδοῦς ἔτι τῆς ἁρμοττούσης γυναιξὶν ἐλευθέραις καὶ σώφροσι προνοούμεναι τὸ μὴ ἐν ἀνδράσιν ἀσυνήθεσιν ὁρᾶσθαι, οὔτε κινδύνων λαβοῦσαι δέος, οὓς ἀναρριπτεῖν ἔμελλον, εἰ τὰ συμφέροντα πρὸ τῶν δικαίων ἑλομένοις σφίσι, δόξειε κέρδος
αὐτὰς ποιήσασθαι καὶ ὠφέλειαν. ἐπεὶ δʼ ἀγχοῦ ἦσαν, ὑπαντᾶν τῇ μητρὶ προελθὼν ἐκ τοῦ χάρακος ἔγνω σὺν ὀλίγοις, τούς τε πελέκεις, οὓς προηγεῖσθαι τῶν στρατηγῶν ἔθος ἦν, ἀποθέσθαι κελεύσας τοῖς ὑπηρέταις, καὶ τὰς ῥάβδους, ὅταν ἐγγὺς τῆς μητρὸς γένηται, καταστεῖλαι.
ταῦτα δὲ Ῥωμαίοις ἐστὶ ποιεῖν ἔθος, ὅταν ὑπαντῶσι ταῖς μείζοσιν ἀρχαῖς οἱ τὰς ἐλάττους ἀρχὰς ἔχοντες, ὡς καὶ μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου γίνεται· ἣν δὴ τότε συνήθειαν φυλάττων ὁ Μάρκιος, ὡς ἐξουσίᾳ μείζονι μέλλων. εἰς ταὐτὸν ἥξειν, πάντʼ ἀπέθετο τὰ τῆς ἰδίας παράσημα ἀρχῆς. τοσαύτη περὶ αὐτὸν ἦν αἰδὼς καὶ πρόνοια τῆς πρὸς τὸ γένος εὐσεβείας.
ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγένοντο, πρώτη μὲν αὐτῷ δεξιωσομένη προσῆλθεν ἡ μήτηρ πένθιμά τʼ ἠμφιεσμένη τρύχη καὶ τὰς ὁράσεις ἐκτετηκυῖα ὑπὸ τῶν δακρύων, ἐλεεινὴ σφόδρα. ἣν ὁ Μάρκιος ἰδὼν ἄτεγκτος τέως καὶ στερρός, οἷος ἅπασι τοῖς ἀνιαροῖς ἀντέχειν, οὐθὲν ἔτι τῶν λελογισμένων φυλάττειν ἱκανὸς ἦν, ἀλλʼ ᾤχετο φερόμενος ὑπὸ τῶν παθῶν ἐπὶ τὸ ἀνθρώπινον, καὶ περιβαλὼν αὐτὴν ἠσπάζετο καὶ ταῖς ἡδίσταις φωναῖς ἀνεκάλει καὶ μέχρι πολλοῦ κλαίων τε καὶ περιέπων κατεῖχεν ἐκλελυμένην καὶ ῥέουσαν ἐπὶ τὴν γῆν. ὡς δὲ τῶν ἀσπασμῶν τῆς μητρὸς ἅλις εἶχε, τὴν γυναῖκα προσελθοῦσαν δεξιωσάμενος ἅμα τοῖς τέκνοις εἶπεν·
ἀγαθῆς γυναικὸς ἔργον ἐποίησας, ὦ Οὐολουμνία, μείνασα παρὰ τῇ μητρί μου καὶ οὐκ ἐγκαταλιποῦσα τὴν ἐρημίαν αὐτῆς ἔμοιγε πασῶν ἡδίστην κεχάρισαι δωρεάν. μετὰ ταῦτα τῶν παιδίων ἑκάτερον προσαγόμενος καὶ τοὺς προσήκοντας ἀσπασμοὺς ἀποδούς, ἐπέστρεψεν αὖθις πρὸς τὴν μητέρα καὶ λέγειν ἐκέλευσε, τίνος δεομένη πάρεστιν. ἡ δὲ πάντων ἀκουόντων ἔφησεν ἐρεῖν, οὐθενὸς γὰρ ἀνοσίου δεήσεσθαι, παρεκάλει τʼ αὐτόν, ἐν ᾧ καθεζόμενος εἰώθει χωρίῳ
δικάζειν τοῖς ὄχλοις, ἐν τούτῳ καθίσαι. καὶ ὁ Μάρκιος ἀσμένως τὸ ῥηθὲν ἐδέξατο ὡς δὴ περιουσίᾳ τε πολλῇ τῶν δικαίων πρὸς τὴν ἔντευξιν αὐτῆς χρησόμενος καὶ ἐν καλῷ ποιούμενος τοῖς ὄχλοις τὴν ἀπόκρισιν. ἐλθὼν δʼ ἐπὶ τὸ στρατηγικὸν βῆμα πρῶτον μὲν ἐκέλευσε τοῖς ὑπηρέταις καθελεῖν ἀπʼ αὐτοῦ τὸν δίφρον καὶ θεῖναι χαμαί, μητρὸς ὑψηλότερον οὐκ οἰόμενος δεῖν τόπον ἔχειν, οὐδʼ ἐξουσίᾳ χρῆσθαι κατʼ ἐκείνης οὐδεμιᾷ· ἔπειτα παρακαθισάμενος τοὺς ἐπιφανεστάτους τῶν θʼ ἡγεμόνων καὶ λοχαγῶν, καὶ τῶν ἄλλων ἐάσας παρεῖναι τὸν βουλόμενον, ἐκέλευσε τὴν μητέρα λέγειν.