Kitap 8
1.1
οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι κατὰ τὴν ἑβδομηκοστὴν καὶ τρίτην ὀλυμπιάδα, καθʼ ἣν ἐνίκα στάδιον Ἀστύλος Κροτωνιάτης ἄρχοντος Ἀθήνησιν Ἀγχίσου, Γάιος Ἰούλιος Ἰοῦλος καὶ Πόπλιος Πινάριος Ῥοῦφος, ἄνδρες ἥκιστα πολεμικοὶ καὶ διὰ τοῦτο μάλιστα τῆς ἀρχῆς ταύτης παρὰ τοῦ δήμου τυχόντες, εἰς πολλοὺς καὶ μεγάλους ἠναγκάσθησαν κινδύνους καταστῆναι πολέμου καταρραγέντος ἐκ τῆς ἐκείνων ἀρχῆς, διʼ ὧν ἡ πόλις ὀλίγου ἐδέησεν ἐκ βάθρων ἀναιρεθῆναι.
1.2
ὁ γὰρ Μάρκιος ἐκεῖνος ὁ Κοριολάνος, ὁ τὴν ἐπὶ τῇ τυραννίδι αἰτίαν σχὼν καὶ φυγῇ ἀιδίῳ ἐλασθείς, ἀγανακτῶν τʼ ἐπὶ τῇ συμφορᾷ καὶ τιμωρίαν παρὰ τῶν ἐχθρῶν βουλόμενος λαβεῖν, διʼ οὗ δʼ ἂν αὕτη γένοιτο τρόπου καὶ διʼ οἵας δυνάμεως ἀνασκοπῶν μίαν εὕρισκε Ῥωμαίοις τότʼ ἀντίπαλον ἰσχὺν τὴν Οὐολούσκων, εἰ κοινῇ χρησάμενοι γνώμῃ καὶ τυχόντες ἡγεμόνος ἔμφρονος ἐνστήσονται πρὸς αὐτοὺς τὸν πόλεμον.
1.3
ἐλογίζετο μὲν οὖν, ὡς εἰ πείσειε τοὺς Οὐολούσκους δέξασθαί τʼ αὐτὸν καὶ τὴν ἡγεμονίαν ἐπιτρέψαι τοῦ πολέμου, ῥᾳδίως αὐτῷ διαπεπράξεται τὸ ἔργον· ἐτάραττε δʼ αὐτὸν ἡ συνείδησις, ὅτι πλειστάκις κατὰ τὰς μάχας δεινὰ δεδρακὼς ἦν αὐτοὺς καὶ πόλεις συμμαχίδας ἀφῃρημένος. οὐ μὴν ἀπέστη γε τῆς πείρας διὰ τὸ τοῦ κινδύνου μέγεθος, ἀλλʼ εἰς αὐτὰ τὰ δεινὰ χωρεῖν ἐβουλεύσατο καὶ πάσχειν ὑπʼ αὐτῶν ὁτιοῦν.