Kitap 7
κομᾶν τε γὰρ τοὺς ἄρρενας ὥσπερ τὰς παρθένους ἐκέλευσεν ἐξανθιζομένους καὶ βοστρυχιζομένους καὶ κεκρυφάλοις τὰς πλοκαμίδας ἀναδοῦντας ἐνδύεσθαί τε ποικίλους καὶ ποδήρεις χιτωνίσκους, καὶ χλανιδίοις ἀμπέχεσθαι λεπτοῖς καὶ μαλακοῖς, καὶ δίαιταν ἔχειν ὑπὸ σκιαῖς· ἠκολούθουν τʼ αὐτοῖς εἰς τὰ διδασκαλεῖα τῶν ὀρχηστῶν καὶ αὐλητῶν καὶ τῶν παραπλησίων τούτοις μουσοκολάκων παραπορευόμεναι παιδαγωγοὶ γυναῖκες σκιάδεια καὶ ῥιπίδας κομίζουσαι, καὶ ἔλουον αὐτοὺς αὗται κτένας εἰς τὰ βαλανεῖα φέρουσαι καὶ μύρων ἀλαβάστρους καὶ κάτοπτρα.
τοιαύτῃ διαφθείρων ἀγωγῇ τοὺς παῖδας, ἕως ἐκπληρώσωσιν εἰκοστὸν ἔτος, τὸν ἀπὸ τοῦδε χρόνον εἰς ἄνδρας εἴα τελεῖν. πολλὰ δὲ καὶ ἄλλα Κυμαίοις ἐνυβρίσας καὶ λωβησάμενος καὶ οὔτʼ ἀσελγείας οὔτʼ ὠμότητος οὐδεμιᾶς ἀποσχόμενος, ὅτʼ ἀσφαλῶς κατέχειν ὑπελάμβανε τὴν τυραννίδα, γηραιὸς ὢν ἤδη δίκας ἔτισεν οὐ μεμπτὰς θεοῖς τε καὶ ἀνθρώποις πρόρριζος ἀπολόμενος.
οἱ δʼ ἐπαναστάντες αὐτῷ καὶ τὴν πόλιν ἐλευθερώσαντες ἀπὸ τῆς τυραννίδος οἱ παῖδες τῶν πεφονευμένων ὑπʼ αὺτοῦ πολιτῶν ἦσαν, οὕς κατʼ ἀρχὰς ἅπαντας ἀποκτεῖναι ἐν ἡμέρᾳ μιᾷ προελόμενος ἐπέσχεν, ὥσπερ ἔφην, ὑπὸ τῶν σωματοφυλάκων, οἷς ἔδωκε τὰς μητέρας αὐτῶν, ἐκλιπαρηθείς, καὶ κατʼ ἀγροὺς κελεύσας διατρίβειν.
ὀλίγοις δʼ ἔτεσιν ὕστερον, ἐπειδὴ τὰς κώμας διεξιὼν πολλὴν καὶ ἀγαθὴν εἶδεν αὐτῶν νεότητα, δείσας, μὴ συμφρονήσαντες ἐπαναστῶσιν αὐτῷ, φθάσαι διαχειρισάμενος ἅπαντας ἐβούλετο, πρὶν αἰσθέσθαι τινά· καὶ παραλαβὼν τοὺς φίλους ἐσκόπει μετʼ αὐτῶν, διʼ οἵου τρόπου ῥᾷστά τε καὶ τάχιστα λαθόντες ἀναιρεθήσονται.
τοῦτο καταμαθόντες οἱ παῖδες, εἴτε μηνυθὲν ὑπὸ τῶν συνειδότων τινός, εἴτʼ αὐτοὶ κατὰ τὸν ἐκ τῶν εἰκότων λογισμὸν ὑποτοπήσαντες, φεύγουσιν εἰς τὰ ὄρη τὸν γεωργικὸν ἁρπάσαντες σίδηρον. ἧκον δʼ αὐτοῖς ἐπίκουροι κατὰ τάχος ἐνδιατρίβοντες ἐν Καπύῃ Κυμαίων φυγάδες, ὧν ἦσαν ἐπιφανέστατοί τε καὶ πλείστους Καμπανῶν ἔχοντες ξένους οἱ Ἱππομέδοντος παῖδες τοῦ κατὰ τὸν Τυρρηνικὸν ἱππαρχήσαντος πόλεμον, αὐτοί θʼ ὡπλισμένοι κἀκείνοις κομίζοντες ὅπλα Καμπανῶν τε μισθοφόρων καὶ φίλων χεῖρα συγκροτήσαντες οὐκ ὀλίγην.
ἐπεὶ δὲ καθʼ ἓν ἅπαντες ἐγένοντο, τοὺς ἀγροὺς τῶν ἐχθρῶν καταθέοντες ἐφόδοις λῃστρικαῖς ἐλεηλάτουν καὶ τοὺς δούλους ἀφίστασαν ἀπὸ τῶν δεσποτῶν καὶ τοὺς ἐκ τῶν δεσμωτηρίων λύοντες καθώπλιζον, καὶ ὅσα μὴ δύναιντο φέρειν τε καὶ ἄγειν χρήματα ματα καὶ βοσκήματα τὰ μὲν ἐνεπίμπρασαν, τὰ δὲ κατέσφαττον. ἀπορουμένῳ δὲ τῷ τυράννῳ, τίνα χρὴ
τρόπον αὐτοῖς πολεμεῖν διὰ τὸ μήτʼ ἐκ τοῦ φανεροῦ τὰς ἐπιχειρήσεις αὐτοὺς ποιεῖσθαι μήτʼ ἐν τοῖς αὐτοῖς χρονίζειν τόποις, ἀλλὰ νυκτὶ μὲν εἰς ὄρθρον, ἡμέρᾳ δʼ εἰς νύκτα συμμετρεῖσθαι τὰς ἐφόδους, καὶ πολλάκις ἀποστείλαντι τοὺς στρατιώτας ἐπὶ τὴν βοήθειαν τῆς χώρας διὰ κενῆς, παραγίνεταί τις ἐξ αὐτῶν ᾐκισμένος τὸ σῶμα μάστιξιν ἀποσταλεὶς ὑπὸ τῶν φυγάδων ὡς αὐτόμολος, ὃς ἄδειαν αἰτησάμενος ὑπέσχετο τῷ τυράννῳ παραλαβὼν τὴν ἀποσταλησομένην σὺν αὐτῷ δύναμιν ἄξειν ἐπὶ τὸν τόπον, ἐν ᾧ τὴν ἐπιοῦσαν ἔμελλον αὐλίζεσθαι νύκτα οἱ φυγάδες.
ᾧ πιστεῦσαι προαχθεὶς ὁ τύραννος αἰτοῦντι οὐθὲν καὶ τὸ ἑαυτοῦ σῶμα ὅμηρον παρεχομένῳ πέμπει τοὺς πιστοτάτους τῶν ἡγεμόνων ἄγοντας ἱππεῖς τε πολλοὺς καὶ τὴν μισθοφόρον δύναμιν, οἷς ἐνετείλατο μάλιστα μὲν ἅπαντας τοὺς φυγάδας, εἰ δὲ μή γʼ ὡς πλείστους ἐξ αὐτῶν δήσαντας πρὸς αὐτὸν ἄγειν. ὁ μὲν οὖν κατασκευαστὸς αὐτόμολος κατά τʼ ἀτριβεῖς ὁδοὺς καὶ διὰ δρυμῶν ἐρήμων ἦγε τὴν στρατιὰν ταλαιπωροῦσαν διʼ ὅλης νυκτὸς ἐπὶ τὰ πλεῖστον ἀπέχοντα τῆς πόλεως μέρη.
οἱ δʼ ἀποστάται τε καὶ φυγάδες ἐν τῷ περὶ τὸν Ἄορνον ὄρει πλησίον ὄντι τῆς πόλεως λοχῶντες, ὡς ἔμαθον ἐξεληλυθυῖαν ἐκ τῆς πόλεως τὴν τοῦ τυράννου στρατιὰν συνθήμασι μηνυθεῖσαν ὑπὸ τῶν σκοπῶν, πέμπουσιν ἐξ αὐτῶν περὶ ἑξήκοντα μάλιστα τοὺς εὐτολμοτάτους διφθέρας ἔχοντας καὶ φακέλλους φρυγάνων κομίζοντας.
οὗτοι περὶ λύχνων ἁφὰς ἄλλοι κατʼ ἄλλας πύλας ὡς χερνῆται παρεισπεσόντες ἔλαθον· ὡς δʼ ἔνδον ἐγένοντο τοῦ τείχους ἐξελκύσαντες ἐκ τῶν φακέλλων ἃ κατέκρυπτον ξίφη, καὶ συνελθόντες εἰς τὸν αὐτὸν ἅπαντες τόπον ἔπειτʼ ἐκεῖθεν ὁρμήσαντες ἀθρόοι πρὸς τὰς ἐπὶ τὸν Ἄορνον φερούσας πύλας τούς τε φύλακας αὐτῶν ἀποκτείνουσι κοιμωμένους καὶ τοὺς σφετέρους ἅπαντας ἤδη τοῦ τείχους πλησίον ὄντας ἀναπεπταμέναις ταῖς πύλαις ὑποδέχονται, καὶ τοῦτο πράξαντες ἔλαθον.
ἔτυχε γὰρ ἐκείνῃ τῇ νυκτὶ ἑορτή τις οὖσα δημοτελής, καὶ διʼ αὐτὴν ἅπας ὁ κατὰ πόλιν ὄχλος ἐν πότοις ὢν καὶ ταῖς ἄλλαις εὐπαθείαις. τοῦτο παρέσχεν αὐτοῖς κατὰ πολλὴν ἄδειαν ἁπάσας διελθεῖν τὰς ἐπὶ τὴν τυραννικὴν οἰκίαν φερούσας ὁδούς· καὶ οὐδὲ παρὰ ταῖς θύραις πολλήν τινα καὶ ἐγρηγορυῖαν εὗρον φυλακήν, ἀλλὰ κἀνταῦθα τοὺς μὲν ἤδη καθεύδοντας, τοὺς δὲ μεθύοντας ἀποσφάξαντες δίχα πόνου καὶ κατὰ πλῆθος εἰς τὴν οἰκίαν ὠσάμενοι, τοὺς μὲν ἄλλους ἅπαντας οὔτε τῶν σωμάτων ἔτι κρατοῦντας οὔτε τῶν φρενῶν διὰ τὸν οἶνον προβάτων δίκην κατέσφαξαν· τὸν δʼ Ἀριστόδημον καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν ἄλλην συγγένειαν συλλαβόντες ἄχρι πολλῆς νυκτὸς αἰκιζόμενοί τε καὶ στρεβλοῦντες καὶ πᾶσιν ὡς εἰπεῖν λυμαινόμενοι κακοῖς ἀπέκτειναν.
ἀνελόντες δὲ τὴν τυραννικὴν οἰκίαν πρόρριζον, ὡς μήτε παιδία μήτε γυναῖκας μήτε συγγένειαν μηθενὸς αὐτῶν καταλιπεῖν καὶ διʼ ὅλης νυκτὸς ἅπαντας ἐξερευνησάμενοι τοὺς συνεργοὺς τῆς τυραννίδος ἡμέρας γενομένης προῆλθον εἰς τὴν ἀγοράν. ἔπειτα συγκαλέσαντες τὸν δῆμον εἰς ἐκκλησίαν ἀποτίθενται τὰ ὅπλα καὶ τὴν πάτριον καθίστανται πολιτείαν.
ἐπὶ τοῦτον δὴ τὸν Ἀριστόδημον ἔτος ὁμοῦ τι τεσσαρεσκαιδέκατον ἤδη τυραννοῦντα Κύμης οἱ σὺν Ταρκυνίῳ φυγάδες καθιστάμενοι τὴν κατὰ τῆς πατρίδος ἐβούλοντο συντελέσασθαι δίκην. οἱ δὲ πρέσβεις τῶν Ῥωμαίων τέως μὲν ἀντέλεγον, ὡς οὔτʼ ἐπὶ τοῦτον ἥκοντες τὸν ἀγῶνα οὔτʼ ἐξουσίαν ἔχοντες, ἣν οὐκ ἐπέτρεψεν αὐτοῖς ἡ βουλὴ περὶ τῆς πόλεως ἀπολογήσασθαι δίκην.
ὡς δʼ οὐθὲν ἐπέραινον, ἀλλʼ ἐγκεκλικότα τὸν τύραννον ἑώρων ἐπὶ θάτερα μέρη διὰ τὰς σπουδὰς καὶ τὰς παρακλήσεις τῶν φυγάδων, αἰτησάμενοι χρόνον εἰς ἀπολογίαν, καὶ διεγγυήσαντες τὰ σώματα χρημάτων ἐν τῷ διὰ μέσου τῆς δίκης οὐθενὸς ἔτι φυλάττοντος αὐτοὺς ἀποδράντες ᾤχοντο. θεράποντας δʼ αὐτῶν καὶ τὰ ὑποζύγια καὶ τὰ ἐπὶ τῇ σιτωνίᾳ κομισθέντα χρήματα ὁ τύραννος κατέσχε.
ταύταις μὲν οὖν ταῖς πρεσβείαις τοιαῦτα παθούσαις ἀπράκτοις ἀναστρέψαι συνέβη, ἐκ δὲ τῶν ἐν Τυρρηνίᾳ πόλεων οἱ πεμφθέντες κέγχρους τε καὶ ζέας συνωνησάμενοι ταῖς ποταμηγοῖς σκάφαις κατεκόμισαν εἰς τὴν πόλιν. αὕτη βραχύν τινα χρόνον ἡ ἀγορὰ Ῥωμαίους διέθρεψεν· ἔπειτʼ ἐξαναλωθεῖσα εἰς τὰς αὐτὰς ἀπορίας κατέστησεν αὐτούς. ἦν δʼ οὐθὲν εἶδος ἀναγκαίας τροφῆς, ὃ οὐκ ἐπείραζον ἔτι, συνέβαινέ τʼ οὐκ ὀλίγοις αὐτῶν, τὰ μὲν διὰ τὴν σπάνιν, τὰ δὲ διὰ τὴν ἀτοπίαν τῆς οὐκ εἰωθυίας ἐδωδῆς, τοῖς μὲν ἀρρώστων διακεῖσθαι τὰ σώματα, τοῖς δὲ παρημελημένοις διὰ πενίαν καὶ παντάπασιν ἀδυνάτως·
ὡς δὲ τοῦτʼ ἔγνωσαν οἱ νεωστὶ κεκρατημένοι τῷ πολέμῳ Οὐολοῦσκοι, πρεσβειῶν ἀπορρήτοις διαποστολαῖς ἐνῆγον ἀλλήλους εἰς τὸν κατʼ αὐτῶν πόλεμον, ὡς ἀδυνάτων ἐσομένων, εἴ τις αὐτοῖς ἐπίθοιτο κεκακωμένοις πολέμῳ τε καὶ λιμῷ ἀντέχειν. θεῶν δέ τις εὔνοια, οἷς φροντὶς ἦν μὴ περιιδεῖν ὑπὸ τοῖς ἐχθροῖς Ῥωμαίους γενομένους, ἐκφανέστατα καὶ τότε τὴν ἑαυτῆς δύναμιν ἀπεδείξατο. τοσοῦτος γάρ τις ἄφνω εἰς τὰς πόλεις τῶν Οὐολούσκων φθόρος λοιμικὸς ἐνέσκηψεν, ὅσος ἐν οὐδενὶ ἄλλῳ τόπῳ μνημονεύεται γενόμενος οὔθʼ Ἑλλάδος οὔτε βαρβάρου γῆς, πᾶσαν ἡλικίαν καὶ τύχην καὶ φύσιν ἐρρωμένων τε καὶ ἀσθενῶν σωμάτων ὁμοίως διεργαξόμενος. ἐδήλωσε δὲ τὴν ὑπερβολὴν τῆς συμφορᾶς πόλις ἐπιφανὴς τῶν Οὐολούσκων, Οὐέλιτραι ὄνομα αὐτῇ, μεγάλη τε καὶ πολυάνθρωπος οὖσα τέως, ἧς ὁ λοιμὸς μίαν ὑπελείπετο μοῖραν ἐκ τῶν δέκα, τὰς δʼ ἄλλας ὑπολαβὼν ἀπήνεγκε.
τελευτῶντες δʼ οὖν ὅσοι περιῆσαν ἐκ τῆς συμφορᾶς πρεσβευσάμενοι Ῥωμαίοις ἔφρασαν τὴν ἐρημίαν καὶ παρέδοσαν τὴν πόλιν. ἔτυχον δὲ καὶ πρότερον ἐποίκους ἐκ τῆς Ῥώμης εἰληφότες, ἀφʼ ἧς αἰτίας καὶ τὸ δεύτερον τοὺς κληρούχους παρʼ αὐτῶν ᾔτουν.
ταῦτα τοῖς Ῥωμαίοις μαθοῦσι τῆς μὲν συμφορᾶς οἶκτος εἰσῄει, καὶ οὐδὲν ᾤοντο δεῖν τοῖς ἐχθροῖς ἐπὶ τοιαύταις τύχαις μνησικακεῖν, ὡς ἱκανὰς δεδωκόσι τοῖς θεοῖς ὑπὲρ σφῶν δίκας ἀνθʼ ὧν ἔμελλον δράσειν· Οὐελίτρας δὲ παραλαμβάνειν ἐδόκει κληρούχων οὐκ ὀλίγων ἀποστολῇ πολλὰ τὰ συμφέροντα ἐκ τοῦ πράγματος ἐπιλογιζομένοις.
τό τε γὰρ χωρίον ἱκανὸν εἶναι ἐφαίνετο φυλακῇ ἀξιόχρεῳ καταληφθὲν οἷς ἂν νεωτερίζειν ἢ παρακινεῖν τι βουλομένοις ᾖ μέγα κώλυμα καὶ ἐμπόδιον εἶναι· ἥ τʼ ἀπορία τῆς τροφῆς ἡ κατέχουσα τὴν πόλιν οὐ παρʼ ὀλίγον μετριωτέρα γενήσεσθαι ὑπωπτεύετο, εἰ μετασταίη τις ἐξ αὐτῆς ἀπὸ τοῦ πλήθους μοῖρα ἀξιόλογος. μάλιστα δʼ ἡ στάσις ἀναρριπιζομένη, πρὶν ἢ πεπαῦσθαι καλῶς ἔτι τὴν προτέραν,
ἐνῆγεν αὐτοὺς ψηφίζεσθαι τὸν ἀπόστολον. πάλιν γάρ, ὥσπερ καὶ πρότερον, ὁ δῆμος ἠρεθίζετο καὶ διʼ ὀργῆς εἶχε τοὺς πατρικίους, πολλοί τε καὶ χαλεποὶ κατʼ αὐτῶν ἐγίνοντο λόγοι τῶν μὲν ὀλιγωρίαν ἐγκαλούντων καὶ ῥᾳθυμίαν, ὅτι οὐκ ἐκ πολλοῦ προείδοντο τὴν ἐσομένην τοῦ σίτου σπάνιν καὶ προὐμηχανήσαντο τὰ πρὸς τὴν συμφορὰν ἀλεξήματα, τῶν δʼ ἐξ ἐπιβουλῆς ὑπʼ αὐτῶν γεγονέναι τὴν σιτοδείαν ἀποφαινόντων διʼ ὀργήν τε καὶ ἐπιθυμίαν τοῦ κακῶσαι τὸ δημοτικὸν ἀναμνήσει τῆς ἀποστάσεως.
διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἡ τῶν κληρούχων ἀποστολὴ ταχεῖα ἐγίνετο τριῶν ἀποδειχθέντων ἀνδρῶν ὑπὸ τῆς βουλῆς ἡγεμόνων. τῷ δήμῳ δὲ κατʼ ἀρχὰς μὲν ἦν ἀσμένῳ τοὺς κληρούχους διαλαγχάνειν ὡς λιμοῦ τʼ ἀπαλλαχθησομένῳ καὶ χώραν οἰκήσοντι εὐδαίμονα· ἔπειτʼ ἐνθυμουμένῳ τὸν λοιμόν, ὃς. ἐν τῇ μελλούσῃ αὐτὸν ὑποδέχεσθαι πόλει πολὺς γενόμενος τούς τʼ οἰκήτορας διεφθάρκει καὶ δέος παρεῖχε, μὴ καὶ τοὺς ἐποίκους ταὐτὸν ἐργάσηται, μεθίστατο κατὰ μικρὸν εἰς τἀναντία ἡ γνώμη, ὥστʼ οὐ πολλοί τινες ἐφάνησαν οἱ μετέχειν βουλόμενοι τῆς ἀποικίας, ἀλλὰ πολὺ ἐλάττους ὧν ἡ βουλὴ ἐψηφίσατο, καὶ οὗτοι δʼ ἤδη σφῶν αὐτῶν κατεγνώκεσαν ὡς κακῶς βεβουλευμένων καὶ ὑπανεδύοντο τὴν ἔξοδον.
κατελήφθη μέντοι τοῦτο τὸ μέρος καὶ τὸ ἄλλο τὸ μὴ ἑκουσίως συναιρόμενον τῆς ἐξόδου ψηφισαμένης τῆς βουλῆς ἐξ ἁπάντων γενέσθαι Ῥωμαίων κλήρῳ τὴν ἔξοδον, κατὰ δὲ τῶν λαχόντων, εἰ μὴ ἐξίοιεν, χαλεπὰς καὶ ἀπαραιτήτους θεμένης ζημίας. οὗτός τε δὴ ὁ στόλος εἰς Οὐελίτρας εὐπρεπεῖ ἀνάγκῃ καταληφθεὶς ἀπεστάλη, καὶ ἕτερος αὖθις οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς Νώρβαν πόλιν, ἥ ἐστι τοῦ Λατίνων ἔθνους οὐκ ἀφανής.
ἐγένετο δʼ οὐδὲν τῶν ἐκ λογισμοῦ τοῖς πατρικίοις κατὰ γοῦν τὴν ἐλπίδα λωφήσειν τὴν στάσιν, ἀλλʼ οἱ περιλειφθέντες ἔτι χείρους ταῖς ὀργαῖς ἦσαν καὶ πολλῇ τῇ καταβοῇ τῶν βουλευτῶν ἐχρῶντο κατά τε συστροφὰς καὶ ἑταιρίας, ὀλίγοι μὲν συνιόντες τὸ πρῶτον, ἔπειτʼ ἀθρόοι συντονωτέρας ἤδη γινομένης τῆς ἀπορίας καὶ συνδραμόντες εἰς τὴν ἀγορὰν τοὺς δημάρχους ἐβόων.
συναχθείσης δʼ ὑπʼ αὐτῶν ἐκκλησίας παρελθὼν Σπόριος Σικίνιος, ὃς ἦν τοῦ ἀρχείου τότε ἡγεμών, αὐτός τε πολὺς ἔρρει κατὰ τῆς βουλῆς αὔξων ὡς μάλιστʼ ἐνῆν τὸν κατʼ αὐτῆς φθόνον, καὶ τοὺς ἄλλους ἠξίου λέγειν ἃ φρονοῦσιν εἰς τὸ κοινόν, μάλιστα δὲ τὸν Σικίνιον καὶ τὸν Βροῦτον ἀγορανόμους τότʼ ὄντας ἀνακαλῶν ἑκάτερον ἐξ ὀνόματος, οἳ καὶ τῆς πρώτης ἀποστάσεως τῷ δήμῳ ἦρξαν, καὶ τὴν δημαρχικὴν ἐξουσίαν εἰσηγησάμενοι πρῶτοι αὐτῆς ἔτυχον.
παρελθόντες δʼ οὗτοι τοὺς κακοηθεστάτους τῶν λόγων ἐκ πολλοῦ παρεσκευασμένοι διεξῄεσαν, ἃ τοῖς πολλοῖς ἀκούειν ἦν βουλομένοις, ὡς ἐκ προνοίας τε καὶ ἐπιβουλῆς ὑπὸ τῶν πλουσίων γένοιθʼ ἡ περὶ τὸν σῖτον ἀπορία, ἐπειδὴ τὴν ἐλευθερίαν ἀκόντων ἐκείνων ὁ δῆμος ἐκ τῆς ἀποστάσεως εὕρετο.
ἰσομοιρεῖν τʼ οὐδὲ κατὰ μικρὸν ἀπέφαινον τῆς συμφορᾶς τοῖς πένησι τοὺς εὐπόρους· ἐκείνοις μὲν γὰρ εἶναι καὶ τροφὰς ἐν ἀφανεῖ ἀποκειμένας καὶ χρήματα, οἷς ὠνούμενοι τὰς ἐπεισάκτους ἀγορὰς ἐν πολλῇ ὑπεροψίᾳ ἦσαν τοῦ κακοῦ, τοῖς δὲ δημόταις ἀμφότερα ταῦτʼ ἀπόρως ἔχειν· τήν τʼ ἀποστολὴν τῶν κληρούχων, ἣν ἐποιήσαντο εἰς νοσερὰ χωρία, ἐκβολὴν ἀποφαίνοντες εἰς προφανῆ καὶ μακρῷ χείρονα ὄλεθρον, αὔξοντες ὡς μάλιστα δυνατοὶ ἦσαν τῷ λόγῳ τὰ δεινά, καὶ τί πέρας ἔσται τῶν κακῶν ἀξιοῦντες μαθεῖν, ὑπομιμνήσκοντές τε τῶν παλαιῶν αὐτοὺς αἰκισμῶν, οἷς ὑπὸ τῶν πλουσίων ἔτυχον αἰκισθέντες, καὶ
τἆλλα τὰ ὅμοια τούτοις κατὰ πολλὴν ἄδειαν διεξιόντες. τελευτῶν δʼ ὁ Βροῦτος εἰς ἀπειλήν τινα τοιάνδε κατέκλεισε τὸν λόγον, ὡς εἰ βουληθεῖεν αὐτῷ πείθεσθαι διὰ ταχέων προσαναγκάσων τοὺς ἐκκαύσαντας τὸ δεινὸν καὶ κατασβέσαι. ἡ μὲν δὴ ἐκκλησία διελύετο.
οἱ δʼ ὕπατοι τῇ κατόπιν ἡμέρᾳ συνεκάλουν τὴν βουλὴν περίφοβοι ὄντες ἐπὶ τοῖς καινοτομουμένοις καὶ τὴν τοῦ Βρούτου δημοκοπίαν εἰς μέγα τι κακὸν ἀποσκήψειν οἰόμενοι. πολλοὶ μὲν δὴ καὶ παντοδαποὶ ὑπό τʼ αὐτῶν ἐκείνων ἐρρήθησαν ἐν τῷ συνεδρίῳ λόγοι καὶ ὑπὸ τῶν ἄλλων πρεσβυτέρων, τῶν μὲν οἰομένων δεῖν θεραπεύειν τὸν δῆμον ἁπάσῃ εὐπροσηγορίᾳ λόγων καὶ ὑποσχέσει ἔργων καὶ τοὺς ἡγεμόνας αὐτοῦ μετριωτέρους παρασκευάζειν, τιθέντας εἰς μέσον τὰ πράγματα καὶ μετὰ σφῶν ὑπὲρ τοῦ κοινῇ συμφέροντος παρακαλοῦντας σκοπεῖν.
τῶν δὲ μηθὲν ἐνδιδόναι μαλακὸν συμβουλευόντων πρὸς ὄχλον αὐθάδη καὶ ἀμαθῆ ἢ θρασεῖάν τε καὶ ἀνύποιστον δημοκόπων ἀνθρώπων μανίαν, ἀλλʼ ἀπολογεῖσθαι μέν, ὡς οὐδὲν εἴη τῶν γεγονότων παρὰ τῶν πατρικίων αἴτιον, καὶ ὑπισχνεῖσθαι πρόνοιαν ἕξειν τοῦ κακοῦ τὴν δυνατήν, τοῖς δὲ ταράττουσι τὸν δῆμον ἐπιτιμᾶν καὶ προαγορεύειν, ὡς εἰ μὴ παύσονται τὴν στάσιν ἀναρριπίζοντες ἀξίας τίσουσι δίκας.
ταύτης ἡγεῖτο τῆς γνώμης Ἄππιος, καὶ ἦν ἡ νικῶσα αὕτη πολλῆς ἐμπεσούσης πάνυ τοῖς συνέδροις φιλονεικίας· ὥστε καὶ τὸν δῆμον ὑπὸ τῆς βοῆς αὐτῶν ἐξακουομένης ἐπὶ πολὺ ταραχθέντα συνδραμεῖν ἐπὶ τὸ βουλευτήριον, καὶ πᾶσαν ὀρθὴν ἐπὶ τῇ προσδοκίᾳ
γενέσθαι τὴν πόλιν. μετὰ δὲ τοῦθʼ οἱ μὲν ὕπατοι προελθόντες συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν· ἦν δʼ οὐ πολὺ τῆς ἡμέρας ἔτι τὸ λειπόμενον· καὶ παρελθόντες ἐπειρῶντο τὰ δόξαντα σφίσιν ἐν τῇ βουλῇ λέγειν. ἐνίσταντο δʼ αὐτοῖς οἱ δήμαρχοι, καὶ οὐκ ἦν ἐν μέρει οὐδʼ ἐν κόσμῳ γινόμενος παρʼ ἀμφοῖν ὁ λόγος. ἐβόων γὰρ ἅμα καὶ ἐξέκλειον ἀλλήλους, ὥστε μὴ ῥᾴδιον εἶναι τοῖς παροῦσι τὰς διανοίας αὐτῶν ὅ τι βούλονται συνιδεῖν.
ἐδικαίουν δʼ οἱ μὲν ὕπατοι τὴν κρείττονα ἔχοντες ἐξουσίαν ἁπάντων ἄρχειν τῶν ἐν τῇ πόλει, οἱ δὲ δήμαρχοι τὴν ἐκκλησίαν ἑαυτῶν εἶναι χωρίον ὥσπερ ἐκείνων τὴν βουλήν, καὶ ὁπόσα ἐπὶ τοῖς δημόταις ἦν κρίνειν τε καὶ ψηφίζεσθαι, τούτων αὐτοὶ πᾶν ἔχειν τὸ κρίτος. συνηγωνίζετο δὲ τοῖς μὲν ἡ πληθὺς ἐπιβοῶσα καὶ ὁμόσε χωρεῖν, εἰ δέοι, τοῖς κωλύουσι παρεσκευασμένη, τοῖς δʼ ὑπάτοις οἱ πατρίκιοι συστρέψαντες αὑτούς.
ἐγίνετο δὲ πολὺς ἀγὼν περὶ τοῦ μὴ εἶξαι ἑκατέροις, ὡς ἐν μιᾷ τῇ τότε ἥττῃ παραχωρουμένης τῆς εἰς τὸν λοιπὸν χρόνον ἑκατέρων δικαιώσεως. ἥλιός τε περὶ καταφορὰν ἦν ἤδη, καὶ συνέτρεχεν ἐκ τῶν οἰκιῶν τὸ ἄλλο πλῆθος εἰς τὴν ἀγοράν, καὶ ἔμελλον, εἰ νὺξ ἐπιλαμβάνοι τὴν ἔριν, εἰς πληγάς τε καὶ λίθων χωρήσειν βολάς.
ἵνα δὴ μὴ τοῦτο γένοιτο, προελθὼν ὁ Βροῦτος τοὺς ὑπάτους ἠξίου δοῦναι λόγον αὐτῷ, παύσειν ὑπισχνούμενος τὴν στάσιν. κἀκεῖνοι δόξαντες σφίσι παρακεχωρῆσθαι, ὅτι τῶν δημάρχων παρόντων οὐ παρʼ ἐκείνων ὁ δημαγωγὸς ᾐτήσατο τὴν χάριν, ἐπιτρέπουσιν αὐτῷ λέγειν. σιωπῆς δὲ γενομένης ἄλλο μὲν οὐδὲν ὁ Βροῦτος εἶπεν, ἠρώτησε δὲ τοὺς ὑπάτους τοιάνδε τινὰ
ἐρώτησιν· ἆρά γʼ, ἔφη, μέμνησθʼ, ὅτι διαλυομένοις ἡμῖν τὴν στάσιν τοῦτο συνεχωρήθη τὸ δίκαιον ὑφʼ ὑμῶν, ὅταν οἱ δήμαρχοι συναγάγωσι τὸν δῆμον ὑπὲρ ὁτουδήτινος, μὴ παρεῖναι τῇ συνόδῳ τοὺς πατρικίους μηδʼ ἐνοχλεῖν; μεμνήμεθʼ, ἔφησεν ὁ Γεγάνιος. καὶ ὁ Βροῦτος ὑποφέρει· τί οὖν παθόντες ἐμποδὼν ἵστασθʼ ἡμῖν καὶ οὐκ ἐᾶτε τοὺς δημάρχους ἃ βούλονται λέγειν; ἀποκρίνεται πρὸς ταῦθʼ ὁ Γεγάνιος· ὅτι οὐκ αὐτοὶ συνεκάλεσαν τὸν δῆμον εἰς τὴν ἐκκλησίαν, ἀλλʼ ἡμεῖς οἱ ὕπατοι. εἰ μὲν οὖν ὑπὸ τούτων ἡ σύνοδος ἐγένετο, οὐθὲν ἂν ἠξιοῦμεν οὔτε κωλύειν οὔτε πολυπραγμονεῖν· ἐπειδὴ δʼ ἡμεῖς συνηγάγομεν τὴν ἐκκλησίαν, οὐχὶ τούτους ἀγορεύειν κωλύομεν, ἀλλʼ ὑπὸ τούτων αὐτοὶ
κωλύεσθαι οὐ δικαιοῦμεν. καὶ ὁ Βροῦτος ὑποτυχών· νικῶμεν, ἔφησεν, ὦ δημόται, καὶ παρακεχώρηται ἡμῖν ὑπὸ τῶν διαφόρων ὅσα ἠξιοῦμεν. νῦν μὲν οὖν ἄπιτε καὶ παύσασθε φιλονεικοῦντες· αὔριον δʼ ὑμῖν ὑπισχνοῦμαι φανερὰν ποιήσειν ὅσην ἔχετε ἰσχύν. καὶ ὑμεῖς γʼ, ὦ δήμαρχοι, παραχωρήσατε αὐτοῖς τῆς ἀγορᾶς ἐν τῷ παρόντι· οὐ γὰρ εἰς τέλος παραχωρήσετε· μαθόντες δʼ ὅσον ἔχει κράτος ὑμῶν ἡ ἀρχή· γνώσεσθε γὰρ οὐκ εἰς μακράν· ἐγὼ τοῦθʼ ὑμῖν ὑποδέχομαι ποιήσειν φανερόν· μετριωτέραν αὐτῶν ἀποδώσετε τὴν ὑπερηφανίαν. ἐὰν δὲ φενακίζων ὑμᾶς εὑρεθῶ, χρήσασθʼ ὅ τι βούλεσθέ μοι.
οὐθενὸς δὲ πρὸς ταῦτʼ ἀντιλέξαντος ἀπῄεσαν ἐκ τῆς ἐκκλησίας οὐ τὰς ὁμοίας ὑπολήψεις ἔχοντες ἑκάτεροι· ἀλλʼ οἱ μὲν ἄποροι δοκοῦντές τι περιττὸν ἐξευρηκέναι τὸν Βροῦτον καὶ οὐκ εἰκῆ ὑποσχέσθαι πρᾶγμα τηλικοῦτον, οἱ δὲ πατρίκιοι περιφρονοῦντες τὴν κουφότητα τοῦ ἀνθρώπου καὶ τῶν ὑποσχέσεων τὴν τόλμαν ἕως λόγου χωρήσειν οἰόμενοι· μηθὲν γὰρ ὑπὸ τῆς βουλῆς συγκεχωρῆσθαι τοῖς δημάρχοις ἔξω τοῦ βοηθεῖν τοῖς ἀδικουμένοις τῶν δημοτικῶν. οὐ μὴν ἅπασί γʼ εἰσῄει καὶ μάλιστα τοῖς πρεσβυτέροις ὀλιγωρία τοῦ πράγματος, ἀλλὰ προσέχειν, μή τι ἀνήκεστον ἡ τοῦ
ἀνδρὸς ἐξεργάσηται μανία. τῇ δʼ ἑξῆς νυκτὶ κοινωσάμενος τοῖς δημάρχοις ὁ Βροῦτος τὴν ἑαυτοῦ γνώμην καὶ παρασκευασάμενος χεῖρα οὐκ ὀλίγην δημοτῶν κατέβαινε μετʼ αὐτῶν εἰς τὴν ἀγοράν· καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι καταλαβόμενοι τὸ Ἡφαιστεῖον, ἔνθα ἦν ἔθος αὐτοῖς ἐκκλησιάζειν, ἐκάλουν μὲν εἰς ἐκκλησίαν τὸν δῆμον. πληρωθείσης δὲ τῆς ἀγορᾶς· ὄχλος γὰρ ὅσος οὔπω πρότερον συνῆλθε· παρελθὼν Σικίνιος ὁ δήμαρχος πολὺν μὲν ἐποιήσατο κατὰ τῶν πατρικίων λόγον, ἅπανθʼ ὑπομιμνήσκων ὅσα κατὰ τῶν δημοτικῶν αὐτοῖς ἐπράχθη· ἔπειθʼ ὑπὲρ τῆς παρελθούσης ἡμέρας ἐδίδασκεν, ὡς κεκωλυμένος ὑπʼ αὐτῶν εἴη λόγου τυχεῖν καὶ τὴν ἐξουσίαν τῆς ἀρχῆς ἀφῃρημένος.
τίνος γὰρ ἂν ἔτι γενοίμεθʼ, ἔφη, κύριοι τῶν ἄλλων, εἰ μηδὲ τοῦ λέγειν ἐσόμεθα; πῶς δʼ ἄν τινι ὑμῶν ἀδικουμένῳ πρὸς αὐτῶν βοηθεῖν δυναίμεθα, εἰ τὴν ἐξουσίαν τοῦ συνάγειν ὑμᾶς ἀφαιρεθείημεν; ἄρχουσι γὰρ δήπου παντὸς ἔργου λόγοι, καὶ οὐκ ἄδηλον, ὅτι οἷς εἰπεῖν ἃ φρονοῦσιν οὐκ ἔξεστιν, οὐδὲ πρᾶξαι ἂν ἐξείη, ἃ βούλονται. ἢ κομίζεσθʼ οὖν, ἔφη, τὴν ἐξουσίαν, ἣν δεδώκατε ἡμῖν, εἰ μὴ μέλλετε βεβαιοῦν αὐτῇ τἀσφαλές, ἢ νόμῳ γραφέντι κωλύσατε τοὺς ἐμποδὼν ἡμῖν τὸ λοιπὸν ἐσομένους.
τοιαῦτα διαλεχθείς, ἐπικελεύσαντος αὐτῷ τοῦ δήμου μεγάλῃ βοῇ τὸν νόμον εἰσφέρειν, ἔχων αὐτὸν ἤδη γεγραμμένον ἀνεγίνωσκε καὶ ψῆφον δίδωσι τῷ πλήθει περὶ αὐτοῦ παραχρῆμα ἐπενεγκεῖν. οὐ γὰρ ἐδόκει τὸ πρᾶγμα δεῖσθαι ἀναβολῆς οὐδὲ μελλησμοῦ, μή τι ἄλλο κώλυμα γένηται πρὸς τῶν ὑπάτων.