Kitap 7
ἅπασι δὲ προσετάττετο παριοῦσι καθάπερ ἐν δικαστηρίῳ μεθʼ ὅρκου τὴν ψῆφον ἐπιφέρειν. Ἄππιος μὲν οὖν Κλαύδιος, ὑπὲρ οὗ καὶ πρότερον ἔφην, ὅτι μισοδημότατος ἦν τῶν πατρικίων καὶ οὐδέποτε ταῖς πρὸς τὸ δημοτικὸν ἠρέσκετο διαλλαγαῖς, οὐκ εἴα γενέσθαι τὸ προβούλευμα τοιούτοις λόγοις χρώμενος.
ἐβουλόμην μὲν ἂν ἔγωγε καὶ τοῖς θεοῖς ηὐξάμην πολλάκις ἐμαυτὸν μὲν ἁμαρτεῖν τῆς γνώμης, ἣν εἶχον ὑπὲρ τῶν πρὸς τὸν δῆμον διαλύσεων, ὡς οὔτε καλὴν καὶ δικαίαν οὔτε συμφέρουσαν ἡμῖν ὑπελάμβανον ἔσεσθαι τὴν τῶν φυγάδων κάθοδον καὶ διὰ παντός, ὁσάκις περὶ τούτου προὐτέθη σκοπεῖν, πρῶτός τε τῶν ἄλλων καὶ τελευτῶν μόνος, ἐπειδὴ οἱ λοιποὶ ἀπέστησαν, ἠναντιούμην· ὑμᾶς δʼ, ὦ βουλή, τοὺς ἐπὶ τὰ κρείττω τὴν ἐλπίδα λαμβάνοντας καὶ πάντα τῷ δήμῳ δίκαιά τε καὶ ἄδικα προθύμως χαριζομένους ἄμεινον ἐμοῦ δόξαι φρονεῖν.
ἐπειδὴ δʼ οὐχ, ὡς ἐβουλόμην τε καὶ τοῖς θεοῖς ηὐχόμην, τὰ πράγματα ὑμῖν κεχώρηκεν, ἀλλʼ ὡς ᾤμην, καὶ περιεστήκασιν αἱ χάριτες ὑμῖν εἰς φθόνους καὶ μίση, τὸ μὲν ἐπιτιμᾶν τοῖς ἡμαρτημένοις ὑμῖν καὶ λυπεῖν ὑμᾶς διὰ κενῆς, ὃ ῥᾷστόν ἐστι καὶ πᾶσιν ὡς τὰ πολλὰ ποιεῖν σύνηθες, οὐκ ἐν καιρῷ νυνὶ γενησόμενον ὁρῶν ἐάσω. ἐξ ὧν δὲ τά τε παρελθόντα ἐπανορθωσόμεθα, ὅσα μὴ παντάπασιν ἀνιάτως ἔχει, καὶ περὶ τῶν παρόντων ἄμεινον φρονήσομεν,
ταῦτα πειράσομαι λέγειν. καίτοι με οὐ λέληθεν, ὅτι μαίνεσθαι καὶ θανατᾶν δόξω τισὶν ὑμῶν γνώμην περὶ τούτων ἐλευθέραν ἀποφαινόμενος ἐνθυμουμένοις, ἡλίκους ἔχει κινδύνους ὁ μετὰ παρρησίας λόγος, καὶ τὰς Μαρκίου συμφοράς, ὃς οὐ διʼ ἕτερόν τι νυνὶ τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα τρέχει, λογιζομένοις.
ἀλλʼ οὐκ οἴομαι δεῖν τῆς ἰδίας ἀσφαλείας πλείω ποιεῖσθαι πρόνοιαν ἢ τῆς κοινῆς ὠφελείας. δέδοται γὰρ ἤδη τοῖς ὑπὲρ ὑμῶν κινδύνοις τὸ σῶμα τοὐμόν, ὦ βουλή, καὶ καθωσίωται τοῖς ὑπὲρ τῆς πόλεως ἀγῶσιν, ὥστε ὅ τι ἂν τῷ δαίμονι δοκῇ, μετὰ πάντων τε καὶ σὺν ὀλίγοις, εἰ δʼ ἀνάγκη καὶ μόνος εὐγενῶς πείσομαι· ἕως δʼ ἂν ἔχω τὴν ψυχήν, οὐδείς με ἀφέξει φόβος μὴ οὐχ ἃ φρονῶ λέγειν.
πρῶτον μὲν οὖν τοῦθʼ ὑμᾶς ἤδη ποτὲ ἀξιῶ βεβαίως μαθεῖν, ὅτι δυσμενῆ καὶ πολέμιον ἔχετε τῇ καθεστώσῃ πολιτείᾳ τὸν δημοτικὸν ὄχλον, καὶ πάνθʼ ὅσα μαλακισθέντες αὐτῷ συνεχωρήσατε μάτην θʼ ὑμῖν ἀνήλωται καὶ καταφρονήσεως αἴτια γέγονεν, ὡς διὰ τὴν ἀνάγκην συγχωρηθέντα ὑφʼ ὑμῶν, ἀλλʼ
οὐκ ἀπʼ εὐνοίας οὐδὲ κατὰ κρίσιν. σκοπεῖτε γὰρ οὕτως. ὅτʼ ἀπέστη λαβὼν τὰ ὅπλα ὁ δῆμος ἀφʼ ὑμῶν καὶ πολέμιος ὑμῖν ἐτόλμησεν ἐκ τοῦ φανεροῦ γενέσθαι, ἀδικηθεὶς μὲν οὐδέν, τὸ μὴ δύνασθαι δὲ τὰ χρέα τοῖς συμβεβληκόσι διαλῦσαι σκηπτόμενος, καὶ εἰ ψηφίσαισθε ὑμεῖς χρεῶν τʼ ἀποκοπὰς καὶ ἄδειαν ὧν ἥμαρτε κατὰ τὴν ἀπόστασιν οὐθενὸς ἔτι δεήσεσθαι ἔφησεν, ἔγνωσαν οἱ πλείους ὑμῶν, οὐ γὰρ δὴ πάντες γε, παρακρουσθέντες ὑπὸ τῶν συμβούλων, ὡς μή ποτε ὤφελον, ἀκυρῶσαι τοὺς ἐπὶ τῇ πίστει τεθέντας νόμους καὶ μηθενὸς τῶν τότε γεγενημένων μνησικακεῖν ἀδικημάτων.
οὐκ ἠγάπησε ταύτης τυχὼν τῆς χάριτος, ἧς μόνης μεμνημένος ἔφη πεποιῆσθαι τὴν ἀπόστασιν, ἀλλʼ εὐθὺς ἑτέραν ἔτι ταύτης ᾔτει μείζω καὶ παρανομωτέραν δωρεάν, ἐξουσίαν αὐτῷ δοθῆναι δημάρχους ἐξ αὐτοῦ καθʼ ἕκαστον ἔτος ἀποδεικνύναι, πρόφασιν μὲν ποιούμενος τὴν ἡμετέραν ἰσχύν, ἵνα δὴ τοῖς ἀδικουμένοις καὶ κατισχυομένοις τῶν πενήτων ἐπικουρία τις ὑπάρχῃ καὶ καταφυγή· ὡς δὲ τἀληθὲς εἶχεν, ἐπιβουλεύων τῷ κόσμῳ τῆς πολιτείας καὶ εἰς δημοκρατίαν περιστῆσαι τὰ πράγματα
βουλόμενος. καὶ τοῦτʼ ἔπεισαν ἡμᾶς οἱ σύμβουλοι τὸ ἀρχεῖον ἐᾶσαι παρελθεῖν εἰς τὴν πόλιν ἐπὶ τῷ κοινῷ παραγινόμενον κακῷ, καὶ μάλιστʼ ἐπὶ τῷ κατὰ τῆς βουλῆς φθόνῳ, πολλά, εἴπερ ἄρα μέμνησθε, κεκραγότος ἐμοῦ καὶ μαρτυρομένου θεούς τε καὶ ἀνθρώπους ὅτι πόλεμον ἐμφύλιον ἄπαυστον εἰς τὴν πόλιν εἰσάξετε, καὶ πάνθʼ ὅσα ὑμῖν προβέβηκε λέγοντος.
τί οὖν ἐποίησεν ὁ χρηστὸς ἡμῖν δῆμος, ἐπειδὴ καὶ ταύτην αὐτῷ συνεχωρήσατε τὴν ἀρχήν; οὐκ ἐταμιεύσατο τὴν τοσαύτην χάριν οὐδʼ ἔλαβεν αἰσχυνομένως αὐτὴν καὶ σωφρόνως, ἀλλʼ ὡς δεδοικόσι τὴν ἰσχὺν αὐτοῦ καὶ κατεπτηχόσιν ἡμῖν ... ἔπειτα ἱερὰν καὶ ἄσυλον ἔφη δεῖν ἀποδειχθῆναι τὴν ἀρχὴν ὅρκοις ἐμπεδωθεῖσαν, κρείττω τιμὴν αἰτούμενος ἧς δεδώκατε ὑμεῖς τοῖς ὑπάτοις. ὑπεμείνατε καὶ τοῦτο καὶ στάντες ἐπὶ τῶν τομίων κατʼ ἐξωλείας ἑαυτῶν τε καὶ τῶν ἀπογόνων ὠμόσατε.
τί οὖν ἐποίησε καὶ τούτου τυχών; ἀντὶ τοῦ χάριτας ὑμῖν εἰδέναι καὶ σώζειν τὸν πάτριον κόσμον τῆς πολιτείας, ἀρξάμενος ἀπὸ τούτων τῶν πλεονεξιῶν καὶ ταύταις ταῖς παρανομίαις ἀφορμαῖς τῶν ὕστερον χρησάμενος νόμους τʼ ἀπροβουλεύτους εἰσφέρει, καὶ τούτους ἐπιψηφίζει δίχα τῆς ὑμετέρας γνώμης, καὶ οἷς ἂν ὑμεῖς ἐκφέρητε δόγμασιν οὐ προσέχει τὸν νοῦν, καὶ τῶν ὑπάτων ὡς οὐκ ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων κατηγόρει, καὶ τοῖς ἐκβαίνουσι παρὰ τὰς ὑμετέρας συνθήκας· πολλὰ δʼ ἐστίν, ὧν οὐ δύναται στοχάσασθαι λογισμὸς ἀνθρώπινος· οὐ τὴν τύχην, ὥσπερ ἐχρῆν, ἀλλὰ τὴν ὑμετέραν ἐπιγράφει διάνοιαν, ἐπιβουλεύεσθαί θʼ ὑφʼ ὑμῶν σκηπτόμενος καὶ δεδιέναι, μὴ τὴν ἐλευθερίαν ἀφέλησθε ἢ τῆς πατρίδος ἐκβάλητε, αὐτὸς ἐφʼ ὑμῖν ταῦτα μηχανώμενος διατελεῖ, καὶ τὸ μὴ παθεῖν ὃ δεδοικέναι φησίν, οὐκ ἄλλῳ τινὶ φυλαττόμενος δῆλός ἐστιν, ἢ τῷ δρᾶσαι φθάσας.
ἐδήλωσε δὲ τοῦτο πολλάκις μὲν καὶ πρότερον καὶ ἐπὶ πολλῶν ὧν ἐξείργομαι μεμνῆσθαι κατὰ τὸ παρόν, μάλιστα δὲ Μάρκιον τουτονὶ τὸν φιλόπολιν ἄνδρα, οὔτε προγόνων ἀφανῶν ὄντα οὔτʼ αὐτὸν ἀρετῇ λειπόμενον οὐθενὸς ἡμῶν, αἰτιασάμενος ἐπιβουλεύειν αὐτῷ καὶ πονηρὰς ἐνθάδε γνώμας λέγειν, ἄκριτον ἐπεχείρησεν ἀποκτεῖναι.
καὶ εἰ μὴ δεινὸν ἡγησάμενοι τὸ πρᾶγμα οἵ θʼ ὕπατοι καὶ ὑμῶν οἱ τὰ κρείττω φρονοῦντες συνεστράφητε καὶ τὴν παρανομίαν ἐπέσχετε αὐτῶν, ἐν μιᾷ τῇ τότε ἡμέρᾳ πάντʼ ἂν ἀφῃρέθητε, ὅσα οἱ πατέρες θʼ ὑμῖν σὺν πολλοῖς κτησάμενοι πόνοις κατέλιπον καὶ αὐτοὶ ὑμεῖς οὐκ ἐλάττους ἀγῶνας ἐκείνων ὑποστάντες ἔχετε, τὸ ἀξίωμα, τὴν ἡγεμονίαν, τὴν ἐλευθερίαν· οἱ δὲ γενναιότεροι καὶ οὐκ ἀγαπήσαντες αὐτὸ τὸ ζῆν, εἰ μὴ μετὰ τούτων ἐμέλλετε τῶν ἀγαθῶν βιώσεσθαι, τὰς ψυχὰς ἂν πρότερον ἢ ταῦτʼ ἀφῃρέθητε, οἱ μὲν εὐθύς, οἱ δʼ οὐκ εἰς μακράν.
τί γὰρ ἂν τὸ κωλῦσον ἦν οὕτως αἰσχρῶς καὶ κακῶς Μαρκίου τοῦδε ἀναρπασθέντος ὥσπερ ἐν ἐρημίᾳ κἀμὲ μετὰ τοῦτον ἀπολωλέναι διασπασθέντα ὑπὸ τῶν ἐχθρῶν, καὶ πάντας, ὅσοι πώποτʼ ἠναντιώθησαν, καὶ τὸ λοιπὸν ἔμελλον ἐναντιώσεσθαι ταῖς παρανόμοις ἐπιθυμίαις τοῦ δήμου; οὐ γὰρ ἂν ἠρκέσθη τοὺς δύο μόνους ἡμᾶς ἐκποδὼν ποιησάμενος, οὐδὲ μέχρι δεῦρʼ ἐλθὼν ἀπέστη τῆς παρανομίας, εἰ δεῖ τὰ μέλλοντα τεκμαίρεσθαι τοῖς γεγονόσιν, ἀλλʼ ἀφʼ ἡμῶν ἀρξάμενος ἅπαν τὸ ἀντίπαλον καὶ μὴ εἶκον ὥσπερ χειμάρρους πολὺς ἐμπεσὼν παρέσυρεν ἂν καὶ κατήνεγκεν, οὔτʼ εὐγενείας φειδόμενος οὔτʼ ἀρετῆς οὔθʼ ἡλικίας.
ταύτας ὑμῖν ὁ δῆμος, ὦ βουλή, τὰς καλὰς ἀμοιβὰς ἀνθʼ ὧν ἔπαθεν ἀγαθῶν πολλῶν ὄντων καὶ μεγάλων τὰς μὲν ἀπέδωκεν ἤδη, τὰς δʼ ἀποδώσειν ἔμελλεν, εἰ μὴ τὸ κωλῦσον παρʼ ὑμᾶς ἐγένετο. ἄγε δὴ νῦν κἀκεῖνα ἐνθυμήθητε πάλιν, ἃ μετὰ τοῦτο τὸ γενναῖον καὶ σῶφρον ὑμῶν ἔργον ἔδρασεν, ἵνα γνῶτε,
ὅντινα χρὴ τρόπον αὐτῷ προσφέρεσθαι. ἐκεῖνος τοίνυν ὡς ἔμαθεν ὑμᾶς οὐκέτι φέροντας αὐτοῦ τὴν ὕβριν, ἀλλʼ ὁμόσε χωρεῖν παρεσκευασμένους, ἔπτηξε καὶ μικρὸν ἀναλαβὼν ἑαυτὸν ὥσπερ ἐκ μέθης καὶ μανίας ἀπὸ μὲν τοῦ βιάζεσθαι κατέβη, ἐπὶ τὸ δικάζεσθαι δʼ ἐτράπετο· καὶ προειπὼν ἡμέραν ῥητὴν εἰς αὐτὴν ἐκάλει τὸν ἄνδρα ὡς δίκην ὑφέξοντα, ἧς αὐτὸς ἔμελλεν ἔσεσθαι κατήγορός τε καὶ μάρτυς καὶ δικαστὴς καὶ τοῦ
μεγέθους τῆς τιμωρίας κύριος. ἐπειδὴ δὲ καὶ πρὸς τοῦτʼ ἐνέστητε νομίσαντες οὐκ ἐπὶ δίκην, ἀλλʼ ἐπὶ τιμωρίαν καλεῖσθαι τὸν ἄνδρα, ὁρῶν ὡς οὐδενὸς αὐτοκράτωρ ἐστὶ πράγματος, ἀλλʼ ὅσʼ ἂν ὑμεῖς προβουλεύσητε, ταῦτʼ ἐπιψηφίσαι κύριος, τῆς τʼ αὐθαδείας, ἧς πολὺς ἔπνει τότε, ὑφεῖται νυνὶ καὶ δεησόμενος ὑμῶν ἥκει συγχωρῆσαι καὶ ταύτην αὐτῷ τὴν χάριν.
ἐνθυμούμενοι δὴ ταῦτʼ αἴσθεσθε ἤδη ποτὲ καὶ μάθετε, ὅτι πάνθʼ, ὅσα μὲν εὐηθέστερα βουλευσάμενοι μᾶλλον ἢ φρονιμώτερα ἐχαρίσασθε, αὐτῷ συμφορὰς ὑμῖν ἐνήνοχε καὶ βλάβας, ὅσα δὲ μετὰ τοῦ γενναίου στάντες τοῖς παρανόμοις αὐτοῦ καὶ βιαίοις ἠναντιώθητε, ταῦθʼ ὑμῖν εἰς δέον ἐκβέβηκε.
τί οὖν ὑμῖν ἐπισταμένοις ταῦτα παραινῶ πράττειν καὶ τίνα γνώμην ὑπὲρ τῶν παρόντων ἀποφαίνομαι; ὅσα μὲν ἐχαρίσασθε καὶ συνεχωρήσατε τῷ δήμῳ τὴν ἔχθραν διαλλαττόμενοι ὁπωσδήποτε φυλάττειν κύρια, καὶ μὴ λύειν τῶν τότε συγχωρηθέντων μηθέν, οὐχ ὡς καλῶν καὶ τῆς πόλεως ἀξίων ὄντων· πόθεν γάρ; ἀλλʼ ὡς ἀναγκαίων καὶ μηκέτι δεχομένων διόρθωσιν· ὅσα δʼ ἂν ἔξω τούτου βιαζόμενος καὶ παρανομῶν ἀκόντων ὑμῶν ἐπιχειρῇ λαμβάνειν μήτε συγχωρεῖν αὐτῷ μήτʼ ἐπιτρέπειν, ἀλλʼ ἀντιπράττειν λόγοις τε καὶ ἔργοις καὶ ὁμοῦ πάντας καὶ ἕνα ἕκαστον ἰδίᾳ.
οὐ γάρ, ἂν ἅπαξ ἁμάρτῃ τις εἴτʼ ἀπατηθεὶς εἴτʼ ἀναγκασθείς, καὶ τὰ λοιπὰ ὅμοια δεῖ πράττειν, ἀλλʼ ἐκείνου μεμνημένους τἆλλα ὅπως μὴ τοιαῦτα γενήσεται σκοπεῖν. ταῦτα μὲν οὖν ἐστιν, ἃ κοινῇ πάντας ὑμᾶς οἴομαι δεῖν ἐγνωκότας εἶναι, καὶ παρεσκευάσθαι πρὸς τὰς ἀδίκους τοῦ δήμου πλεονεξίας παραινῶ.
ὡς δὲ καὶ τοῦτο, περὶ οὗ νυνὶ πρόκειται σκοπεῖν ὅμοιόν ἐστι τοῖς ἄλλοις ἐγχειρήμασιν αὐτοῦ τοῖς ἀδίκοις καὶ παρανόμοις, καὶ οὐχ, οἷον ὁ δήμαρχος ἐξαπατῶν ὑμᾶς ἐπειρᾶτο ἀποφαίνειν, δίκαιον καὶ μέτριον, μάθετε οἱ μήπω σαφῶς εἰδότες. ὁ μὲν οὖν νόμος ὁ περὶ τῶν δικαστηρίων τῶν δημοτικῶν, ᾧ Δέκιος ἐκρατύνατο μάλιστα, οὐ καθʼ ὑμῶν ἐγράφη τῶν πατρικίων, ἀλλʼ ὑπὲρ ἀσφαλείας τῶν κατισχυομένων δημοτικῶν, ὡς αὐτός τε δηλοῖ γραφὰς ἔχων οὐκ ἀμφιβόλους, καὶ
ὑμεῖς τοῦτο πάντες ἀεὶ λέγετε καλῶς ἐπιστάμενοι. μέγα δὲ τούτου σημεῖόν ἐστιν, ὃ καὶ παντὸς ἀμφισβητουμένου δικαίου κριτήριον εἶναι δοκεῖ κράτιστον, ὁ χρόνος ἐννεακαιδεκέτης ἤδη γεγονώς, ἐξ οὗ ὁ νόμος οὗτος ἐτέθη· ἐν ᾧ παντὶ Δέκιος οὐκ ἂν ἔχοι δεῖξαι δίκην οὐδεμίαν οὔτε δημοσίαν κατʼ οὐδενὸς τῶν πατρικίων ἐν τῷ νόμῳ δεδικασμένην, οὔτʼ ἰδίαν· εἰ δὲ φήσει,
δειξάτω καὶ μηθὲν ἔτι δεόμεθα λόγου. αἱ δʼ ὁμολογίαι, καθʼ ἃς διελύσασθε πρὸς τοὺς δημότας αἱ νεωστὶ γενόμεναι· χρὴ γὰρ καὶ περὶ τούτων ὑμᾶς μαθεῖν, ἐπειδὴ πονηρὸς ἐξηγητὴς ὁ δήμαρχος αὐτῶν ἐγένετο· δύο ταῦτα συγχωρήματα περιέχουσιν· ἀφεῖσθαι τοὺς δημοτικοὺς τῶν χρεῶν, καὶ τὴν ἀρχὴν τήνδε ἀποδείκνυσθαι καθʼ ἕκαστον ἐνιαυτὸν ἐπικουρίας ἕνεκα τῶν κατισχυομένων καὶ κωλύσεως, ἄλλο δὲ παρὰ ταῦτʼ οὐδέν.
μέγιστον δʼ ὑμῖν γενέσθω τεκμήριον, ὅτι οὔθʼ ὁ νόμος οὔθʼ αἱ συνθῆκαι κατʼ ἀνδρὸς πατρικίου δικάζειν τῷ δήμῳ δεδώκασιν ἐξουσίαν, ὃ ποιεῖ νῦν αὐτὸς ὁ δῆμος. αἰτεῖται γὰρ αὐτὸ παρʼ ὑμῶν τήμερον, ὡς πρότερόν γʼ οὐκ ἔχων· οὐδεὶς δʼ ἂν ἀξιώσειέ τι παρʼ ἄλλων λαμβάνειν,
ὧν ἐστι νόμῳ κύριος. δίκαιον δὲ φύσεως ἀνομοθέτητον, ὦ βουλή, πῶς ἂν εἴη τοῦτο· καὶ γὰρ τοῦτο Δέκιος ὑμᾶς ᾤετο δεῖν σκοπεῖν· τοῖς μὲν δημόταις, ἅς τʼ ἂν φύγωσι δίκας ὑπὸ τῶν πατρικίων καὶ ἃς ἂν ἐκείνους διώκωσι, τὸν δῆμον δικάζειν, τοῖς δὲ πατρικίοις μήθʼ ὅταν ἐπάγωσί τινα τῶν δημοτικῶν δίκην μήθʼ ὅταν αὐτοὶ κινδυνεύσωσι τοὺς πατρικίους τὰ νείκη διαιτᾶν, ἀλλὰ τούτοις μὲν ἀμφότερα ἐξεῖναι πλεονεκτεῖν,
ἡμῖν δʼ οὐδετέρου τῶν δικαίων μετέχειν; εἰ δέ τι Μάρκιος ἀδικεῖ τὸν δῆμον, ἢ καὶ ἄλλος τῶν πατρικίων ὁστισοῦν καὶ δίκαιός ἐστιν ἀποθανεῖν ἢ τῆς πόλεως ἐκπεσεῖν, μὴ παρʼ αὐτοῖς, ἀλλʼ ἐνθάδε κριθεὶς διδότω δίκας, ὥσπερ ἐστὶ νόμιμον. εἰ μὴ ἄρα, ὦ Δέκιε, ὁ μὲν δῆμος ἴσος ἔσται δικαστὴς καὶ οὐθὲν ἂν χαρίσαιτο αὑτῷ πρὸς ἀνδρὸς ἐχθροῦ τὴν ψῆφον ἐπιφέρων· οὗτοι δʼ εἰ γένοιντο τῆς ψήφου κύριοι τὸν ἀδικοῦντα περὶ πλείονος ποιήσονται τῆς ἀδικουμένης ὑπʼ αὐτοῦ πόλεως, μέλλοντες ἀρὰν καὶ ἐπιορκίαν καὶ μῖσος μὲν παρʼ ἀνθρώπων, χόλον δὲ παρὰ θεῶν ἐκ τῆς δίκης ἀποίσεσθαι καὶ μετὰ πονηρῶν ἐλπίδων ζῆν.
οὐκ ἀξιῶ ταῦτα περὶ τῆς βουλῆς ὑμᾶς, ὦ δημόται, σκοπεῖν, ᾗ τιμὰς καὶ ἀρχὰς καὶ τὰ κράτιστα τῶν ἐν τῇ πόλει παραχωρεῖν ὁμολογεῖτε διʼ ἀρετήν, καὶ πολλὰς χάριτας εἰδέναι φατὲ τῆς προθυμίας, ἣν ἀπεδείξατο περὶ τὴν κάθοδον ὑμῶν. μάχεται ταῦτʼ ἀλλήλοις· καὶ οὐκ ἔχει λόγον, οὓς ἐπαινεῖτε, τούτους φοβεῖσθαι καὶ ἅμα τοῖς αὐτοῖς περὶ μὲν τῶν μειζόνων ἐπιτρέπειν, περὶ δὲ
τῶν ἄλλων ἀπιστεῖν. τί δʼ οὐχὶ μιᾷ χρώμενοι γνώμῃ ἢ πάντα πιστεύετε αὐτοῖς ἢ περὶ πάντων ἀπιστεῖτε; ἀλλὰ προβουλεῦσαι μὲν αὐτοὺς τὰ δίκαια ἱκανοὺς εἶναι νομίζετε, δικάσαι δὲ περὶ αὐτῶν τούτων ὧν προβουλεύουσιν οὐχ ἱκανούς. πολλὰ καὶ ἄλλα περὶ τῶν δικαίων εἶχον, ὦ βουλή, λέγειν, ἀλλὰ καὶ ταῦθʼ ἱκανά.
ἐπειδὴ δὲ καὶ περὶ τοῦ συμφέροντος ἐπειρᾶτο λέγειν Δέκιος, ὡς ἀγαθὸν μὲν ὁμόνοια, δεινὸν δὲ στάσις, καὶ θεραπεύοντες μὲν τὸν δῆμον ἐν ὁμονοίᾳ πολιτευσόμεθα, κωλύσαντες δʼ οὓς βούλονται τῶν πατρικίων ἀνδρηλατεῖν ἢ μιαιφονεῖν εἰς πόλεμον ἐμφύλιον καταστησόμεθα, πολλὰ λέγειν ἔχων ὀλίγοις πάνυ χρήσομαι.
πρῶτον μὲν οὖν θαυμάσαι ἔχω Δέκιον τῆς εἰρωνείας· οὐ γὰρ ἠλιθιότητός γε· εἰ κρεῖττον οἴεται τὰ συμφέροντα τῷ κοινῷ φρονεῖν ἑαυτόν, ὃς ἄρτι παρελήλυθεν εἰς πολιτικὰς πράξεις, ἡμῶν τῶν καταγεγηρακότων ἐν αὐταῖς καὶ μεγάλην ἐκ μικρᾶς πεποιηκότων τὴν πόλιν. ἔπειτʼ εἰ πείσειν ὑπέλαβεν ὑμᾶς, ὡς χρὴ παραδοῦναί τινα ἔκδοτον ἐπὶ τιμωρίᾳ τοῖς ἐχθροῖς καὶ ταῦτα πολίτην ὑμέτερον καὶ οὐχὶ τῶν ἀφανῶν τινα πολιτῶν ἢ φαύλων, ἀλλʼ ὃν αὐτοὶ καὶ τὰ πολέμια λαμπρότατον ἡγεῖσθε εἶναι καὶ τὸν βίον σωφρονέστατον τά τε πολιτικὰ πράττειν οὐθενὸς χείρονα.
καὶ ταῦτʼ ἐτόλμησεν εἰπεῖν εἰδὼς ὑμᾶς πλείστην αἰδῶ ποιουμένους ἱκετῶν, καὶ μηδὲ πολεμίων τοὺς καταφεύγοντας ἐνθάδε ταύτης ἀποκλείοντας τῆς φιλανθρωπίας. εἰ δὲ τἀναντία ἡμᾶς ἐγίγνωσκες ἐπιτηδεύοντας, ὦ Δέκιε, ἀνόσια μὲν φρονοῦντας περὶ θεούς, ἄδικα δὲ πράττοντας πρὸς ἀνθρώπους, τί ἂν ἡμῖν τούτου συνεβούλευες ἔργον ὑπομεῖναι δεινότερον, ἀφʼ οὗ πρόρριζοι καὶ πανώλεις, μισηθέντες θεοῖς τε καὶ ἀνθρώποις, διαφθαρησόμεθα;
οὐ δεόμεθά σου συμβούλου, Δέκιε, οὔτε περὶ πολιτῶν ἐκδόσεως οὔτε περὶ ἄλλου χρήματος ὧν ἡμῖν πρακτέον οὐδενός· οὐδὲ ὀθνείᾳ φρονήσει νέων ἀνδρῶν τὰ οἰκεῖα συμφέροντα κρίνειν οἰόμεθα δεῖν οἱ μέχρι τῆσδε τῆς ἡλικίας διὰ πολλῆς πείρας κακῶν τε καὶ ἀγαθῶν ἐληλυθότες. πολέμου δʼ ἀπειλάς, αἷς χρώμενοι φοβεῖτε ἡμᾶς, οὐ νῦν πρῶτον ἐπαγομένας ὑφʼ ὑμῶν, ἀλλὰ πολλάκις ἤδη καὶ ὑπὸ πολλῶν ἐπανασεισθείσας τῇ συνήθει πρᾳότητι παραδόντες ἀκαταπλήκτως οἴσομεν.
καὶ εἰ δήπερ δράσετε τὰ ὅμοια οἷς λέγετε, ἀμυνούμεθα θεούς τε συναγωνιστὰς ἔχοντες, οἳ νεμεσῶσι τοῖς ἄρχουσι πολέμου ἀδίκου, καὶ ἀνθρώπων ἕξοντες χεῖρα οὐκ ὀλίγην σύμμαχον. Λατῖνοί τε γὰρ ἅπαντες, οἷς νεωστὶ τὴν ἰσοπολιτείαν δεδώκαμεν, σὺν ἡμῖν στήσονται, ὡς περὶ πατρίδος ἤδη τῆς πόλεως τῆσδε ἀγωνιζόμενοι, αἵ τʼ ἐνθένδε ἀποικισθεῖσαι πόλεις πολλαὶ καὶ ἀγαθαὶ περὶ παντὸς ποιούμεναι σώζεσθαι τὴν μητρόπολιν ἀμυνοῦσιν αὐτῇ.
εἰ δʼ εἰς ἀνάγκην ἡμᾶς κατακλείσετε τῆς πανταχόθεν ἐπικουρίας περιέχεσθαι, ὑπομενοῦμεν, ὦ Δέκιε, καὶ θεράποντας εἰς ἐλευθερίαν προκαλούμενοι καὶ πολεμίους εἰς φιλίαν καὶ πάντας ἀνθρώπους εἰς κοινωνίαν τῶν ἐκ τῆς νίκης ἐλπίδων ὁμόσε χωρεῖν ὑμῖν. μηθενὸς δὲ τούτων δεήσειεν, ὦ Ζεῦ καὶ θεοὶ πάντες οἱ πόλιν τὴν Ῥωμαίων κατέχοντες, ἀλλʼ εἴη μέχρι λόγων τὰ φοβερὰ ταῦτʼ ἐλθεῖν, ἔργον δὲ μηθὲν ἐξ αὐτῶν γένοιτʼ ἄχαρι.
ταῦτα μὲν Ἄππιος εἶπεν. Μάνιος δὲ Οὐαλέριος ὁ δημοτικώτατος τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ τὰς διαλλαγὰς πλείστην ἀποδειξάμενος προθυμίαν φανερῶς καὶ τότε τῷ δήμῳ συνελάμβανε καὶ λόγον διεξῆλθε μετὰ πολλῆς συγκείμενον φροντίδος, ἐπιτιμῶν μὲν τοῖς οὐκ ἐῶσι μίαν εἶναι τὴν πόλιν, ἀλλὰ διαιροῦσι τὸ δημοτικὸν ἀπὸ τῶν πατρικίων καὶ διὰ μικρὰς προφάσεις πολέμους ἀναζωπυροῦσιν ἐμφυλίους· ἐπαινῶν δὲ τοὺς ἓν τὸ συμφέρον καὶ κοινὸν ἡγουμένους καὶ πάντʼ ἐλάττω τῆς ὁμονοίας τιθεμένους, διδάσκων, ὡς, εἰ γένοιτο τῆς δίκης ὁ δῆμος, ὥσπερ ἀξιοῖ, κύριος, καὶ ταύτην παρὰ τοῦ συνεδρίου τὴν χάριν ἑκόντος λάβοι, τάχα μὲν οὐδʼ ἐπέξεισιν ἄχρι τέλους, ἀλλʼ ἀρκεσθεὶς αὐτῷ τῷ κεκρατηκέναι τοῦ σώματος ἐπιεικέστερον μᾶλλον ἢ χαλεπώτερον αὐτῷ χρήσεται.
εἰ δʼ ἄρα ἐκ παντὸς οἰομένων τρόπου τῶν δημάρχων τέλος ἐπιθεῖναι δεῖν νόμιμον τῇ δίκῃ τῆς ψήφου γενήσεται κύριος, ἀπολύσει τὸν ἄνδρα τῆς αἰτίας αἰδούμενος μὲν αὐτὸ τὸ κινδυνεῦον σῶμα, οὗ πολλὰ καὶ καλὰ ἔργα ἔχει μεμνῆσθαι, ἀνταποδιδοὺς δὲ ταύτην τὴν χάριν τῇ παρασχούσῃ τὴν ἐξουσίαν αὐτῷ βουλῇ καὶ πρὸς μηδὲν ἐναντιωθείσῃ
τῶν μετρίων. παρεῖναι μέντοι τῇ δίκῃ συνεβούλευε καὶ συναπολογεῖσθαι τῷ ἀνδρὶ καὶ τὸν δῆμον ἀξιοῦν μηθὲν διαγνῶναι περὶ αὐτοῦ χαλεπὸν τούς θʼ ὑπάτους καὶ τοὺς ἐκ τοῦ συνεδρίου πάντας καὶ τοὺς ἄλλους πατρικίους κατὰ πλῆθος ἀφικομένους· συνοίσειν γὰρ οὐ μικρὰ τῷ κινδυνεύοντι καὶ τούτους εἰς σωτηρίας ῥοπήν· καὶ μὴ μόνον αὐτοὺς οὕτως ἔχειν ταῖς γνώμαις, ἀλλὰ καὶ πελάτας ἕκαστον τοὺς αὑτοῦ παρακαλεῖν καὶ φίλους συνάγειν, καὶ εἴ τινας οἰκείως ἔχειν σφίσι τῶν δημοτικῶν διʼ εὐεργεσίας ὑπολαμβάνουσι, καὶ τούτους νυνὶ τὴν πρότερον ὀφειλομένην χάριν ἐπὶ
τῆς ψηφοφορίας ἀπαιτεῖν. τό τε φιλόχρηστον καὶ μισοπόνηρον οὐκ ὀλίγον ἀπέφηνεν ἐκ τοῦ δήμου μέρος ἐσόμενον, καὶ ἔτι πλεῖον τούτου, ὃ πρὸς τὰς τύχας πάσχειν τι τὰς ἀνθρωπίνας καὶ ἐλεεῖν οἶδε τοὺς ἐν τοῖς ἀξιώμασιν, ὅταν εἰς ταπεινὰ πέσωσιν αὐτῶν αἱ
τύχαι. ὁ δὲ πλείων λόγος ἐγίνετο αὐτῷ πρὸς τὸν Μάρκιον παράκλησιν ἔχων νουθετήσει μεμιγμένην καὶ δέησιν ἀνάγκῃ. ἠξίου γὰρ αὐτόν, ἐπεὶ διιστάναι τὸν δῆμον ἀπὸ τῆς βουλῆς αἰτίαν ἔχει καὶ τυραννικὸς εἶναι διαβάλλεται διὰ τὴν αὐθάδειαν τοῦ τρόπου, δέος τε παρέστηκεν ἅπασι, μὴ διʼ αὐτὸν ἀρχὴ γένηται στάσεως καὶ κακῶν ἀνηκέστων, ἃ φέρουσιν ἐμφύλιοι πόλεμοι, μὴ ποιεῖν ἀληθεῖς καὶ κυρίας τὰς κατʼ αὐτοῦ διαβολὰς μένοντα ἐν τῷ φθονουμένῳ τοῦ βίου, ἀλλὰ σχῆμα ταπεινὸν μεταλαβεῖν καὶ τοῖς ἀδικεῖσθαι λέγουσι τὴν ἐξουσίαν τοῦ σώματος παρασχεῖν, καὶ μὴ φεύγειν ἄδικον ἔγκλημα λόγῳ μετὰ δίκης ἀπολυόμενον.
ταῦτα γὰρ αὐτῷ πρός τε σωτηρίαν ἀσφαλέστατα εἶναι καὶ πρὸς εὐδοξίαν, ἧς ὀρέγεται, λαμπρότατα καὶ τοῖς προυπηργμένοις ἔργοις ἀκόλουθα. εἰ δʼ αὐθαδέστερος ἔσται μᾶλλον ἢ μετριώτερος, καὶ τὴν βουλὴν ἀξιώσει πάντα κίνδυνον διʼ ἑαυτὸν ὑπομένειν, κακὴν μὲν ἧτταν, αἰσχρὰν δὲ νίκην τοῖς πεισθεῖσι προσάψειν αὐτὸν ἀπέφαινεν· ἦν τʼ ἐνταῦθα πολὺς ὀλοφυρόμενος καὶ τῶν καταλαμβανόντων κακῶν τὰς πόλεις ἐν ταῖς διχοστασίαις τὰ μέγιστα καὶ φανερώτατα ἐπιλεγόμενος.