Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 8

85.2 μαθόντες δʼ οἱ Οὐολοῦσκοι ταῦτʼ οἵ τε δόξαν παρασχόντες φυγῆς, ἐπειδὴ τοῖς ἐρύμασι τοῦ χάρακος ἐπλησίασαν, ὑποστραφέντες ἔστησαν, καὶ οἱ καταλειφθέντες ἐν τῷ στρατοπέδῳ τὰς πύλας ἀναπετάσαντες ἐξέδραμον ἀθρόοι κατὰ πολλὰ μέρη· γίνεταί τʼ αὐτῶν παλίντροπος ἡ μάχη· οἱ μὲν γὰρ διώκοντες ἔφευγον, οἱ δὲ φεύγοντες ἐδίωκον. ἔνθα πολλοὶ καὶ ἀγαθοὶ Ῥωμαίων θνήσκουσιν οἷα εἰκὸς ὠθούμενοι κατὰ πρανοῦς χωρίου καὶ ὑπὸ πολλῶν ὀλίγοι κυκλωθέντες.
85.3 ἀδελφὰ δὲ τούτοις ἔπασχον, ὅσοι πρὸς σκῦλά τε καὶ ἁρπαγὰς τραπόμενοι τὸ ἐν κόσμῳ τε καὶ τάξει ὑποχωρεῖν ἀφῃρέθησαν· καὶ γὰρ καὶ οὗτοι καταληφθέντες ὑπὸ τῶν πολεμίων οἱ μὲν ἐσφάγησαν, οἱ δʼ αἰχμάλωτοι ἐλήφθησαν. ὅσοι δὲ τούτων τε καὶ τῶν ἀπὸ τοῦ ὄρους ἀπαραχθέντων διεσώθησαν, ὀψὲ τῆς ὥρας τῶν ἱππέων αὐτοῖς ἐπιβοηθησάντων, ἀπῆλθον ἐπὶ τὸν χάρακα. ἐδόκει τʼ αὐτοῖς συλλαβέσθαι τοῦ μὴ πασσυδὶ διαφθαρῆναι χειμὼν πολὺς ἐξ οὐρανοῦ καταρραγεὶς καὶ σκότος, οἷον ἐν ταῖς βαθείαις ὁμίχλαις γίνεται, ὃ τοῖς πολεμίοις ὄκνον τῆς ἐπὶ πλέον διώξεως παρέσχεν οὐ δυναμένοις τὰ πόρρω καθορᾶν.
85.4 τῇ δʼ ἐπιούσῃ νυκτὶ ἀναστήσας τὴν στρατιὰν ὁ ὕπατος ἀπῆγε σιγῇ καὶ ἐν κόσμῳ, λαθεῖν τοὺς πολεμίους προνοούμενος· καὶ κατεστρατοπέδευσε παρὰ πόλει λεγομένῃ Λογγόλᾳ περὶ δείλην ὀψίαν, γήλοφον ἱκανὸν ἐρύκειν τοὺς ἐπιόντας ἐκλεξάμενος. ἔνθα ὑπομένων τούς τε ὑπὸ τραυμάτων κάμνοντας ἀνεκτᾶτο θεραπείαις, καὶ τοὺς ἀδημονοῦντας ἐπὶ τῇ παραδόξῳ τοῦ πάθους αἰσχύνῃ παραμυθούμενος ἀνελάμβανε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi