Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 5

68.5 κεφάλαιον δὲ τῆς γνώμης ἦν αὐτῷ τόδε· τοὺς μὲν θέλοντας τῶν πολιτῶν κοινωνεῖν τῆς ἐκ τοῦ πολέμου τύχης ἐπὶ τοῖς αὐτοῖς δικαίοις, οἷς καὶ τῶν ἄλλων ἕκαστος, παραλαμβάνειν ἐπὶ τὰ πράγματα· τοὺς δὲ κατὰ συνθήκας ὁποίας δήποτε ἀξιοῦντας ἀναλαμβάνειν τὰ ὅπλα περὶ τῆς πατρίδος, ὡς οὐδὲν εἰ λάβοιεν ὠφελήσοντας, χαίρειν ἐᾶν. εἰ γὰρ τοῦτο μάθοιεν, εἴξειν αὐτοὺς ἔφη, καὶ παρέξειν σφᾶς αὐτοὺς τοῖς τὰ κράτιστα περὶ τοῦ κοινοῦ βουλεύουσιν εὐπειθεῖς. εἰωθέναι γὰρ ἀεί πως τὸ ἀνόητον ἅπαν, ὅταν μέν τις αὐτὸ κολακεύῃ μεγάλα φρονεῖν, ὅταν δὲ δεδίττηται σωφρονεῖν.
69.1 αὗται μὲν αἱ πλεῖστον ἀλλήλων διαφέρουσαι γνῶμαι ἐλέχθησαν, ἕτεραι δέ τινες αἱ τὴν μεταξὺ τούτων ἔχουσαι χώραν συχναί. οἱ μὲν γὰρ αὐτοὺς μόνον ἀφεῖσθαι τῶν χρεῶν τοὺς μηδὲν κεκτημένους ἠξίουν, τὰ χρήματα ποιοῦντες ἀγώγιμα τοῖς δανεισταῖς, οὐ τὰ σώματα· οἱ δὲ τὸ δημόσιον ὑπὲρ τῶν ἀδυνάτων διαλῦσαι τὰ συμβόλαια συνεβούλευον, ἵνα ἥ τε πίστις τῶν πενήτων ὑπὸ τῆς δημοσίας φυλαχθῇ χάριτος καὶ οἱ συμβεβληκότες αὐτοῖς μηθὲν ἀδικηθῶσιν. ἐδόκει δέ τισι καὶ τῶν ἤδη κατεχομένων πρὸς τὰ χρέα καὶ τῶν μελλόντων ἀφαιρεθήσεσθαι τὴν ἐλευθερίαν ῥύσασθαι τὰ σώματα, ἐκ τῶν αἰχμαλώτων ἕτερα τοῖς δανεισταῖς διαμειψαμένους ὑπὲρ αὐτῶν σώματα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi