Kitap 8
86.7
ὁ γὰρ ἕτερος τῶν ὑπάτων Καίσων Φάβιος μαθών, ἐν αἷς ἦν τύχαις ἡ παραταξαμένη Οὐολούσκοις δύναμις, ἐβούλετο μὲν ὡς εἶχε τάχους ἅπασαν ἄγων τὴν δύναμιν εὐθὺς ἐπιέναι τοῖς πολιορκοῦσι τὸ φρούριον. ὡς δʼ οὐκ ἐγίνετο αὐτῷ θυομένῳ τε καὶ οἰωνοῖς χρωμένῳ τὰ ἱερὰ καλά, ἀλλʼ ἠναντιοῦτο πρὸς τὰς ἐξόδους αὐτοῦ τὸ δαιμόνιον, αὐτὸς μὲν ὑπέμεινε, τὰς δὲ κρατίστας ἐπιλεξάμενος σπείρας ἀπέστειλε τῷ συνάρχοντι.
86.8
αἱ δὲ διά τʼ ὀρῶν ἀφανῶς καὶ νύκτωρ τὰ πολλὰ ποιησάμεναι τὰς ὁδοὺς εἰσῆλθον εἰς τὸν χάρακα τοὺς πολεμίους λαθοῦσαι. ὁ μὲν οὖν Αἰμίλιος θρασύτερος ἐγεγόνει τῇ παρουσίᾳ τῶν συμμάχων, οἱ δὲ πολέμιοι τῷ τε πλήθει τῷ σφετέρῳ εἰκῆ πίσυνοι καὶ διὰ τὸ μὴ ἐπεξιέναι τοὺς Ῥωμαίους εἰς μάχην ἐπαρθέντες ἀνέβαινον ἐπὶ τὸ ὄρος πυκνώσαντες τοὺς λόχους· καὶ οἱ Ῥωμαῖοι παρέντες αὐτοὺς ἀναβῆναι καθʼ ἡσυχίαν καὶ πολλὰ πονεῖν περὶ τῷ σταυρώματι ἐάσαντες, ἐπειδὴ τὰ σημεῖα ἤρθη τῆς μάχης διασπάσαντες κατὰ πολλὰ μέρη τὸν χάρακα ἐμπίπτουσιν αὐτοῖς· καὶ οἱ μὲν εἰς χεῖρας καταστάντες τοῖς ξίφεσιν ἐμάχοντο, οἱ δʼ ἀπὸ τῶν ἐρυμάτων λίθοις τε καὶ σαυνίοις καὶ λόγχαις τοὺς ἐπιόντας ἔβαλλον, βέλος δʼ οὐδὲν ἄσκοπον ἦν πεπιλημένων γʼ ἐν βραχεῖ χωρίῳ πολλῶν.
86.9
ἀπαράττονται δὴ τοῦ λόφου πολλοὺς σφῶν ἀποβαλόντες οἱ Οὐολοῦσκοι καὶ εἰς φυγὴν ὁρμήσαντες μόγις εἰς τὸν ἴδιον ἀποσώζονται χάρακα. Ῥωμαῖοι δʼ ὡς ἐν ἀσφαλείᾳ τέως ὄντες ἤδη κατέβαινον ἐπὶ τοὺς ἀγροὺς αὐτῶν· ἐξ ὧν ἐπισιτισμοὺς καὶ τἆλλα, ὅσων σπάνις ἦν ἐν τῷ χάρακι, ἐλάμβανον.