Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 8

71.5 ἀντέλεγον οὖν ἤδη κατὰ κράτος ἐν ταῖς ἐκκλησίαις οὗτοι πρὸς τοὺς εἰσφερομένους ὑπὸ τοῦ Κασσίου νόμους διδάσκοντες τὸν δῆμον, ὡς οὐκ εἴη δίκαιον, ἃ διὰ πολλῶν ἐκτήσατο πολέμων, ταῦτα μὴ Ῥωμαίους νείμασθαι μόνους, ἀλλὰ καὶ Λατίνους αὐτοῖς ἰσομοιρεῖν τοὺς μὴ παραγενομένους τοῖς πολέμοις, καὶ τοὺς νεωστὶ προσελθόντας πρὸς τὴν φιλίαν Ἕρνικας, οἷς ἀγαπητὸν ἦν πολέμῳ προσαχθεῖσι τὸ μὴ τὴν ἑαυτῶν ἀφαιρεθῆναι χώραν.
71.6 ὁ δὲ δῆμος ἀκούων τοτὲ μὲν τοῖς τῶν δημάρχων προσετίθετο λόγοις ἐνθυμούμενος, ὅτι μικρόν τι καὶ οὐκ ἄξιον ἔσται λόγου τὸ ἐκ τῆς δημοσίας γῆς ἐσόμενον ἑκάστῳ λάχος, εἰ μεθʼ Ἑρνίκων τε καὶ Λατίνων αὐτὴν νεμήσονται, τοτὲ δʼ ὑπὸ τοῦ Κασσίου μετεπείθετο δημαγωγοῦντος, ὡς προδιδόντων αὐτοὺς τοῖς πατρικίοις τῶν δημάρχων καὶ πρόφασιν ποιουμένων τῆς κωλύσεως εὐπρεπῆ τὴν Ἑρνίκων τε καὶ Λατίνων ἰσομοιρίαν, ἣν αὐτὸς ἔφη νόμῳ περιλαβεῖν ἰσχύος τῶν πενήτων ἕνεκα καὶ εἴ τις ἀφαιρεῖσθαί ποτε αὐτοὺς ἀξιώσαι τὰ δοθέντα κωλῦσαι, κρεῖττον ἡγούμενος εἶναι καὶ ἀσφαλέστερον τοῖς πολλοῖς μικρὰ λαβοῦσιν ὁμοίως ἔχειν ἢ πολλὰ ἐλπίσασιν ἁπάντων ἀποτυχεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi