Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 6

17.4 θυσίας καταστήσεσθαι καθʼ ἕκαστον ἐνιαυτόν. οἱ δʼ ὑπακούσαντες τήν τε γῆν παρεσκεύασαν ἀνεῖναι πλουσίους καρπούς, οὐ μόνον τὴν σπόριμον, ἀλλὰ καὶ τὴν δενδροφόρον, καὶ τὰς ἐπεισάκτους ἀγορὰς ἁπάσας ἐπικλύσαι μᾶλλον ἢ πρότερον· ἅπερ ὁρῶν αὐτὸς ὁ Ποστόμιος ἐψηφίσατο τὰς τῶν ναῶν τούτων κατασκευάς. Ῥωμαῖοι μὲν δὴ τὸν τυραννικὸν ἀπωσάμενοι πόλεμον εὐνοίᾳ θεῶν ἐν ἑορταῖς τε καὶ θυσίαις ἦσαν.
18.1 ὀλίγαις δʼ ὕστερον ἡμέραις πρέσβεις ἀπὸ τοῦ κοινοῦ τῶν Λατίνων ἧκον ὡς αὐτοὺς ἐξ ἁπασῶν τῶν πόλεων ἐπιλεχθέντες οἱ τὴν ἐναντίαν ἔχοντες περὶ τοῦ πολέμου γνώμην, ἱκετηρίας καὶ στέμματα προεχόμενοι. οὗτοι παραχθέντες ἐπὶ τὴν βουλήν, τὴν μὲν ἀρχὴν τοῦ πολέμου τοὺς δυναστεύοντας ἐν ταῖς πόλεσιν ἀπέφαινον αἰτίους· τὸ δὲ πλῆθος ἓν μόνον τοῦτο ἁμαρτεῖν ἔλεγον, ὅτι πονηροῖς ἐπείσθη δημαγωγοῖς ἴδια κέρδη παρεσκευασμένοις.
18.2 ταύτης δὲ τῆς ἀπάτης, ἐν ᾗ τὸ πλεῖον ἀνάγκης μέρος ἦν, οὐ μεμπτὰς τετικέναι δίκας ἑκάστην πόλιν ἔλεγον τῆς κρατίστης νεότητος ἀναιρεθείσης, ὥστε μὴ ῥᾴδιον εἶναι πένθους καθαρὰν εὑρεῖν οἰκίαν, ἠξίουν τʼ αὐτοὺς παραλαβεῖν σφᾶς ἥκοντας οὔτε περὶ τῆς ἀρχῆς ἔτι διαφερομένους οὔτε περὶ τῶν ἴσων φιλονεικοῦντας συμμάχους τε καὶ ὑπηκόους ἅπαντα τὸν λοιπὸν χρόνον ἐσομένους, καὶ πᾶν ὅσον ὁ δαίμων ἀφείλετο τοῦ Λατίνων ἀξιώματος,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi