Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 6

75.1 ἃ μὲν δὴ εἰς τὸ συνελευθερῶσαι ὑμᾶς ἀπὸ τῶν τυράννων παρεσχόμεθα ὑπὲρ δύναμιν διὰ τὸ ἑαυτῶν πρόθυμον, οὐχ ὑπὸ τοῦ ἀναγκαίου μᾶλλον εἰς αὐτὸ καταστάντες ἢ ὑπʼ ἀρετῆς, ταῦτʼ ἐστιν. ἃ δʼ εἰς τὸ τιμᾶσθαί τε καὶ ἄρχειν ἑτέρων δυναστείαν τε περιβαλέσθαι μείζω ἢ κατὰ τὴν ἐξ ἀρχῆς δόκησιν ἀκούσατε, καὶ ὅπως, ἐάν τι παρατρέψω τὸν λόγον ἔξω τοῦ ἀληθοῦς, ὥσπερ καὶ ἀρχόμενος εἶπον, ἐναντιώσεσθέ
75.2 μοι. ὑμῖν γὰρ ἐπειδὴ τὸ ἀσφαλὲς τῆς ἐλευθερίας ἔδοξεν εἶναι βέβαιον, οὐκ ἀπέχρησεν ἐπὶ τούτου μένειν, ἀλλʼ ἐπὶ τὸ τολμᾶν καὶ νεωτεροποιεῖν ὁρμήσαντες, ἐχθρὸν δʼ ἴσως ἅπαν ἡγούμενοι τὸ περιεχόμενον ἐλευθερίας, καὶ μικροῦ δεῖν πρὸς ἅπαντας ἀνθρώπους πόλεμον ἀναδείξαντες, εἰς ἅπαντα τὰ κινδυνεύματα καὶ τοὺς ὑπὲρ τῆς πλεονεξίας ταύτης ἀγῶνας τοῖς ἡμετέροις ᾤεσθε δεῖν καταχρῆσθαι σώμασιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi