Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 7

12.2 ὡς δʼ οὐθὲν ἐπέραινον, ἀλλʼ ἐγκεκλικότα τὸν τύραννον ἑώρων ἐπὶ θάτερα μέρη διὰ τὰς σπουδὰς καὶ τὰς παρακλήσεις τῶν φυγάδων, αἰτησάμενοι χρόνον εἰς ἀπολογίαν, καὶ διεγγυήσαντες τὰ σώματα χρημάτων ἐν τῷ διὰ μέσου τῆς δίκης οὐθενὸς ἔτι φυλάττοντος αὐτοὺς ἀποδράντες ᾤχοντο. θεράποντας δʼ αὐτῶν καὶ τὰ ὑποζύγια καὶ τὰ ἐπὶ τῇ σιτωνίᾳ κομισθέντα χρήματα ὁ τύραννος κατέσχε.
12.3 ταύταις μὲν οὖν ταῖς πρεσβείαις τοιαῦτα παθούσαις ἀπράκτοις ἀναστρέψαι συνέβη, ἐκ δὲ τῶν ἐν Τυρρηνίᾳ πόλεων οἱ πεμφθέντες κέγχρους τε καὶ ζέας συνωνησάμενοι ταῖς ποταμηγοῖς σκάφαις κατεκόμισαν εἰς τὴν πόλιν. αὕτη βραχύν τινα χρόνον ἡ ἀγορὰ Ῥωμαίους διέθρεψεν· ἔπειτʼ ἐξαναλωθεῖσα εἰς τὰς αὐτὰς ἀπορίας κατέστησεν αὐτούς. ἦν δʼ οὐθὲν εἶδος ἀναγκαίας τροφῆς, ὃ οὐκ ἐπείραζον ἔτι, συνέβαινέ τʼ οὐκ ὀλίγοις αὐτῶν, τὰ μὲν διὰ τὴν σπάνιν, τὰ δὲ διὰ τὴν ἀτοπίαν τῆς οὐκ εἰωθυίας ἐδωδῆς, τοῖς μὲν ἀρρώστων διακεῖσθαι τὰ σώματα, τοῖς δὲ παρημελημένοις διὰ πενίαν καὶ παντάπασιν ἀδυνάτως·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi