Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 8

9.2 αὐτοῖς, μετέχειν. καὶ πρὶν ἢ τὰς Ῥωμαίων ἀποκρίσεις ἀναμεῖναι, πάντες ἔργου εἴχοντο παρασκευαζόμενοι τὰ πολέμια· ὅσοι τʼ ἦσαν αὐτῶν ἄθυμοι τέως κακωθέντες ἐν ταῖς προτέραις μάχαις, τότε πάντες ἐπερρώσθησαν ὡς τὴν Ῥωμαίων καθαιρήσοντες ἰσχύν.
9.3 οἱ δʼ εἰς τὴν Ῥώμην ἀποσταλέντες ὑπʼ αὐτῶν πρέσβεις καταστάντες ἐπὶ τὴν βουλὴν ἔλεγον· ὅτι Οὐολούσκοις περὶ πολλοῦ ἐστι καταλύσασθαι τὰ πρὸς Ῥωμαίους ἐγκλήματα καὶ τὸν λοιπὸν χρόνον εἶναι φίλοις καὶ συμμάχοις ἄνευ δόλου καὶ ἀπάτης. ἔσεσθαι δὲ τὸ πιστὸν αὐτοῖς τῆς φιλίας βέβαιον ἀπέφαινον, εἰ κομίσαιντο γῆν τε τὴν ἑαυτῶν καὶ πόλεις, ἃς ὑπὸ Ῥωμαίων ἀφῃρέθησαν· ἄλλως δʼ οὔτʼ εἰρήνην οὔτε φιλότητα βεβαίαν ὑπάρξειν αὐτοῖς· τὸ γὰρ ἀδικούμενον ἀεὶ πολέμιον εἶναι τῷ πλημμελοῦντι φύσει. ἠξίουν τε μὴ καταστῆσαι σφᾶς εἰς ἀνάγκην πολέμου τῶν δικαίων ἀποτυγχάνοντας.
10.1 ὡς δὲ ταῦτʼ εἶπον οἱ πρέσβεις, ἐβουλεύοντο κατὰ σφᾶς οἱ σύνεδροι μεταστησάμενοι τοὺς ἄνδρας, καὶ ἐπειδὴ ἔκριναν ἃς χρὴ ἀποκρίσεις ποιήσασθαι, καλέσαντες αὐτοὺς πάλιν ἐπὶ τὸν σύλλογον ταύτην ἔδοσαν τὴν ἀπόφασιν. οὐ λανθάνετε ἡμᾶς, ὦ Οὐολοῦσκοι, φιλίας μὲν οὐδὲν δεόμενοι, πρόφασιν δʼ εὐπρεπῆ λαβεῖν βουλόμενοι τοῦ πολέμου. ἃ γὰρ ἥκετε παρʼ ἡμῶν ἀπαιτοῦντες, καλῶς ἐπίστασθε οὐδέποτε ληψόμενοι· χρῄζετε γὰρ ἀδίκων τε καὶ ἀδυνάτων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi