Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 6

92.1 καταλιπὼν δὲ κἂν ταύτῃ βραχεῖαν τῆς στρατιᾶς μοῖραν ἕνεκα φυλακῆς, τῇ κατόπιν ἡμέρᾳ τὴν δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ Κοριόλαν, πόλιν ἐπιφανῆ σφόδρα καὶ ὥσπερ ἂν μητρόπολιν τῶν Οὐολούσκων· ἔνθα καὶ δύναμις ἦν συνειλεγμένη καρτερὰ καὶ τὸ τεῖχος οὐ ῥᾴδιον ἁλῶναι τά τε πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευασμένα τοῖς ἔνδον ἐκ πολλοῦ. ἐπιχειρήσας δὲ τῇ τειχομαχίᾳ μέχρι δείλης ὀψίας ἀποκρούεται πρὸς τῶν ἐναντίων πολλοὺς τῶν οἰκείων ἀπολέσας.
92.2 τῇ δʼ ἑξῆς ἡμέρᾳ κριούς τε καὶ γέρρα καὶ κλίμακας εὐτρεπισάμενος παρεσκευάζετο μὲν ὡς ἁπάσῃ τῇ δυνάμει πειρασόμενος τῆς πόλεως, ἀκούσας δʼ ὅτι πολλῇ χειρὶ μέλλουσιν Ἀντιάται βοηθεῖν τοῖς Κοριολανοῖς κατὰ τὸ συγγενὲς καὶ εἰσὶν οἱ πεμφθέντες ἐν ὁδῷ ἤδη, μερίσας τὸν ἑαυτοῦ στρατὸν τῷ μὲν ἡμίσει τειχομαχεῖν ἔγνω Τῖτον Λάρκιον ἐπʼ αὐτοῦ καταλιπών,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi