Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 5

13.4 καὶ ἔστι νῦν μνημεῖον ἐμφανὲς τοῦ ποτε ἔργου νῆσος εὐμεγέθης Ἀσκληπιοῦ ἱερά, περίκλυστος ἐκ τοῦ ποταμοῦ, ἥν φασιν ἐκ τοῦ σωροῦ τῆς καλάμης σαπείσης καὶ ἔτι καὶ τοῦ ποταμοῦ προσλιπαίνοντος αὐτῇ ἰλὺν γενέσθαι. καὶ τοῖς μετὰ τοῦ τυράννου πεφευγόσι Ῥωμαίων κάθοδον εἰς τὴν πόλιν ἐπʼ ἀδείᾳ τε καὶ ἀμνηστίᾳ παντὸς ἁμαρτήματος ἔδωκαν χρόνον ὁρίσαντες ἡμερῶν εἴκοσιν· εἰ δὲ μὴ κατέλθοιεν ἐν ταύτῃ τῇ προθεσμίᾳ, τιμωρίας αὐτοῖς ὥρισαν ἀιδίους φυγὰς καὶ
13.5 κτημάτων ὧν ἐκέκτηντο δημεύσεις. ταῦτα τῶν ἀνδρῶν τὰ πολιτεύματα τοὺς μὲν ἀπολαύσαντας ἐκ τῆς οὐσίας τῶν τυράννων ὅτου δή τινος ὑπὲρ τοῦ μὴ ἀφαιρεθῆναι πάλιν ἃς ἔσχον ὠφελείας ἅπαντα κίνδυνον ἐποίησεν ὑπομένειν· τοὺς δὲ κατὰ δέος ὧν παρηνόμησαν ἐπὶ τῆς τυραννίδος μὴ δίκην ἀναγκασθεῖεν ὑπέχειν φυγῆς ἑαυτοῖς τιμησαμένους, ἀπαλλαγέντας τοῦ φόβου μηκέτι τὰ τῶν τυράννων, ἀλλὰ τὰ τῆς πόλεως φρονεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi