Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 6

56.2 νῦν πράττειν, ἀκούσατέ μου. ἐγὼ τὸν δῆμον οὔτʼ ἀδιαλλάκτως οἴομαι πρὸς ἡμᾶς ἔχειν οὔτε δράσειν τι, ὧν ἀπειλεῖ, τεκμαιρόμενος, ὅτι οὐκ ἔστιν ὅμοια τοῖς λόγοις αὐτοῦ τὰ ἔργα, πολὺ δὲ μᾶλλον ἡμῶν ἐσπουδακέναι περὶ τὰς διαλύσεις οἴομαι. ἡμεῖς μὲν γὰρ καὶ πατρίδα τὴν τιμιωτάτην κατοικοῦμεν καὶ βίους καὶ οἴκους καὶ γενεὰς καὶ πάντα τὰ πλείστου ἄξια ἐν ταῖς ἰδίαις ἐξουσίαις ἔχομεν· ὁ δʼ ἄπολις καὶ ἀνέστιός ἐστι καὶ τῶν ἀναγκαιοτάτων αὐτῷ στέρεται σωμάτων βίου τε τοῦ καθʼ ἡμέραν οὐκ εὐπορεῖ.
56.3 τίνος οὖν χάριν, εἴ τις ἔροιτό με, τὰς προκλήσεις οὐ δέχεται τὰς ἡμετέρας ὅμως κακοπαθῶν αὐτός τε οὐδὲν ἐπιπρεσβεύεται πρὸς ἡμᾶς, ὅτι νὴ Δία, φαίην ἄν, ἄχρι τοῦδε λόγων ἀκούει παρὰ τῆς βουλῆς, ἔργον δʼ οὐδὲν ὁρᾷ γινόμενον ἐξ αὐτῶν οὔτε φιλάνθρωπον οὔτε μέτριον, ἐξηπατῆσθαί τε οἴεται πολλάκις ὑφʼ ἡμῶν ὑπισχνουμένων ἀεί τινα πρόνοιαν αὐτοῦ ποιήσεσθαι, μηδὲν δὲ προνοουμένων. πρεσβείας δὲ πέμπειν οὐχ ὑπομένει διὰ τοὺς ἐνθάδε κατηγορεῖν εἰωθότας αὐτοῦ δεδοικώς τε μή τινος, ὧν ἀξιοῖ, διαμάρτῃ.
56.4 τάχα δʼ ἄν τι καὶ φιλοτιμίας ἀνοήτου περὶ αὐτὸν εἴη πάθος· καὶ οὐδέν γε θαυμαστόν, ἐπεὶ καὶ ἐν ἡμῖν αὐτοῖς εἰσί τινες, οἷς τὸ δύσερι τοῦτο καὶ φιλόνεικον ἔνεστιν ἰδίᾳ τε καὶ κοινῆ οὐκ ἀξιοῦσιν ἡττᾶσθαι τοῦ ἀντιπάλου, ἀλλʼ ἐκ παντὸς ἀεὶ ζητοῦσι περιεῖναι τρόπου καὶ μὴ πρότερον χαρίζεσθαί τι, ἢ λαβεῖν τὸ μέλλον εὖ πάσχειν ὑποχείριον. ἐννοούμενος δὴ ταῦτα οἴομαι δεῖν πρεσβείαν ἀποσταλῆναι πρὸς τοὺς δημοτικοὺς ἐκ τῶν μάλιστα πιστευομένων·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi