Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 5

15.3 οὕτω μὲν δὴ πεσόντες ἔκειντο πολὺ διὰ τῶν τραυμάτων ἐκβάλλοντες αἷμα καὶ ψυχορραγοῦντες, αἱ δʼ ἄλλαι δυνάμεις ὡς τοὺς ἡγεμόνας εἶδον συμπεσόντας, ὠθοῦνται σὺν ἀλαλαγμῷ καὶ πατάγῳ, καὶ γίνεται μέγιστος ἁπάντων ἀγὼν πεζῶν τε
15.4 καὶ ἱππέων καὶ τύχη περὶ ἀμφοτέρους ὁμοία. Ῥωμαίων τε γὰρ οἱ τὸ δεξιὸν κέρας ἔχοντες, ἐφʼ οὗ τεταγμένος ἦν ὁ ἕτερος τῶν ὑπάτων Οὐαλέριος, ἐνίκων τοὺς Οὐιεντανοὺς καὶ μέχρι τοῦ στρατοπέδου διώξαντες ἐπλήρωσαν νεκρῶν τὸ πεδίον, Τυρρηνῶν τε οἱ τὴν τοῦ δεξιοῦ κέρατος ἔχοντες στάσιν, ὧν ἡγοῦντο Τῖτος καὶ Σέξτος οἱ Ταρκυνίου τοῦ βασιλέως παῖδες, ἐτρέψαντο τοὺς ἐπὶ τοῦ λαιοῦ ὄντας Ῥωμαίων κέρατος, καὶ πλησίον τοῦ χάρακος αὐτῶν γενόμενοι πείρας μὲν οὐκ ἀπέστησαν, εἰ δύναιντο ἑλεῖν τὸ ἔρυμα ἐξ ἐφόδου, πολλὰς δὲ πληγὰς λαβόντες ὑποστάντων αὐτοὺς τῶν ἔνδον ἀπετράποντο. ἦσαν δʼ αὐτοῦ φύλακες οἱ τριάριοι λεγόμενοι, παλαιοί τε καὶ πολλῶν ἔμπειροι πολέμων, οἷς ἐσχάτοις, ὅταν ἀπογνωσθῇ πᾶσα ἐλπίς, εἰς τοὺς περὶ τῶν μεγίστων ἀγῶνας καταχρῶνται.
16.1 ἤδη δὲ περὶ καταφορὰν ὄντος ἡλίου πρὸς τοὺς ἑαυτῶν ἀνέστρεψαν ἑκάτεροι χάρακας, οὐ τοσοῦτον ἐπὶ τῇ νίκῃ χαίροντες, ὅσον ἐπὶ τῷ πλήθει τῶν ἀπολωλότων ἀχθόμενοι καί, εἰ δεήσειεν αὐτοῖς ἑτέρας μάχης, οὐχ ἱκανοὺς ἡγούμενοι τὸν ἀγῶνα ἄρασθαι τοὺς περιλειπομένους σφῶν τραυματίας τοὺς πολλοὺς ὄντας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi