Kitap 6
35.2
οἶμαι δὲ μηδὲν ἡμᾶς δεῖν ἐν τῷ παρόντι σκοπεῖν, εἰ μὴ ὅπως ἐξαιρεθήσεται ταῦτʼ ἐκ τῆς πόλεως, καὶ μιᾷ πάντες γνώμῃ τὰ κοινὰ πρὸ τῶν ἰδίων αἱρούμενοι πολιτευσόμεθα. ὁμονοοῦσα μὲν γὰρ ἡ τῆς πόλεως δύναμις ἱκανὴ ἔσται καὶ φίλοις ἀσφάλειαν παρασχεῖν καὶ ἐχθροῖς δέος, στασιάζουσα δʼ ὥσπερ νῦν τούτων οὐδέτερον ἂν δύναιτο διαπράξασθαι. θαυμάσαιμι δʼ ἄν, εἰ μὴ καὶ ἑαυτὴν διεργάσαιτο καὶ παράσχοι τοῖς ἐχθροῖς δίχα πόνου τὸ κράτος· ὅ, μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεούς, οὐκ εἰς μακρὰν οἴομαι τοιαῦτα πολιτευομένων ὑμῶν γενήσεσθαι.
36.1
διῳκίσμεθα γὰρ ὡς ὁρᾶτε καὶ δύο πόλεις ἔχομεν, τὴν μὲν μίαν ὑπὸ πενίας τε καὶ ἀνάγκης ἀρχομένην, τὴν δʼ ὑπὸ κόρου καὶ ὕβρεως. αἰδὼς δὲ καὶ κόσμος καὶ δίκη, ὑφʼ ὧν ἅπασα πολιτικὴ κοινωνία σώζεται, παρʼ οὐδετέρᾳ μένει τῶν πόλεων. τοιγάρτοι χειρὶ τὸ δίκαιον ἤδη παρʼ ἀλλήλων λαμβάνομεν κἂν τῷ βιαιοτέρῳ τίθεμεν τὸ δικαιότατον, ὥσπερ τὰ θηρία, τὸ ἀντίπαλον ἐξολέσαι μετὰ τοῦ σφετέρου κακοῦ βουληθέντες, ἢ τὸ ἑαυτοῖς ἀσφαλὲς φυλάττοντες μετὰ τοῦ