Kitap 5
10.7
ἔπειτʼ ἐγὼ τῶν ἐμῶν οὐ φεισάμενος τέκνων σοῦ φείσομαι, Κολλατῖνε, ὃς τὸ μὲν σῶμα παρʼ ἡμῖν ἔχεις, τὴν δὲ ψυχὴν παρὰ τοῖς πολεμίοις, καὶ τοὺς μὲν προδότας τῆς πατρίδος σώζεις, ἐμὲ δὲ τὸν ὑπὲρ αὐτῆς ἀγωνιζόμενον ἀποκτενεῖς; πόθεν; πολλοῦ γε καὶ δεῖ· ἀλλʼ ἵνα μηδὲν ἔτι τοιοῦτον ἐξεργάσῃ, τὴν μὲν ἀρχὴν ἀφαιροῦμαί σε καὶ πόλιν ἑτέραν κελεύω μεταλαβεῖν· ὑμῖν δʼ, ὦ πολῖται, ψῆφον ἀναδώσω καλέσας αὐτίκα μάλα τοὺς λόχους, ἵνα διαγνῶσιν, εἰ χρὴ ταῦτʼ εἶναι κύρια· εὖ δʼ ἴστε ὅτι δυεῖν θάτερον ἢ Κολλατῖνον ἕξοντες ὕπατον ἢ Βροῦτον.
11.1
τοιαῦτα δὲ λέγοντος αὐτοῦ βοῶν καὶ δεινοπαθῶν ὁ Κολλατῖνος ἐπίβουλόν τε καὶ προδότην τῶν φίλων αὐτὸν παρʼ ἕκαστα ἀποκαλῶν καὶ τὰ μὲν ὑπὲρ τῶν καθʼ ἑαυτοῦ διαβολῶν ἀπολογούμενος, τὰ δʼ ὑπὲρ τῶν ἀδελφιδῶν δεόμενος ψῆφόν τε καθʼ ἑαυτοῦ τοῖς πολίταις οὐκ ἐῶν ἀναδοῦναι χαλεπώτερον ἐποίει τὸν δῆμον καὶ δεινοὺς ἤγειρεν ἐπὶ πᾶσι τοῖς λεγομένοις θορύβους.