Kitap 6
Ῥωμαίοις δὲ καταλυσαμένοις τοὺς ὑπαίθρους πολέμους ἡ πολιτικὴ στάσις αὖθις ἐπανίστατο τῆς μὲν βουλῆς ψηφισαμένης καθίζειν τὰ δικαστήρια καὶ τὰς ἀμφισβητήσεις, ἃς διὰ τὸν πόλεμον ἀνεβάλλοντο, κρίνεσθαι κατὰ τοὺς νόμους· τῶν δὲ περὶ τὰς συναλλαγὰς ἀμφισβητημάτων εἰς μεγάλους κλύδωνας καὶ δεινὰς προβεβηκότων ἀτοπίας τε καὶ· ἀναισχυντίας, τῶν μὲν δημοτικῶν ἀδυνάτως ἔχειν σκηπτομένων διαλύειν τὰ χρέα, χώρας τʼ αὐτοῖς κεκομμένης ἐν τῷ πολυετεῖ πολέμῳ καὶ βοσκημάτων διεφθαρμένων καὶ ἀνδραπόδων αὐτομολίαις καὶ καταδρομαῖς σπανισθέντων τῆς τε κατὰ πόλιν κτήσεως ἐξανηλωμένης ταῖς εἰς τὴν στρατείαν δαπάναις· τῶν δὲ δανειστῶν ταύτας μὲν τὰς συμφορὰς ὁμοίας ἅπασι γεγονέναι λεγόντων καὶ οὐ μόνοις τοῖς χρεωφειλέταις, οὐκ ἀνεκτὸν δʼ ἡγουμένων σφίσι μὴ μόνον, ἃ διὰ τὸν πόλεμον ἀφῃρέθησαν ὑπὸ τῶν ἐχθρῶν, ἀλλὰ καὶ ἃ δεομένοις τισὶ τῶν πολιτῶν ἐν εἰρήνῃ συνήλλαξαν, ἀπολωλέναι.
ἀξιούντων δʼ οὔτε τῶν δανειστῶν οὐδὲν μέτριον ὑπομένειν οὔτε τῶν χρεωφειλετῶν ποιεῖν οὐδὲν δίκαιον, ἀλλὰ τῶν μὲν οὐδὲ τοὺς τόκους ἀφιέναι, τῶν δὲ μηδὲ αὐτὰ τὰ συναλλάγματα διαλύειν· ἐξ ὧν σύνοδοι μὲν ἤδη κατὰ συστροφὰς τῶν ἐν ταῖς ὁμοίαις ὄντων τύχαις ἐγένοντο καὶ ἀντιπαρατάξεις κατὰ τὴν ἀγοράν, ἔστι δʼ ὅτε καὶ χειρῶν ἁψιμαχίαι, καὶ συνετετάρακτο πᾶς ὁ πολιτικὸς
κόσμος· ταῦθʼ ὁρῶν ὁ Ποστόμιος, ἕως ἔτι τὸ τιμώμενον εἶχε παρὰ πάντων ὅμοιον πολέμῳ βαρεῖ καλὸν ὑπεκδῦναι τοὺς πολιτικοὺς χειμῶνας ἔγνω· καὶ πρὶν ἐκπληρῶσαι τὸν ἔσχατον τῆς αὐτοκράτορος ἀρχῆς χρόνον, τήν τε δικτατορίαν ἐξωμόσατο καὶ προθεὶς ἀρχαιρεσιῶν ἡμέραν μετὰ τοῦ συνυπάτου τὰς πατρίους κατέστησεν ἀρχάς.
παραλαμβάνουσι δὴ ὕπατοι πάλιν τὴν ἐνιαύσιόν τε καὶ νόμιμον ἀρχὴν Ἄππιος Κλαύδιος Σαβῖνος καὶ Πόπλιος Σερουίλιος Πρίσκος· οἳ τὸ μὲν ἀνωτάτω συμφέρον εἶδον ὀρθῶς, ὅτι δεῖ περισπᾶν τὸν ἐντὸς τείχους θόρυβον ἐπὶ τοὺς ἔξω πολέμους· καὶ παρεσκευάζοντο κατὰ τοῦ Οὐολούσκων ἔθνους τὸν ἕτερον σφῶν ἐξάγειν στρατιάν, τιμωρήσασθαί τʼ αὐτοὺς προαιρούμενοι τῆς ἀποσταλείσης κατὰ Ῥωμαίων Λατίνοις συμμαχίας καὶ προκαταλαβεῖν τὰς παρασκευὰς αὐτῶν ἔτι συνεσταλμένας. ἠγγέλλοντο γὰρ κἀκεῖνοι δυνάμεις ἤδη καταγράφειν ἁπάσῃ σπουδῇ καὶ εἰς τὰ πλησίον ἔθνη πρεσβεύεσθαι παρακαλοῦντες ἐπὶ τὴν συμμαχίαν, πυθόμενοι τοὺς δημοτικοὺς ἀφεστηκέναι τῶν πατρικίων καὶ νομίσαντες οὐ χαλεπὸν εἶναι πόλιν οἰκείῳ πολέμῳ νοσοῦσαν ἄρασθαι.
ἐπὶ τούτους δὴ στρατιὰν ἐξάγειν βουλευσάμενοι καὶ δόξαντες ἅπασι τοῖς συνέδροις ὀρθῶς βεβουλεῦσθαι προεῖπον ἥκειν ἅπασι τοῖς ἐν ἀκμῇ χρόνον ὁρίσαντες, ἐν ᾧ τὴν καταγραφὴν τῶν στρατιωτῶν ἔμελλον ποιεῖσθαι. ὡς δʼ οὐχ ὑπήκουον αὐτοῖς οἱ δημοτικοὶ καλούμενοι πολλάκις ἐπὶ τὸν στρατιωτικὸν ὅρκον, οὐκέτι τὴν αὐτὴν ἑκάτερος εἶχε γνώμην, ἀλλʼ ἔνθεν ἀρξάμενοι διεστήκεσάν τε καὶ τἀναντία πράττοντες ἀλλήλοις παρὰ πάντα τὸν τῆς ἀρχῆς χρόνον διετέλεσαν.
Σερουιλίῳ μὲν γὰρ ἐδόκει τὴν ἐπιεικεστέραν τῶν ὁδῶν πορεύεσθαι τῇ Μανίου Οὐαλερίου γνώμῃ τοῦ δημοτικωτάτου προσθεμένῳ, ὃς ἠξίου τὴν ἀρχὴν ἰάσεσθαι τῆς στάσεως μάλιστα μὲν ἄφεσιν ἢ μείωσιν τῶν χρεῶν ψηφισαμένους, εἰ δὲ μήγε κώλυσιν τῆς ἀπαγωγῆς τῶν ὑπερημέρων κατὰ τὸ παρόν, παρακλήσει τε μᾶλλον ἢ ἀνάγκῃ τοὺς πένητας ἐπὶ τὸν στρατιωτικὸν ὅρκον ἄγειν καὶ τὰς τιμωρίας κατὰ τῶν ἀπειθούντων μὴ χαλεπὰς ποιεῖσθαι καὶ ἀπαραιτήτους, ὡς ἐν ὁμονοούσῃ πόλει, μετρίας δέ τινας καὶ ἐπιεικεῖς· κίνδυνον γὰρ ἂν εἶναι, μὴ πρὸς ἀπόνοιαν τράπωνται συνελθόντες εἰς ταὐτὸν ἄνθρωποι τῶν καθʼ ἡμέραν ἐνδεεῖς ἀναγκαζόμενοι στρατεύεσθαι τέλεσιν οἰκείοις.
Ἀππίου δʼ ἦν γνώμη τοῦ κορυφαιοτάτου τῶν προεστηκότων τῆς ἀριστοκρατίας αὐστηρὰ καὶ αὐθάδης μηδὲν ἐνδιδόναι τῷ δήμῳ μαλακόν, ἀλλὰ καὶ τῶν συναλλαγμάτων τὰς ἀναπράξεις ἐπιτρέπειν τοῖς δεδανεικόσιν, ἐφʼ οἷς συνέβαλον δικαίοις ποιεῖσθαι, καὶ τὰ δικαστήρια καθίζειν, καὶ τὸν ἐν τῇ πόλει μένοντα τῶν ὑπάτων κατὰ τοὺς πατρίους ἐθισμοὺς καὶ τὰς τιμωρίας, ἃς κατὰ τῶν ἐκλιπόντων οἱ περὶ αὐτῶν νόμοι δεδώκασιν, ἀναπράττεσθαι, εἴκειν δὲ τοῖς δημοτικοῖς μηδὲν ὅ τι μὴ δίκαιον μηδὲ δύναμιν αὐτοῖς συγκατασκευάζειν πονηράν.
καὶ γὰρ νῦν, ἔφη, πέρα τοῦ μετρίου τρυφῶσι τελῶν ἀφειμένοι, ὧν ἐτέλουν τοῖς βασιλεῦσι πρότερον, καὶ τῶν εἰς τὸ σῶμα τιμωριῶν, αἷς ἐκολάζοντο ὑπʼ αὐτῶν, ὁπότε μὴ ταχέως ὑπηρετήσειάν τι τῶν ἐπιταττομένων, ἐλεύθεροι γεγονότες. ἐὰν δέ τι παρακινεῖν ἢ νεωτερίζειν προενεχθέντες ἐπιβάλωνται, κατείργωμεν αὐτοὺς τῷ σωφρονοῦντι μέρει τῆς πόλεως καὶ ὑγιαίνοντι πλείονι τοῦ νοσοῦντος φανησομένῳ.
ὑπάρχει μέν γʼ ἡμῖν οὐ μικρὰ ἰσχὺς πρὸς τὰ πράγματα καὶ ἡ τῶν πατρικίων νεότης ἕτοιμος τὰ κελευόμενα ποιεῖν· μέγιστον δὲ πάντων ὅπλον καὶ δυσκαταγώνιστον, ᾧ χρώμενοι ῥᾳδίως ἐπικρατήσομεν τῶν δημοτικῶν, τὸ τῆς βουλῆς κράτος, ᾧ δεδιττόμεθα αὐτοὺς μετὰ τῶν νόμων ἱστάμενοι. ἐὰν δʼ ὑποκατακλινώμεθα αὐτοῖς τῆς ἀξιώσεως, πρῶτον αἰσχύνην ὀφλήσομεν, εἰ παρὸν ἐν ἀριστοκρατίᾳ πολιτεύεσθαι δήμῳ τὰ κοινὰ ἐπιτρέψομεν· ἔπειτα δʼ εἰς κίνδυνον οὐ τὸν ἐλάχιστον ἥξομεν, εἴ τις ἐκθεραπεύσας· αὐτὸν ἐξουσίαν κρείττονα τῶν νόμων κατασκευάσαιτο τυραννικὸς ἀνήρ, τὴν ἐλευθερίαν αὖθις ἀφαιρεθῆναι. τοιαῦτα διαφερομένων τῶν ὑπάτων κατὰ σφᾶς αὐτοὺς καὶ ὁπότε συναχθείη συνέδριον καὶ συλλαμβανόντων πολλῶν ἑκατέρῳ, ἡ μὲν βουλὴ φιλονεικίας καὶ θορύβους καὶ λόγους ἀκόσμους, οἷς ἀλλήλους προὐπηλάκιζον, ἀκούσασα, σωτήριον δὲ βούλευμα οὐδὲν καθισταμένη, διελύετο.
διατριβομένου δʼ εἰς ταῦτα πολλοῦ χρόνου ὁ ἕτερος τῶν ὑπάτων Σερουίλιος· ἦν γὰρ ἡ στρατεία κατὰ κλῆρον ἐκείνῳ προσήκουσα· πολλῇ δεήσει καὶ θεραπείᾳ παρασκευασάμενος τὸ δημοτικὸν συνάρασθαι τοῦ πολέμου, δύναμιν ἔχων οὐκ ἐκ καταλόγου προσηναγκασμένην, ἀλλʼ ἑκούσιον, ὡς οἱ καιροὶ παρεκάλουν, ἐξῆλθεν ἐπὶ τὸν πόλεμον ἔτι τῶν Οὐολούσκων παρασκευαζομένων καὶ Ῥωμαίους μὲν οὔτε προσδεχομένων μετὰ δυνάμεως ἥξειν ἐπὶ σφᾶς, οὕτω στασιαστικῶς πολιτευομένους καὶ ἐχθρῶς ἔχοντας πρὸς ἀλλήλους, οὔτʼ εἰς χεῖρας ἥξειν τοῖς ἐπιοῦσιν οἰομένων· σφίσι δὲ πολλὴν ἐξουσίαν ὑπάρχειν ὁπότε βούλοιντο τοῦ
πολέμου ἄρχειν. ἐπειδὴ δʼ ᾔσθοντο πολεμεῖν δέον αὐτοὶ πολεμούμενοι, τότε δὴ καταπεπληγότες τὸ τῶν Ῥωμαίων τάχος, ἱκετηρίας ἀναλαβόντες ἐκ τῶν πόλεων οἱ γεραίτατοι προῄεσαν ἐπιτρέποντες τῷ Σερουϊλίῳ χρῆσθαι σφίσιν ὡς ἡμαρτηκόσιν ὅ τι βούλοιτο. ὁ δὲ τροφὰς τῷ στρατεύματι παρʼ αὐτῶν λαβὼν ἐσθῆτάς τε καὶ τριακοσίους υἱοὺς εἰς ὁμηρείαν ἐκ τῶν ἐπιφανεστάτων οἴκων ἐπιλεξάμενος ᾤχετο, λελύσθαι τὸν πόλεμον ὑπολαβών.
ἦν δʼ ἄρα τοῦτʼ οὐ λύσις, ἀναβολὴ δέ τις καὶ παρασκευῆς ἀφορμὴ τοῖς φθασθεῖσι τῷ παρʼ ἐλπίδα τῆς ἐφόδου, ἀπελθόντος τε τοῦ τῶν Ῥωμαίων στρατεύματος ἐξήπτοντο πάλιν οἱ Οὐολοῦσκοι τοῦ πολέμου τάς τε πόλεις φραξάμενοι, καὶ εἴ τι ἄλλο χωρίον ἐπιτήδειον ἦν ἀσφάλειαν σφίσι παρασχεῖν διὰ φυλακῆς κρείττονος ἔχοντες· συνήπτοντο δʼ αὐτοῖς τοῦ κινδύνου φανερῶς μὲν Ἕρνικες καὶ Σαβῖνοι, κρύφα δὲ καὶ ἄλλων συχνοί. Λατῖνοι δὲ πρεσβείας πρὸς αὐτοὺς ἐπὶ συμμαχίας αἴτησιν ἀφικομένης δήσαντες τοὺς ἄνδρας εἰς Ῥώμην ἤγαγον.
οἷς ἡ βουλὴ τῆς βεβαίου πίστεως χάριν ἀποδιδοῦσα καὶ ἔτι μᾶλλον τῆς εἰς τὸν ἀγῶνα προθυμίας· ἕτοιμοι γὰρ ἦσαν ἑκούσιοι συμπολεμεῖν· ὃ μάλιστα μὲν βούλεσθαι αὐτοὺς ᾤετο, διʼ αἰσχύνης δʼ ἔχειν αἰτήσασθαι, τοῦτʼ αὐτοῖς ἐχαρίσατο, τοὺς ἐν τοῖς πολέμοις ἁλόντας αὐτῶν ἑξακισχιλίων ὀλίγον ἀποδέοντας προῖκα δωρησαμένη καὶ ὡς ἂν μάλιστα κόσμον ἡ δωρεὰ προσήκοντα τῇ συγγενείᾳ λάβοι πάντας αὐτοὺς ἐσθῆσιν ἀμφιέσασα ἐλευθέροις σώμασι πρεπούσαις. τῆς δὲ συμμαχίας οὐδὲν αὑτῇ ἔφη δεῖν τῆς Λατίνων ἱκανὰς λέγουσα εἶναι τὰς οἰκείας τῇ Ῥώμῃ δυνάμεις ἀμύνασθαι τοὺς ἀφισταμένους. ταῦτʼ ἐκείνοις ἀποκριναμένη ψηφίζεται τὸν κατʼ Οὐολούσκων πόλεμον.
ἔτι δʼ αὐτῆς ἐν τῷ βουλευτηρίῳ καθεζομένης καὶ τίνες εἶεν δυνάμεις τὰς ἐξελευσομένας σκοπούσης, εἰς τὴν ἀγορὰν ἀνὴρ πρεσβύτερος ἐφάνη ῥάκος ἠμφιεσμένος, πώγωνα βαθὺν καθεικὼς καὶ κόμην βοῶν καὶ ἐπικαλούμενος τὴν ἐξ ἀνθρώπων ἐπικουρίαν. συνδραμόντος δὲ τοῦ πλησίον ὄχλου στάς, ὅθεν ἔμελλε πολλοῖς καταφανὴς ἔσεσθαι, ἔφη, γεννηθεὶς ἐλεύθερος, ἐστρατευμένος τὰς ἐν ἡλικίᾳ στρατείας, καὶ δυεῖν δεούσας τριάκοντα μάχας ἀγωνισάμενος, καὶ ἀριστεῖα πολλάκις εἰληφὼς ἐκ τῶν πολέμων, ἐπειδὴ κατέσχον οἱ τὴν πόλιν εἰς τὰς ἐσχάτας ἄγοντες στενοχωρίας καιροί, χρέος ἠναγκάσθην λαβεῖν ἕνεκα τοῦ διαλῦσαι τὰς εἰσπραττομένας εἰσφοράς, ὡς τὸ μὲν χωρίον οἱ πολέμιοι κατέδραμον, τὰ δὲ κατὰ πόλιν αἱ σιτοδεῖαι κατανάλωσαν, ὅθεν διαλύσαιμί μου τὸ χρέος οὐκ ἔχων, ἀπήχθην δοῦλος ὑπὸ τοῦ δανειστοῦ σὺν τοῖς υἱοῖς δυσίν· ἐπιτάττοντος δὲ τοῦ δεσπότου τῶν οὐ ῥᾳδίων ἔργον τι ἀντειπὼν αὐτῷ πληγὰς ἔλαβον μάστιξι πάνυ πολλάς.
ταῦτʼ εἰπὼν ἐρρίπτει τὸ ῥάκιον καὶ ἐδείκνυε τὸ στῆθος μεστὸν τραυμάτων, τὰ δὲ νῶτα αἵματος ἐκ τῶν πληγῶν ἀνάπλεω. κραυγῆς δὲ καὶ οἰμωγῆς ἐκ τῶν παρόντων γινομένης ἥ τε βουλὴ διελύθη καὶ κατὰ τὴν πόλιν ὅλην δρόμος ἦν τῶν ἀπόρων τὴν ἰδίαν τύχην ἀνακλαιομένων καὶ βοηθεῖν τοὺς πέλας ἀξιούντων· ἔκ τε τῶν οἰκιῶν οἱ πρὸς τὰ χρέα δουλωθέντες ἐξώρμων κομῶντες, ἁλύσεις ἔχοντες οἱ πλεῖστοι καὶ πέδας οὐδενὸς ἀντιλαμβάνεσθαι τολμῶντος αὐτῶν, εἰ δʼ ἅψαιτο μόνον, ἐν χειρῶν νόμῳ διασπαραττομένου.
τοσαύτη λύττα τὸν δῆμον ἐν τῷ τότε καιρῷ κατεῖχε, καὶ μετʼ οὐ πολὺ μεστὴ τῶν ἐκφυγόντων τὰς ἀνάγκας ἦν ἡ ἀγορά. ὁ μὲν οὖν Ἄππιος δείσας τὴν ἐφʼ ἑαυτὸν ὁρμὴν τοῦ πλήθους, ἐπειδὴ τῶν κακῶν ἦν αἴτιος, καὶ διʼ ἐκεῖνον ἐδόκει ταῦτα γεγονέναι, φεύγων ἐκ τῆς ἀγορᾶς ᾤχετο. ὁ δὲ Σερουίλιος ῥίψας τὴν περιπόρφυρον ἐσθῆτα καὶ προκυλιόμενος τῶν δημοτικῶν ἑκάστου μετὰ δακρύων, μόλις αὐτοὺς ἔπεισεν ἐκείνην μὲν τὴν ἡμέραν ἐπισχεῖν, εἰς δὲ τὴν ἐπιοῦσαν ἥκειν, ὡς τῆς βουλῆς ἐπιμέλειάν τινα περὶ αὐτῶν ποιησομένης. ταῦτʼ εἰπὼν καὶ τὸν κήρυκα ἀνειπεῖν κελεύσας μηδένα τῶν δανειστῶν ἐξεῖναι σῶμα πολιτικὸν πρὸς ἴδιον χρέος ἄγειν, ἕως ἂν ἡ βουλὴ περὶ αὐτῶν διαγνοίη, τοὺς δὲ παρόντας ὅποι βούλοιντο ἀδεῶς ἀπιέναι, διέλυσε τὸν θόρυβον.
τότε μὲν οὖν ᾤχοντο ἐκ τῆς ἀγορᾶς, τῇ δʼ ἑξῆς ἡμέρᾳ παρῆν οὐ μόνον ὁ κατὰ πόλιν ὄχλος, ἀλλὰ καὶ ἐκ τῶν σύνεγγυς ἀγρῶν τὸ δημοτικὸν πλῆθος καὶ ἦν ἐξ ἑωθινοῦ πλήρης ἡ ἀγορά. τῆς δὲ βουλῆς συναχθείσης, ἵνα περὶ τούτων βουλεύσειεν, ὅ τι χρὴ πράττειν, ὁ μὲν Ἄππιος δημοκόπον ἐκάλει τὸν συνάρχοντα καὶ τῆς ἀπονοίας τῶν ἀπόρων ἡγεμόνα, ὁ δὲ Σερουίλιος ἐκεῖνον αὐστηρὸν καὶ αὐθάδη καὶ τῶν παρόντων τῇ πόλει κακῶν αἴτιον· τέλος δʼ οὐδὲν ἐγίνετο τῶν λόγων.
ἐν δὲ τούτῳ Λατίνων ἱππεῖς κατὰ σπουδὴν ἐλαύνοντες τοὺς ἵππους παρῆσαν εἰς τὴν ἀγορὰν ἐξεληλυθότας ἀγγέλλοντες τοὺς πολεμίους μεγάλῃ στρατιᾷ καὶ ὄντας ἐπὶ τοῖς ἑαυτῶν ὁρίοις ἤδη. καὶ οἱ μὲν ταῦτα, οἱ δὲ πατρίκιοι καὶ τὸ τῶν ἱππέων πλῆθος τῶν τʼ ἄλλων, ὅσοι πλούτους ἢ δόξας προγονικὰς εἶχον, οἷα δὴ περὶ μεγάλων κινδυνεύοντες ὡπλίζοντο διὰ τάχους·
ὅσοι δʼ ἦσαν αὐτῶν ἄποροι, μάλιστα δʼ οἱ τοῖς δανείοις πιεζόμενοι, οὔθʼ ὅπλων ἥπτοντο οὔτʼ ἄλλως παρείχοντο τοῖς κοινοῖς πράγμασιν ἐπικουρίαν οὐδεμίαν, ἡδόμενοι δὲ καὶ κατʼ εὐχὴν δεχόμενοι τὸν ἔξωθεν πόλεμον, ὡς τῶν παρόντων σφᾶς κακῶν ἐλευθερώσοντα, τοῖς δὲ δεομένοις ἀμύνειν ἐπιδεικνύντες τὰς ἁλύσεις καὶ τὰς πέδας, ἐπικερτομοῦντες ἠρώτων, εἰ τούτων φυλακῆς ἕνεκα τῶν ἀγαθῶν ἄξιον εἴη σφίσι πολεμεῖν· πολλοὶ δὲ καὶ λέγειν ἐτόλμων, ὡς ἄμεινον εἴη Οὐολούσκοις δουλεύειν μᾶλλον ἢ τὰς ὕβρεις τῶν πατρικίων ὑπομένειν· ἥ τε πόλις οἰμωγῆς καὶ θορύβου καὶ παντοίων γυναικείων ὀδυρμῶν ἐνεπίμπλατο.
ταῦθʼ ὁρῶντες οἱ βουλευταὶ τὸν ἕτερον τῶν ὑπάτων Σερουίλιον, ὃς ἐν τῷ παρόντι πιθανώτερος εἶναι τοῖς πολλοῖς ἐδόκει, βοηθεῖν ἐδέοντο τῇ πατρίδι. ὁ δὲ συγκαλέσας τὸν δῆμον εἰς τὴν ἀγορὰν τοῦ παρόντος καιροῦ τὴν ἀνάγκην ἐπεδείκνυεν οὐκέτι προσδεχομένην πολιτικὰς φιλονεικίας καὶ ἠξίου νῦν μὲν ὁμόσε τοῖς πολεμίοις χωρεῖν κοινῇ γνώμῃ χρησαμένους καὶ μὴ περιιδεῖν ἀνάστατον τὴν πατρίδα γινομένην, ἐν ᾗ θεοὶ πατρῷοι καὶ θῆκαι προγόνων ἑκάστοις ἦσαν, ἃ τιμιώτατά ἐστι πᾶσιν ἀνθρώποις· γονέων τε αἰδῶ λαβεῖν οὐχ ἱκανῶν ἐσομένων ἑαυτοῖς διὰ γῆρας ἀμύνειν, καὶ γυναικῶν ἔλεον ἃς αὐτίκα μάλα δεινὰς καὶ ἀφορήτους ὕβρεις ἀναγκασθησομένας ὑπομενεῖν, μάλιστα δὲ παίδων ἔτι νηπίων οὐκ ἐπὶ τοιαύταις ἐλπίσιν ἀνατραφέντων οἰκτεῖραι λώβας καὶ προπηλακισμοὺς ἀνηλεεῖς·
ὅταν δὲ τὸν παρόντα κίνδυνον ἅπαντες ὁμοίαις προθυμίαις χρησάμενοι παραλύσωνται, τότε δὴ σκοπεῖν, τίνα τρόπον ἴσην καὶ κοινὴν καὶ σωτήριον ἅπασι τὴν πολιτείαν καταστήσονται, μήτε τῶν πενήτων ἐπιβουλευόντων ταῖς τῶν πλουσίων οὐσίαις μήτʼ ἐκείνων προπηλακιζόντων τοὺς ταῖς τύχαις ταπεινοτέρους· ἥκιστα γὰρ εἶναι ταῦτα πολιτικά· ἀλλὰ καὶ τοῖς ἀπόροις ἐπικουρία τις ἔσται πολιτική, καὶ τοῖς συμβάλλουσι τὰ χρέα βοήθεια μετρία τοῖς γοῦν ἀδικουμένοις, καὶ τὸ κράτιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν καὶ πάσας φυλάττον ἐν ὁμονοίᾳ τὰς πόλεις, πίστις ἐπὶ συναλλαγαῖς, οὐχ ἅπασα καὶ διὰ παντὸς ἐκ μόνης ἀναιρεθήσεται τῆς Ῥωμαίων πόλεως.
ταῦτα καὶ ὅσα ἄλλα ἐν τοιούτῳ καιρῷ λεχθῆναι προσῆκε διεξελθὼν τελευτῶν ὑπὲρ τῆς ἰδίας εὐνοίας, ἣν ἔχων διετέλει πρὸς τὸν δῆμον, ἀπελογεῖτο, καὶ ἠξίου συνάρασθαι τῆς στρατείας αὐτῷ ταύτης, ἀνθʼ ὧν πρόθυμος εἰς αὐτοὺς ἦν, τῆς μὲν κατὰ πόλιν ἐπιμελείας τῷ συνάρχοντι προσηκούσης, ἑαυτῷ δὲ τῆς ἡγεμονίας τῶν πολέμων ἀποδεδομένης· ταύτας γὰρ τὰς τύχας αὐτοῖς βραβεῦσαι τὸν κλῆρον. ὑπεσχῆσθαι δʼ αὑτῷ ἔφη τὴν βουλὴν ἐμπεδώσειν, ὅ τι ἂν διομολογήσηται τῷ πλήθει, αὑτὸν δʼ ἐκείνοις, πείσειν τοὺς δημότας μὴ προδώσειν τοῖς πολεμίοις τὴν πατρίδα.
ταῦτʼ εἰπὼν ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν, ὅσοι ἂν Ῥωμαίων ἐπὶ τὸν κατʼ αὐτῶν πόλεμον ἐκστρατεύσωσι, τὰς τούτων οἰκίας μηδένα ἐξεῖναι μήτε πωλεῖν μήτʼ ἐνεχυράζειν μήτε γένος αὐτῶν ἀπάγειν πρὸς μηδὲν συμβόλαιον μήτε κωλύειν τὸν βουλόμενον τῆς στρατείας κοινωνεῖν. ὅσοι δʼ ἂν ἀπολειφθῶσι τῆς στρατείας, τὰς κατὰ τούτων πράξεις ὑπάρχειν τοῖς δανεισταῖς, ἐφʼ οἷς ἑκάστοις συνέβαλον. ὡς δὲ ταῦτʼ ἤκουσαν οἱ πένητες, αὐτίκα συνέγνωσάν τε καὶ πολλῇ προθυμίᾳ πάντες εἰς τὸν πόλεμον ὥρμηντο, οἱ μὲν ἐλπίσιν ὠφελειῶν ὑπαχθέντες, οἱ δὲ τοῦ στρατηλάτου χάριτι, οἱ δὲ πλεῖστοι τὸν Ἄππιον καὶ τοὺς ἐν τῇ πόλει κατὰ τῶν ὑπομεινάντων προπηλακισμοὺς φεύγοντες.
παραλαβὼν δʼ ὁ Σερουίλιος τὸ στράτευμα σὺν πολλῇ σπουδῇ ἐλαύνει διαλιπὼν οὐδένα χρόνον, ἵνα συμμίξῃ τοῖς πολεμίοις, πρὶν εἰς Ῥωμαίων χώραν αὐτοὺς εἰσβαλεῖν· καὶ καταλαβὼν περὶ τὸ Πωμεντῖνον χωρίον ἐστρατοπεδευκότας καὶ τὴν Λατίνων χώραν προνομεύοντας, ὅτι παρακαλοῦσιν αὐτοῖς οὐ συνήραντο τοῦ πολέμου, περὶ δείλην ὀψίαν παρὰ λόφον τινὰ ὡς εἴκοσι στάδια τῆς στρατοπεδείας αὐτῶν ἀφεστῶτα τίθεται τὸν χάρακα· καὶ αὐτοῖς νυκτὸς ἐπιτίθενται Οὐολοῦσκοι ὀλίγους τε δόξαντες εἶναι καὶ ὡς ἐξ ὁδοῦ μακρᾶς κατακόπους προθυμίας τʼ ἐνδεῶς ἔχοντας διὰ τοὺς ἐκ τῶν πενήτων περὶ τὰ χρέα νεωτερισμοὺς ἐν ἀκμῇ μάλιστα δοκοῦντας εἶναι.
ὁ δὲ Σερουίλιος ἔτι νυκτὸς ἀπὸ τοῦ χάρακος ἀγωνισάμενος, ἐπεὶ δὲ φῶς τε ἤδη ἐγένετο καὶ τοὺς πολεμίους ἔμαθεν ἀτάκτως προνομεύοντας, ἀνοῖξαι κελεύσας πυλίδας ἐκ τοῦ χάρακος ἀδήλως συχνάς, ἀφʼ ἑνὸς παραγγέλματος ἐφῆκεν ἐπʼ αὐτοὺς τὸ στράτευμα. ἐξαπιναίου δὲ τοῦ δεινοῦ καὶ παρὰ δόξαν τοῖς Οὐολούσκοις προσπεσόντος ὀλίγοι μέν τινες ὑποστάντες πρὸς τῷ χάρακι μαχόμενοι κατεκόπησαν· οἱ δʼ ἄλλοι φεύγοντες προτροπάδην καὶ πολλοὺς τῶν σφετέρων ἀπολέσαντες τραυματίαι τε οἱ πλεῖστοι καὶ τὰ ὅπλα ἀπολωλεκότες εἰς τὸν χάρακα διεσώζοντο.
ἑπομένων δʼ αὐτοῖς τῶν Ῥωμαίων ἐκ ποδὸς καὶ περισχόντων τὸ στρατόπεδον, βραχύν τινα χρόνον ἀμυνάμενοι παρέδοσαν τὸν χάρακα πολλῶν ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ ὅπλων καὶ τῆς εἰς τὸν πόλεμον παρασκευῆς γέμοντα. ἑάλω δὲ σώματα ἐλεύθερα συχνά, τὰ μὲν αὐτῶν Οὐολούσκων, τὰ δὲ τῶν αὐτοῖς συναγωνισαμένων ἐθνῶν, χρήματά τε καὶ ὅσα χρυσὸς καὶ ἄργυρος καὶ ἐσθὴς ὡσπερὰν πόλεως τῆς κρατίστης ἁλούσης πάνυ πολλά· τοῖς στρατιώταις ταῦτʼ ἐφιεὶς ὁ Σερουίλιος ὡς ἕκαστος ὠφεληθείη καὶ μηδὲν εἰς τὸ δημόσιον ἀναφέρουσι διανείμασθαι κελεύσας καὶ τὸν χάρακα πυρὶ δούς, ἀναλαβὼν τὰς δυνάμεις ἦγεν ἐπὶ τὴν ἀγχοτάτω Σουέσσαν Πωμεντιανήν. μεγέθει τε γὰρ περιβόλου καὶ πλήθεσιν οἰκητόρων, ἔτι δὲ δόξῃ καὶ πλούτῳ πολὺ τῶν ταύτῃ ὑπερέχειν ἐδόκει, καὶ ἦν ὥσπερ ἡγεμὼν τοῦ ἔθνους.
περιστρατοπεδεύσας δʼ αὐτὴν καὶ οὔθʼ ἡμέρας οὔτε νυκτὸς ἀνακαλῶν τὸν στρατόν, ἵνα μηδένα χρόνον οἱ πολέμιοι διαναπαύσαιντο μήθʼ ὕπνον αἱρούμενοι μήτε πολέμου παῦλαν δεχόμενοι, λιμῷ καὶ ἀμηχανίᾳ καὶ σπάνει συμμάχων παρατείνας εἷλεν αὐτοὺς ἐν οὐ πολλῷ χρόνῳ καὶ τοὺς ἐν ἥβῃ πάντας κατέσφαξεν. ἐπιτρέψας δὲ καὶ ὅσα ἦν ἐνταῦθα χρήματα τοῖς στρατιώταις φέρειν τε καὶ ἄγειν, ἐπὶ τὰς ἄλλας πόλεις ἀπῆγε τὴν δύναμιν οὐθενὸς οὐκέτι τῶν Οὐολούσκων ἀμύνειν τι δυναμένου.
ὡς δὲ τοῖς Ῥωμαίοις τεταπεινωμένα ἦν τὰ τῶν Οὐολούσκων πράγματα, προαγαγὼν τοὺς ὁμήρους αὐτῶν εἰς τὴν ἀγορὰν ὁ ἕτερος τῶν ὑπάτων Ἄππιος Κλαύδιος ἄνδρας τριακοσίους, ἵνα διʼ εὐλαβείας ἔχοιεν οἱ προσθέμενοι σφίσι πίστεις ὁμηρειῶν μὴ παρασπονδεῖν, μάστιξί τε ᾐκίσατο πάντων ὁρώντων καὶ τοὺς αὐχένας αὐτῶν ἐκέλευσεν ἀποκόψαι.
ἀφικομένου τε ἀπὸ τῆς στρατείας οὐ πολλαῖς ὕστερον ἡμέραις τοῦ συνυπάτου καὶ τὸν εἰωθότα δίδοσθαι θρίαμβον ἀπὸ τῆς βουλῆς τοῖς ἀγῶνα λαμπρὸν ἀγωνισαμένοις στρατηγοῖς ἀξιοῦντος λαβεῖν, ἐμποδὼν ἐγένετο στασιαστὴν ἀποκαλῶν καὶ πολιτείας πονηρᾶς ἐραστήν, μάλιστα δʼ αὐτοῦ κατηγορῶν, ὅτι ἐκ τῶν τοῦ πολέμου λαφύρων οὐδεμίαν μοῖραν εἰς τὸ δημόσιον ἀνήνεγκεν, ἀλλʼ οἷς αὐτὸς ἐβούλετο κατεχαρίσατο· καὶ ἔπεισε τὴν βουλὴν μὴ δοῦναι τῷ ἀνδρὶ τὸν θρίαμβον. ὁ δὲ Σερουίλιος ὑβρίσθαι δοκῶν ὑπὸ τοῦ συνεδρίου εἰς αὐθάδειαν οὐκ εἰωθυῖαν Ῥωμαίοις ἐτράπετο· καλέσας γὰρ εἰς ἐκκλησίαν τὸν δῆμον ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ καὶ διεξελθὼν τὰ πραχθέντα κατὰ τὸν πόλεμον καὶ τοῦ συνάρχοντος τὸν φθόνον καὶ τῆς βουλῆς τὸν προπηλακισμὸν διηγησάμενος, ἔφη παρὰ τῶν ἑαυτοῦ πράξεων καὶ τοῦ συναγωνισαμένου στρατεύματος ἔχειν τὴν τοῦ πομπεύειν ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις ἐξουσίαν.
ταῦτʼ εἰπὼν στεφανῶσαι τὰς ῥάβδους ἐκέλευσε καὶ αὐτὸς στεφανωσάμενος ἔχων τὴν θριαμβικὴν ἐσθῆτα προῆγεν εἰς τὴν πόλιν ὑπὸ τοῦ δήμου παντὸς προπεμπόμενος, ἕως εἰς τὸ Καπιτώλιον ἀνέβη καὶ τὰς εὐχὰς ἀπέδωκε καὶ τὰ σκῦλα ἀνέθηκεν. ἐκ δὲ τούτου φθόνον μὲν ἔτι μείζονα παρὰ τῶν πατρικίων ἐπεσπάσατο, οἰκεῖον δʼ ἑαυτῷ παρεσκευάσατο τὸ δημοτικόν.
ἐν τοιαύταις δʼ ἀκαταστασίαις τῆς πόλεως οὔσης ἐκεχειρία τις ἐν τῷ διὰ μέσου γενομένη θυσιῶν πατρίων ἕνεκα καὶ πανηγύρεις ἐπιλαβοῦσαι λαμπραὶ ταῖς δαπάναις ἐπέσχον τὴν ἐν τῷ παρόντι τοῦ πλήθους διχοστασίαν. ἑορτάζουσι δʼ αὐτοῖς ἐπιτίθενται πολλῇ δυνάμει Σαβῖνοι τοῦτον ἐκ πολλοῦ φυλάξαντες τὸν χρόνον, ἀρχομένης ἔτι νυκτὸς ποιησάμενοι τὴν ἐπίθεσιν, ἵνα πρὶν αἰσθέσθαι τοὺς ἔνδον ἐπὶ τῇ πόλει γένωνται· καὶ ῥᾷστα ἂν ἐκράτησαν αὐτῶν, εἰ μὴ τῶν ψιλῶν τινες ἀποσχισθέντες τῆς φάλαγγος, αὐλαῖς ἐπιβάλλοντες ἁρπαγῆς ἕνεκα θόρυβον εἰργάσαντο.
βοή τε γὰρ εὐθὺς ἐγένετο καὶ δρόμος τῶν γεωργῶν εἰς τὸ τεῖχος, πρὶν ἢ ταῖς πύλαις τοὺς πολεμίους προσελθεῖν. ὡς δʼ ἔγνωσαν αὐτῶν τὴν ἔφοδον οἱ κατὰ πόλιν θεωροῦντες μεταξὺ καὶ τοὺς στεφάνους ἐπικείμενοι καταλιπόντες τοὺς ἀγῶνας ἐπὶ τὰ ὅπλα ὥρμησαν· καὶ φθάνει τῷ Σερουιλίῳ συναχθεῖσα δύναμις αὐτοκέλευστος ἱκανή, ἣν ἐκεῖνος ἔχων συντεταγμένην, προσπίπτει τοῖς πολεμίοις ὑπό τε ἀγρυπνίας καὶ κόπου τεταλαιπωρηκόσι καὶ οὐ προσδεχομένοις τὴν τῶν Ῥωμαίων ἔφοδον.
ὡς δὲ συνέμιξαν εἰς χεῖρας, ἐγένετο μάχη τὸ μὲν ἐν τάξει καὶ κόσμῳ διὰ τὴν σπουδὴν ἑκατέρων ἀφῃρημένη, οἳ δʼ ὡς ἀπὸ τύχης τινὸς ἢ φάλαγξ φάλαγγι ἢ λόχος λόχῳ ἢ ἀνὴρ ἀνδρὶ συνέπεσον, ἱππεῖς τε καὶ πεζοὶ ἅμα πεφυρμένοι ἐμάχοντο. ἀρωγοὶ δʼ αὐτοῖς ἑκατέρωθεν ἐπῄεσαν οὐ διὰ μακροῦ τῶν πόλεων οὐσῶν, οἳ τὸ κάμνον ἀναθαρρύνοντες ἐπὶ πολὺν χρόνον ἀντέχειν ταῖς ταλαιπωρίαις ἐποίουν. ἔπειτα οἱ Ῥωμαῖοι προσγενομένης σφίσι τῆς ἵππου πάλιν νικῶσι τοὺς Σαβίνους, καὶ πολλοὺς ἀποκτείναντες ἀνέστρεψαν εἰς τὴν πόλιν ἄγοντες αἰχμαλώτους πάνυ συχνούς. τούς τε κατὰ τὴν πόλιν ὄντας Σαβίνων, οἳ κατὰ θέας πρόφασιν ἀφιγμένοι προκαταλήψεσθαι τοῖς ἐπιοῦσι τὰ ἐρύματα τῆς πόλεως ἔμελλον, ὥσπερ αὐτοῖς συνετέτακτο, ἀναζητοῦντες εἰς τὰ δεσμωτήρια κατετίθεντο. τὰς δὲ θυσίας, αἷς ὁ πόλεμος ἐμποδὼν ἐγένετο, διπλασίας τῶν προτέρων ψηφισάμενοι αὖθις ἐν εὐπαθείαις ἦσαν.
ἔτι δὲ πανηγυρίζουσιν αὐτοῖς πρεσβευταὶ παρῆσαν ἐξ ἔθνους Ἀρούγκων, οἳ τῆς Καμπανῶν χώρας τὰ κάλλιστα πεδία κατεῖχον. οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν ἠξίουν τὴν Οὐολούσκων τῶν καλουμένων Ἐχετρανῶν χώραν, ἣν ἀφελόμενοι τοὺς Ἐχετρανοὺς Ῥωμαῖοι κληρούχοις εἰς φυλακὴν τοῦ ἔθνους ἐκπεμφθεῖσι διένειμαν, ἀποδιδόναι σφίσι καὶ τὴν φρουρὰν ἀπαγαγεῖν ἐξ αὐτῆς· ἐὰν δὲ μὴ ποιήσωσιν, Ἀρούγκους ἥξοντας ἐπὶ τὴν Ῥωμαίων ὀλίγου χρόνου καὶ δίκας ληψομένους ὅσων διέθεντο τοὺς ὁμόρους κακῶν ἐκδέχεσθαι.
Ῥωμαῖοι δʼ αὐτοῖς τάδε ἀπεκρίναντο· ἀπαγγέλλετε, ὦ πρέσβεις, Ἀρούγκοις, ὅτι ἡμεῖς οἱ Ῥωμαῖοι δικαιοῦμεν ὅσα κτᾶταί τις ἀρετῇ πολεμίους ἀφελόμενος, ταῦτα τοῖς ἐγγόνοις ὡς οἰκεῖα παραδιδόναι. πόλεμον δʼ οὐ δέδιμεν τὸν Ἀρούγκων οὔτε πρῶτον οὔτε δεινότατον ἐσόμενον· ἀλλʼ ἐν ἔθει ἡμῖν ὑπάρχει πᾶσι μάχεσθαι περὶ τῆς ἡγεμονίας, καὶ ἀρετῆς συναγώνισμά τι ἐσόμενον ὁρῶντες αὐτὸν ἀκαταπλήκτως δεξόμεθα.
μετὰ ταῦτʼ Ἀροῦγκοί τε πολλῇ στρατιᾷ ὁρμηθέντες ἐκ τῆς ἑαυτῶν, καὶ Ῥωμαῖοι τὰς οἰκείας δυνάμεις ἔχοντες ἡγουμένου Σερουιλίου, συντυγχάνουσιν ἀλλήλοις ἀγχοῦ πόλεως Ἀρικείας, ἣ διέχει σταδίους ἑκατὸν εἴκοσι τῆς Ῥώμης· καὶ στρατοπεδεύονται ἑκάτεροι ἐν ὄρεσιν ὀχυροῖς ὀλίγον ἀλλήλων διεστῶτες. ἐπεὶ δὲ τοὺς χάρακας ἐκρατύναντο, προῆλθον εἰς τὸ πεδίον ἀγωνιούμενοι, καὶ συμπεσόντες ἐξ ἑωθινῆς μέχρις ἡμέρας μεσούσης ἀντεῖχον, ὥστε πολὺν ἐξ ἀμφοτέρων γενέσθαι φόνον. φιλοπόλεμον γὰρ δὴ τὸ τῶν Ἀρούγκων ἔθνος ἦν, καὶ τῷ μεγέθει τε καὶ ῥώμῃ καὶ ὄψεως δεινότητι πολὺ τὸ θηριῶδες ἐχούσῃ φοβερώτατον.
ἐν τούτῳ λέγεται τῷ πολέμῳ τοὺς ἱππεῖς τῶν Ῥωμαίων κρατίστους γενέσθαι, καὶ τὸν ἡγεμόνα αὐτῶν Αὖλον Ποστόμιον Ἄλβον, ὃς ἔσχε τὴν δικτάτορα ἀρχὴν ἐν τῷ πρόσθεν ἐνιαυτῷ. τὸ μὲν γὰρ χωρίον, ἐν ᾧ ἡ μάχη ἐγένετο, ἥκισθʼ ἱππάσιμον ἦν καὶ κολωνούς τε πετρώδεις καὶ φάραγγας βαθείας εἶχεν, ὥστε μηδὲν ἑκατέροις τὴν ἵππον οἵαν τʼ εἶναι προσωφελεῖν.
ὁ δὲ Ποστόμιος παρακελευσάμενος τοῖς ἀμφʼ αὑτὸν ἀπὸ τῶν ἵππων καταβῆναι καὶ ποιήσας στῖφος ἀνδρῶν ἑξακοσίων, ἐν οἷς μάλιστα ἔκαμνε τοῖς Ῥωμαίοις κατὰ πρανοῦς ὠθουμένοις χωρίου ἡ φάλαγξ, ἐν τούτοις συνάπτει τοῖς πολεμίοις, καὶ αὐτίκα συνίστησιν αὐτῶν τὰς τάξεις. ὡς δʼ ἅπαξ ἀνεκόπησαν οἱ βάρβαροι, θάρσος ἐνέπεσε τοῖς Ῥωμαίοις, καὶ φιλονεικία τοῖς πεζοῖς πρὸς τοὺς ἱππεῖς· καὶ καθʼ ἓν ἀμφότεροι πυργηδὸν ἐξωθοῦσι τὸ δεξιὸν κέρας τῶν πολεμίων ἕως τοῦ λόφου· καὶ οἱ μὲν τοῖς περὶ τὸν χάρακα φεύγουσιν ἑπόμενοι πολλοὺς ἀπέκτειναν, οἱ δὲ τοῖς ἔτι μαχομένοις κατὰ νώτου ἐπῆγον.
τρεψάμενοι δὲ κἀκείνους εἰς φυγὴν ἐπίπονόν τε καὶ βραδεῖαν τὴν ἀποχώρησιν ποιουμένους πρὸς ὀχθώδη χωρία ἐδίωκον, τένοντάς τε ὑποκόπτοντες ποδῶν καὶ τὰς ἰγνῦς πλαγίοις τοῖς ξίφεσι διαιροῦντες, ἕως ἐπὶ τὸν χάρακα αὐτῶν ἀφίκοντο. βιασάμενοι δὲ καὶ τούτου τοὺς φύλακας οὐ πολλοὺς ὄντας ἐκράτησαν τοῦ στρατοπέδου καὶ διήρπασαν· ὠφελείας μέντοι οὐ πολλὰς εὗρον, ὅτι μὴ ὅπλα καὶ ἵππους, καὶ εἴ τι ἄλλο πολεμιστήριον χρῆμα ἦν. ταῦτα οἱ περὶ Σερουίλιον καὶ Ἄππιον ὕπατοι ἔπραξαν.
μετὰ ταῦτα παραλαμβάνουσι τὴν ὑπατικὴν ἀρχὴν Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Οὐετούριος Γέμινος, ἄρχοντος Ἀθήνησι Θεμιστοκλέους, ἑξηκοστῷ καὶ διακοσιοστῷ μετὰ τὴν κτίσιν ἔτει, μελλούσης εἰς τοὐπιὸν τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα δεύτερον Τισικράτης Κροτωνιάτης. ἐπὶ τούτων Σαβῖνοι πάλιν ἐπὶ Ῥωμαίους στρατιὰν ἐξάγειν μείζονα παρεσκευάζοντο, καὶ Μεδυλλῖνοι Ῥωμαίων ἀποστάντες πρὸς τὸ Σαβίνων ἔθνος ὅρκους ἐποιήσαντο περὶ συμμαχίας.