Kitap 8
74.3
ταῦτα γὰρ οὔτε τοῖς συμμάχοις ὡς ἀδικουμένοις ὀργῆς παρέξει δικαίας προφάσεις, οὔτε τῷ δήμῳ δέος, μὴ δόξῃ τὰ κερδαλεώτερα πρὸ τῶν εὐπρεπεστέρων αἱρεῖσθαι. τῇ τε αἱρέσει τῶν ἀνδρῶν, οὓς Ἄππιος ἠξίου ὁριστὰς γενέσθαι τῆς δημοσίας γῆς, πάνυ εὐδοκῶ. πολλὴν γὰρ ἡμῖν τοῦτʼ οἴσει παρρησίαν πρὸς τοὺς δημοτικούς, ἐπεὶ νῦν γʼ ἄχθονται κατʼ ἀμφότερα, καὶ ὅτι αὐτοὶ τῶν δημοσίων οὐθὲν ἀπολαύουσι κτημάτων, καὶ ὅτι ἐξ ἡμῶν τινες οὐ δικαίως αὐτὰ καρποῦνται. ἐὰν δὲ δημοσιωθέντα ἴδωσι καὶ τὰς ἀπʼ αὐτῶν προσόδους εἰς τὰ κοινὰ καὶ ἀναγκαῖα δαπανωμένας, οὐδὲν ὑπολήψονται σφίσι διαφέρειν τῆς γῆς ἢ τῶν ἐξ αὐτῆς καρπῶν μετέχειν.
74.4
ἐῶ γὰρ λέγειν, ὅτι τῶν ἀπόρων ἐνίους μᾶλλον εὐφραίνουσιν αἱ ἀλλότριαι βλάβαι τῶν ἰδίων ὠφελειῶν. οὐ μὴν ἀποχρῆν γʼ οἴομαι τούτων ἑκάτερον ἐν τῷ ψηφίσματι γράφειν, ἀλλὰ καὶ διʼ ἄλλης τινὸς οἴομαι δεῖν θεραπείας μετρίας τὸν δῆμον οἰκειώσασθαί τε καὶ ἀναλαβεῖν· ἣν μετὰ μικρὸν ἐρῶ, τὴν αἰτίαν πρῶτον ὑμῖν ἀποδειξάμενος, μᾶλλον δὲ τὴν ἀνάγκην, διʼ ἣν καὶ τοῦτο πρακτέον ἡμῖν.
75.1
ἴστε δήπου τοὺς ἐν τῇ ἐκκλησίᾳ ῥηθέντας ὑπὸ τοῦ δημάρχου λόγους, ὅτʼ ἤρετο τῶν ὑπάτων τὸν ἕτερον τοῦτον Οὐεργίνιον, ἥντινα γνώμην ἔχει περὶ τῆς κληρουχίας, πότερα τοῖς μὲν πολίταις συγχωρεῖ διανέμειν τὰ δημόσια, τοῖς δὲ συμμάχοις οὐκ ἐᾷ, ἢ τῶν κοινῶν τῶν ἡμετέρων οὐδʼ ἡμῖν συγχωρεῖ μέρος λαγχάνειν. καὶ οὗτος ὡμολόγησε τὸ καθʼ ἡμᾶς μέρος οὐ κωλύειν τῆς κληρουχίας, ἐὰν ἅπασι ταῦτα κράτιστα εἶναι δοκῇ· καὶ ἡ συγχώρησις ἥδε τούς τε δημάρχους ἐποίησεν ἡμῖν συναγωνιστὰς καὶ τὸν δῆμον ἐπιεικέστερον.