Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 8

2.1 ἔτι δʼ αὐτοῦ ταῦτα λέγοντος ἐμβαλὼν τὴν δεξιὰν ὁ Τύλλος καὶ ἀπὸ τῆς ἑστίας ἀναστήσας θαρρεῖν τʼ αὐτὸν ἐκέλευσεν, ὡς μηδὲν ἀνάξιον τῆς ἰδίας ἀρετῆς πεισόμενον καὶ πολλὰς αὐτῷ χάριτας εἰδέναι τῆς πρὸς ἑαυτὸν ἀφίξεως ἔφη, τιμήν τινα οὐ μικρὰν εἶναι καὶ ταύτην ἀποφαινόμενος· Οὐολούσκους τʼ αὐτῷ πάντας ὑπισχνεῖτο ποιήσειν φίλους ἀρξάμενος ἀπὸ τῆς ἑαυτοῦ πατρίδος· καὶ οὐδεμίαν ἐψεύσατο τῶν ὑποσχέσεων.
2.2 χρόνου δέ τινος οὐ πολλοῦ διελθόντος βουλευομένοις τοῖς ἀνδράσι κατὰ σφᾶς, Μαρκίῳ τε καὶ Τύλλῳ, κινεῖν ἐδόκει τὸν πόλεμον. ὁ μὲν οὖν Τύλλος αὐτίκα μάλα ἐβούλετο πᾶσαν τὴν Οὐολούσκων δύναμιν παραλαβὼν ἐπὶ τὴν Ῥώμην χωρεῖν, ἕως ἐστασίαζέ τε καὶ ἡγεμόνας ἀπολέμους εἶχεν, ὁ δὲ Μάρκιος αἰτίαν πρῶτον ᾤετο δεῖν εὐσεβῆ καὶ δικαίαν ἐνστήσασθαι τοῦ πολέμου διδάσκων, ὡς ἁπάσαις μὲν πράξεσι θεοὶ συλλαμβάνουσι, μάλιστα δὲ ταῖς κατὰ πολέμους, ὅσῳ μείζους τέ εἰσι τῶν ἄλλων καὶ εἰς ἀδήλους φιλοῦσι κατασκήπτειν τύχας. ἐτύγχανον δὲ τότε Ῥωμαίοις καὶ Οὐολούσκοις ἐκεχειρίαι τοῦ πολέμου καὶ ἀνοχαὶ πρὸς ἀλλήλους οὖσαι σπονδαί τε διετεῖς ὀλίγῳ πρότερον χρόνῳ γενόμεναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi