Kitap 6
91.2
κρίνας δὲ Οὐολούσκοις ἐπιχειρεῖν πρώτοις πόλιν αὐτῶν Λογγόλαν ἐξ ἐφόδου καταλαμβάνεται, ἐπιβαλομένων μὲν τῶν ἐν αὐτῇ μεταποιεῖσθαί τινος ἀρετῆς καί τινα στρατιὰν ὑπαίθριον ἀποστειλάντων, ᾗ τοὺς ἐπιόντας ἀνείρξειν ἐπίστευον, αἰσχρῶς δʼ ἀναγκασθέντων φυγεῖν πρὶν ἢ λαμπρόν τι ἔργον ἀποδείξασθαι καὶ οὐδʼ ἐν τῇ τειχομαχίᾳ γενναῖον οὐδὲν διαπραξαμένων. μιᾷ γοῦν ἡμέρᾳ τῆς τε γῆς αὐτῶν Ῥωμαῖοι ἐκράτησαν ἀκονιτὶ καὶ τὴν πόλιν οὐ πολλὰ πραγματευθέντες κατὰ κράτος ἔλαβον.
91.3
ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς τά τʼ ἐγκαταληφθέντα χρήματα διαρπάσαι τοῖς στρατιώταις ἐφεὶς καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἐξῆγε τὴν δύναμιν ἐφʼ ἑτέραν πόλιν τῶν Οὐολούσκων, ἣ καλεῖται μὲν Πόλουσκα, διάστημα δʼ οὐ πολὺ τῆς Λογγόλας ἀπέχει. οὐδενὸς δʼ αὐτῷ τολμήσαντος ὑπαντῆσαι διανύσας τὴν χώραν κατὰ πολλὴν εὐπέτειαν προσέβαλε τοῖς τείχεσι· τῶν δὲ στρατιωτῶν οἱ μὲν τὰς πύλας διακόψαντες, οἱ δὲ διὰ κλιμάκων ἐπὶ τὸ τεῖχος ἀναβάντες, αὐθημερὸν γίνονται καὶ ταύτης τῆς πόλεως κύριοι.
91.4
ὡς δὲ παρέλαβε τὴν πόλιν, ὀλίγους μέν τινας ἐπιλέξας τοὺς αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοὺς δὲ λοιποὺς χρημάτων ἀφαιρέσει ζημιώσας καὶ ὅπλα ἀφελόμενος, Ῥωμαίων εἶναι τὸ λοιπὸν ἠνάγκασεν ὑπηκόους.