Kitap 4
59.2
ἔνθα δὴ λέγεται τέρας τι θαυμαστὸν ὑπόγειον ὀρυττομένων τε τῶν θεμελίων καὶ τῆς ὀρυγῆς εἰς πολὺ βάθος ἤδη προϊούσης, εὑρῆσθαι κεφαλὴ νεοσφαγοῦς ἀνθρώπου τό τε πρόσωπον ἔχουσα τοῖς ἐμψύχοις ὅμοιον καὶ τὸ καταφερόμενον ἐκ τῆς ἀποτομῆς αἷμα θερμὸν ἔτι καὶ νεαρόν.
59.3
τοῦτο τὸ τέρας ἰδὼν ὁ Ταρκύνιος τοῦ μὲν ὀρύγματος ἐπισχεῖν ἐκέλευσε τοὺς ἐργαζομένους· συγκαλέσας δὲ τοὺς ἐπιχωρίους μάντεις ἐπυνθάνετο παρʼ αὐτῶν, τί βούλεται σημαίνειν τὸ τέρας. οὐδὲν δʼ αὐτῶν ἀποφαινομένων, ἀλλὰ Τυρρηνοῖς ἀποδιδόντων τὴν περὶ τῶν τοιούτων ἐπιστήμην ἐξετάσας παρʼ αὐτῶν καὶ μαθὼν τὸν ἐπιφανέστατον τῶν ἐν Τυρρηνοῖς τερατοσκόπων, ὅστις ἦν, πέμπει τῶν ἀστῶν τοὺς δοκιμωτάτους πρέσβεις πρὸς αὐτόν.
60.1
τούτοις τοῖς ἀνδράσιν ἀφικομένοις εἰς τὴν οἰκίαν τοῦ τερατοσκόπου περιτυγχάνει τι μειράκιον ἐξιόν, ᾧ φράσαντες, ὅτι Ῥωμαίων εἰσὶ πρέσβεις τῷ μάντει βουλόμενοι συντυχεῖν, παρεκάλουν ἀπαγγεῖλαι πρὸς αὐτόν. καὶ ὁ νεανίας, Πατὴρ ἐμός ἐστιν, ἔφησεν, ᾧ χρῄζετε συντυχεῖν· ἀσχολεῖται δὲ κατὰ τὸ παρόν· ἔσται δʼ ὑμῖν ὀλίγου χρόνου παρελθεῖν πρὸς αὐτόν.