Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 8

81.1 μετὰ γὰρ τὸν τοῦ Κασσίου θάνατον οἱ μὲν αὐξάνοντες τὴν ἀριστοκρατίαν θρασύτεροί τε καὶ ὑπεροπτικώτεροι τῶν δημοτικῶν ἐγεγόνεσαν· οἱ δʼ ἐν ἀφανεῖ τῆς δόξης φερόμενοι καὶ βίου εἰς ταπεινὰ συνεστάλησαν, καὶ ὡς ἄριστον ἀπολωλεκότες φύλακα τῆς δημοτικῆς μερίδος πολλὴν ἄνοιαν ἑαυτῶν ἐπὶ τῇ καταδίκῃ κατηγόρουν. τούτου δʼ αἴτιον ἦν, ὅτι τὰ δόξαντα τῇ βουλῇ περὶ τῆς κληρουχίας οὐκ ἔπραττον οἱ ὕπατοι, δέον αὐτοὺς ἄνδρας τʼ ἀποδεῖξαι δέκα τοὺς ὁριοῦντας τὴν γῆν καὶ γνώμην εἰσηγήσασθαι πόσην τʼ αὐτῆς καὶ
81.2 τίσι δεήσει νεμηθῆναι. συνῄεσάν τε πολλοὶ κατὰ συστροφὰς περὶ τῆς ἀπάτης ἑκάστοτε διαλεγόμενοι, καὶ ἐν αἰτίᾳ τοὺς προτέρους εἶχον δημάρχους ὡς προδεδωκότας τὸ κοινόν· ἐκκλησίαι τε συνεχεῖς ὑπὸ τῶν τότε δημάρχων ἐγίνοντο καὶ ἀπαιτήσεις τῆς ὑποσχέσεως. ταῦτα συνιδόντες οἱ ὕπατοι γνώμην ἐποιήσαντο πολέμων προφάσει τὸ παρακινοῦν ἐν τῇ πόλει μέρος καὶ ταραττόμενον καταστεῖλαι· ἔτυχε γὰρ ἐν τῷ αὐτῷ χρόνῳ λῃστηρίοις τε ὑπὸ τῶν πλησιοχώρων πόλεων καὶ καταδρομαῖς τισιν ἡ γῆ βλαπτομένη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi