Kitap 5
5.1
τοιαῦτα λεξάντων αὐτῶν ἀναστὰς ὁ Βροῦτος ἔφη Περὶ μὲν εἰσόδου Ταρκυνίων εἰς τήνδε πόλιν παύσασθε, ἄνδρες Τυρρηνοί, τὰ πλείω λέγοντες. ἐπῆκται γὰρ ἤδη ψῆφος ἀίδιον κατʼ αὐτῶν ὁρίζουσα φυγήν, καὶ θεοὺς ὀμωμόκαμεν ἅπαντες μήτʼ αὐτοὶ κατάξειν τοὺς τυράννους μηδὲ τοῖς κατάγουσιν ἐπιτρέψειν· εἰ δέ τινος ἄλλου δεῖσθε τῶν μετρίων, ἃ μὴ νόμοις μηδʼ ὅρκοις κεκωλύμεθα δρᾶν, λέγετε. μετὰ τοῦτο παρελθόντες οἱ πρέσβεις λέγουσι·
5.2
παρὰ δόξαν μὲν ἡμῖν ἀπήντηται τὰ πρῶτα· πρεσβευσάμενοι γὰρ ὑπὲρ ἀνδρὸς ἱκέτου λόγον ὑμῖν ὑποσχεῖν ἀξιοῦντος καὶ τὸ κοινὸν ἁπάντων δίκαιον εἰς ἰδίαν αἰτούμενοι χάριν οὐ δεδυνήμεθα τούτου τυχεῖν· ἐπεὶ δʼ οὕτως ὑμῖν δοκεῖ, περὶ μὲν εἰσόδου Ταρκυνίων οὐδὲν ἔτι λιπαροῦμεν, προκαλούμεθα δʼ ὑμᾶς εἰς ἕτερόν τι δίκαιον, ὑπὲρ οὗ τὰς ἐντολὰς ἡμῖν ἔδωκεν ἡ πατρίς, καὶ οὔτε νόμος ὁ κωλύσων αὐτὸ ποιεῖν ὑμᾶς ἐστιν οὔθʼ ὅρκος, ἀποδοῦναι τῷ βασιλεῖ τὴν οὐσίαν, ἣν ὁ πάππος αὐτοῦ πρότερον ἐκέκτητο οὐθὲν τῶν ὑμετέρων οὔτε βίᾳ κατασχὼν οὔτε λάθρα, παρὰ δὲ τοῦ πατρὸς διαδεξάμενος καὶ πρὸς ὑμᾶς μετενέγκας. ἀπόχρη γὰρ αὐτῷ τὰ ἑαυτοῦ κομισαμένῳ ζῆν ἑτέρωθί που μακαρίως μηθὲν ἐνοχλοῦντι ὑμῖν.