Kitap 6
72.4
τὸ μετὰ πάντων κοινὸν ἀπολεῖ. ἀλλʼ εἰ καὶ μὴ πρότερον ἔγνωτε, ὅτι λέλυται τὸ δέος ὑμῶν καὶ τὸ ἐλεύθερον ἅμα τοῖς ὅπλοις βεβαίως ἔχετε, νῦν γʼ ἤδη μάθετε διδασκάλοις χρησάμενοι τούτοις. οἱ γὰρ ὑπερήφανοι καὶ βαρεῖς οὐκ ἐπιτάττοντες ὑμῖν ὡς πρότερον ἥκουσιν οὐδʼ ἀπειλοῦντες, ἀλλὰ δεόμενοι καὶ παρακαλοῦντες, ἐπὶ τὰ ὑμέτερα ὑμᾶς κατιέναι, καὶ ὡς ἐλευθέροις ἐξ ἴσου ἤδη ἄρχονται ὁμιλεῖν. τί οὖν ἔτι καταπέπληχθε αὐτοὺς καὶ σιωπᾶτε, ἀλλʼ οὐκ ἐλεύθερα φρονεῖτε καὶ διαρρήξαντες ἤδη ποτὲ τοὺς χαλινοὺς λέγετε εἰς τὸ κοινόν, ἃ πεπόνθατε πρὸς αὐτῶν; ὦ σχέτλιοι,
72.5
τί δεδοίκατε; μή τι πάθητε ἡγεμόνι τῆς ἐλευθεροστομίας ἐμοὶ χρώμενοι; κινδυνεύσω γὰρ ὑπὲρ ὑμῶν εἰπεῖν τὰ δίκαια μετὰ παρρησίας ἐγὼ πρὸς αὐτοὺς καὶ οὐδὲν ἀποκρύψομαι. καὶ ἐπειδὴ Οὐαλέριος οὐδὲν ἔφησεν εἶναι τὸ κωλῦον ἀναστρέφειν ὑμᾶς ἐπὶ τὰ οἰκεῖα τῆς βουλῆς διδούσης τὴν κάθοδον καὶ προσεψηφισμένης τὸ μὴ μνησικακεῖν, ταῦτʼ ἀποκρινοῦμαι πρὸς αὐτόν, ἅπερ ἐστὶν ἀληθῆ καὶ ἀναγκαῖα εἰρῆσθαι.
73.1
ἡμᾶς, ὦ Οὐαλέριε, πολλὰ μὲν καὶ ἄλλα τὰ κωλύοντά ἐστιν ἀποθεμένους τὰ ὅπλα ἐφʼ ὑμῖν γενέσθαι, τρία δὲ τὰ μέγιστα καὶ τὰ φανερώτατα. πρῶτον μέν, ὅτι ἐγκαλοῦντες ἡμῖν ὡς ἡμαρτηκόσιν ἥκετε καὶ ἐν εὐεργεσίας οἴεσθε μέρει διδόναι τὴν κάθοδον· ἔπειθʼ, ὅτι οὐδὲν ὑποδηλοῦτε παρακαλοῦντες ἐπὶ τὰς διαλλαγάς, ἐφʼ οἷς αὐτὰς δικαίοις καὶ φιλανθρώποις ποιησόμεθα· τὸ δὲ τελευταῖον, ὅτι βέβαιον ἡμῖν, ὧν ἂν ὑπόσχησθε, οὐδέν ἐστιν, ἀλλὰ πολλάκις ἐξαπατῶντες τε καὶ φενακίζοντες ἡμᾶς διατετελέκατε.