Kitap 8
1.4
φυλάξας δὲ νύκτα καὶ ταύτην σκοταίαν ἧκεν εἰς Ἄντιον, τὴν ἐπιφανεστάτην τῶν ἐν Οὐολούσκοις πόλεων, ἡνίκα περὶ δεῖπνον ἦσαν οἱ κατὰ τὴν πόλιν, καὶ παρελθὼν εἰς οἰκίαν ἀνδρὸς δυνατοῦ, διʼ εὐγένειάν τε καὶ πλοῦτον καὶ τὰς ἐν τοῖς πολέμοις πράξεις μέγα ἐφʼ ἑαυτῷ φρονοῦντος καὶ τὸ ἔθνος ὅλον ἄγοντος ὡς τὰ πολλά, ᾧ Τύλλος Ἄττιος ὄνομα ἦν, ἱκέτης τοῦ ἀνδρὸς γίνεται καθεζόμενος ἐπὶ τῆς ἑστίας.
1.5
διηγησάμενος δʼ αὐτῷ τὰς κατασχούσας αὐτὸν ἀνάγκας, διʼ ἃς ὑπέμεινεν ἐπὶ τοὺς ἐχθροὺς καταφυγεῖν, μέτρια ἠξίου φρονῆσαι καὶ ἀνθρώπινα περὶ ἀνδρὸς ἱκέτου καὶ μηκέτι πολέμιον ἡγεῖσθαι τὸν ὑποχείριον μηδʼ εἰς τοὺς ἀτυχοῦντας καὶ τεταπεινωμένους ἀποδείκνυσθαι τὴν ἰσχὺν ἐνθυμούμενον, ὡς οὐ μένουσιν ἐπὶ τοῖς αὐτοῖς πράγμασιν αἱ τῶν ἀνθρώπων τύχαι.
1.6
δύναιο δʼ ἄν, ἔφη, τοῦτʼ ἐξ αὐτοῦ μάλιστα μαθεῖν ἐμοῦ, ὃς ἐν τῇ μεγίστῃ πόλει κράτιστός ποτʼ εἶναι τῶν ἄλλων δοκῶν νῦν ἔρημος καὶ ἄπολις καὶ ταπεινὸς ἐρριμμένος τοῦτο πείσομαι, ὅ τι ἂν ἐχθρῷ ὄντι σοι δοκῇ. ὑπισχνοῦμαι δέ σοι τοσαῦτʼ ἀγαθὰ ποιήσειν Οὐολούσκους φίλος τῷ ἔθνει γενόμενος, ὅσα κακὰ εἰργασάμην ἐχθρὸς ὤν. εἰ δέ τι ἄλλο γινώσκεις περὶ ἐμοῦ, χρῆσαι τῇ ὀργῇ παραχρῆμα καὶ θάνατον χάρισαί μοι τὸν τάχιστον αὐτοχειρίᾳ τε καὶ ἐπὶ τῆς ἑστίας τῆς σεαυτοῦ καθιερεύσας τὸν ἱκέτην.