Kitap 6
5.4
τὰ μὲν δὴ παρασχόντα τοῖς ἡγεμόσιν αὐτῶν ταχεῖαν παρατάξεως ἀνάγκην τέως οὐ προαιρουμένοις ταῦτʼ ἦν. ἐπειδὴ δὲ τὰ σημεῖα ἤρθη παρʼ ἑκατέρων τῆς μάχης, προῄεσαν εἰς τὸ μεταξὺ χωρίον ἀμφότεροι καὶ ἐξέτασσον τὰς δυνάμεις κατὰ τάδε· Σέξτος μὲν Ταρκύνιος ἐπὶ τοῦ λαιοῦ τῶν Λατίνων ἐτάχθη κέρατος, Ὀκταούιος δὲ Μαμίλιος ἐπὶ τοῦ δεξιοῦ, τὴν δὲ κατὰ μέσον στάσιν εἶχεν ὁ ἕτερος τῶν Ταρκυνίου παίδων Τῖτος, ἔνθα καὶ Ῥωμαίων οἵ τε αὐτόμολοι καὶ οἱ φυγάδες ἐτάχθησαν. ἡ δʼ ἵππος ἅπασα τριχῇ διαιρεθεῖσα τοῖς κέρασιν ἀμφοτέροις προσενεμήθη καὶ τοῖς κατὰ μέσην τεταγμένοις
5.5
τὴν φάλαγγα. τῆς δὲ Ῥωμαίων στρατιᾶς τὸ μὲν ἀριστερὸν κέρας εἶχεν ὁ ἱππάρχης Τῖτος Αἰβούτιος ἐναντίος Ὀκταουΐῳ Μαμιλίῳ, τὸ δὲ δεξιὸν Τῖτος Οὐεργίνιος ὁ ὕπατος Σέξτῳ Ταρκυνίῳ στάσιν ἐναντίαν ἐπέχων· τὰ δὲ μέσα τῆς φάλαγγος αὐτὸς ὁ δικτάτωρ Ποστόμιος ἐξεπλήρου Τίτῳ Ταρκυνίῳ καὶ τοῖς περὶ αὐτὸν φυγάσι χωρήσων ὁμόσε· πλῆθος δὲ τῆς συνελθούσης δυνάμεως εἰς τὴν παράταξιν ἀφʼ ἑκατέρου στρατεύματος ἦν Ῥωμαίων μὲν ἐπὶ δισμυρίοις τε καὶ τετρακισχιλίοις πεζοὶ τριακοσίων δέοντες, χίλιοι δʼ ἱππεῖς· Λατίνων δὲ σὺν τοῖς συμμάχοις τετρακισμύριοι μάλιστα πεζοὶ καὶ τρισχίλιοι ἱππεῖς.