Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 5

17.6 Ῥωμαῖοι δὲ πᾶσι τοῖς ἐνδόξοις ἀνδράσιν, ἐάν τε πολέμων ἡγεμονίας λαβόντες ἐάν τε πολιτικῶν ἔργων προστασίας συνετὰ βουλεύματα καὶ πράξεις ἀποδείξωνται καλάς, ταύτην ἔταξαν εἶναι τὴν τιμήν, οὐ μόνον τοῖς κατὰ πόλεμον ἀποθανοῦσιν, ἀλλὰ καὶ τοῖς ὁποιᾳδήποτε χρησαμένοις τοῦ βίου τελευτῇ, ἐξ ἁπάσης τῆς περὶ τὸν βίον ἀρετῆς οἰόμενοι δεῖν ἐπαινεῖσθαι τοὺς ἀγαθούς, οὐκ ἐκ μιᾶς τῆς περὶ τὸν θάνατον εὐκλείας.
18.1 Ἰούνιος μὲν δὴ Βροῦτος ὁ τὴν βασιλείαν ἐκβαλὼν καὶ πρῶτος ἀποδειχθεὶς ὕπατος, ὀψὲ μὲν εἰς ἐπιφάνειαν προελθών, ἀκαρῆ δὲ χρόνον ἀνθήσας ἐν αὐτῇ Ῥωμαίων ἁπάντων κράτιστος φανεὶς τοιαύτης τελευτῆς ἔτυχε, γενεὰν οὔτε ἄρρενα καταλιπὼν οὔτε θήλειαν, ὡς οἱ τὰ Ῥωμαίων σαφέστατα ἐξητακότες γράφουσι, τεκμήρια πολλὰ μὲν καὶ ἄλλα τούτου φέροντες, ὑπὲρ ἅπαντα δʼ ὃ δυσαντίλεκτόν ἐστιν, ὅτι τοῦ πατρικίων γένους ἐκεῖνος ἦν, οἱ δʼ ἀπʼ ἐκείνης αὑτοὺς λέγοντες εἶναι τῆς οἰκίας Ἰούνιοί τε καὶ Βροῦτοι πάντες ἦσαν πλήβειοι καὶ τὰς ἀρχὰς μετῄεσαν, ἃς τοῖς δημοτικοῖς μετιέναι νόμος, ἀγορανομίας τε καὶ δημαρχίας, ὑπατείαν δʼ οὐδείς, ἧς τοῖς πατρικίοις μετῆν.
18.2 ὀψὲ δέ ποτε καὶ ταύτης ἔτυχον τῆς ἀρχῆς, ὅτε συνεχωρήθη καὶ τοῖς δημοτικοῖς αὐτὴν λαβεῖν. ἀλλʼ ὑπὲρ μὲν τούτων οἷς μέλει τε καὶ διαφέρει τὸ σαφὲς εἰδέναι παρίημι σκοπεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi