Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 6

6.1 ὡς δʼ εἰς χεῖρας ἥξειν ἔμελλον, οἵ τε τῶν Λατίνων στρατηγοὶ συγκαλέσαντες τοὺς σφετέρους πολλὰ εἰς τὸ ἀνδρεῖον ἐπαγωγὰ καὶ δεήσεις τῶν στρατιωτῶν μακρὰς διεξῆλθον, ὅ τε Ῥωμαῖος ὀρρωδοῦντας ὁρῶν τοὺς σφετέρους, ὅτι πλήθει συνοίσονται μακρῷ προὔχοντι τοῦ σφετέρου, ἐξελέσθαι τὸ δέος αὐτῶν ἐκ τῆς διανοίας βουλόμενος συνεκάλεσεν εἰς ἐκκλησίαν· καὶ παραστησάμενος τοὺς πρεσβυτάτους τῶν ἐκ τοῦ βουλευτικοῦ συνεδρίου καὶ τιμιωτάτους ἔλεξε τοιάδε·
6.2 θεοὶ μὲν ἡμῖν ὑπισχνοῦνται διʼ οἰωνῶν τε καὶ σφαγίων καὶ τῆς ἄλλης μαντικῆς ἐλευθερίαν τῇ πόλει παρέξειν καὶ νίκην εὐτυχῆ, ἀμοιβάς τε ἡμῖν ἀποδιδόντες ἀγαθάς, ἀνθʼ ὧν αὐτοὺς σέβοντες καὶ τὰ δίκαια ἀσκοῦντες ἐν παντὶ τῷ βίῳ ἡμῶν διετελέσαμεν, καὶ τοῖς ἐχθροῖς ἡμῶν νεμεσῶντες κατὰ τὸ εἰκός, ὅτι πολλὰ καὶ μεγάλα πεπονθότες ὑφʼ ἡμῶν ἀγαθὰ συγγενεῖς τε ὄντες καὶ φίλοι καὶ τοὺς αὐτοὺς ὀμωμοκότες ἕξειν ἐχθροὺς καὶ φίλους, ἁπάντων ὑπεριδόντες τούτων πόλεμον ἐπιφέρουσιν ἡμῖν ἄδικον, οὐχ ὑπὲρ ἀρχῆς καὶ δυναστείας, ὁποτέρους ἡμῶν μᾶλλον αὐτὴν ἔχειν προσῆκεν· ἧττον γὰρ ἂν ἦν δεινόν· ἀλλʼ ὑπὲρ τῆς Ταρκυνίων τυραννίδος, ἵνα δούλην ἀντʼ ἐλευθέρας τὴν πόλιν αὐτοῖς ποιήσωσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi