Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 4

45.1 λογιζόμενος δʼ ὁ Ταρκύνιος, ὅτι τοῖς μὴ κατὰ νόμους λαβοῦσι τὰς δυναστείας, ἀλλὰ διὰ τῶν ὅπλων κτησαμένοις, οὐ μόνον ἐπιχωρίου δεῖ φυλακῆς, ἀλλὰ καὶ ξενικῆς, τὸν ἐπιφανέστατον ἐκ τοῦ Λατίνων ἔθνους καὶ πλεῖστον ἁπάντων δυνάμενον ἐσπούδαζε φίλον ποιήσασθαι τῷ γάμῳ συζεύξας τῆς θυγατρός, ὃς ἐκαλεῖτο μὲν Ὀκταούιος Μαμίλιος, ἀνέφερε δὲ τὸ γένος εἰς Τηλέγονον τὸν ἐξ Ὀδυσσέως καὶ Κίρκης, κατῴκει δʼ ἐν πόλει Τύσκλῳ, ἐδόκει δὲ τὰ πολιτικὰ συνετὸς ἐν ὀλίγοις εἶναι καὶ πολέμους στρατηγεῖν ἱκανός.
45.2 τοῦτον τὸν ἄνδρα φίλον ἔχων καὶ διʼ αὐτοῦ τοὺς ἀρίστους ἐν ἑκάστῃ πόλει τῶν τὰ κοινὰ πραττόντων προσλαβὼν τότʼ ἤδη καὶ τῶν ὑπαιθρίων ἐπεχείρει πειρᾶσθαι πολέμων καὶ στρατιὰν ἐπὶ Σαβίνους ἐξάγειν οὐ βουλομένους ὑπηκόους εἶναι τοῖς ἐπιτάγμασιν, ἀλλʼ ἀπηλλάχθαι τῶν ὁμολογιῶν οἰομένους, ἐξ οὗ Τύλλιος ἐτελεύτησε, πρὸς ὃν ἐποιήσαντο τὰς ὁμολογίας.
45.3 γνοὺς δὲ ταῦτα προεῖπε διʼ ἀγγέλων ἥκειν εἰς τὴν ἐν Φερεντίνῳ γινομένην ἀγορὰν τοὺς εἰωθότας ὑπὲρ τοῦ κοινοῦ τῶν Λατίνων συνεδρεύειν, ἡμέραν τινὰ ὁρίσας, ὡς περὶ κοινῶν καὶ μεγάλων πραγμάτων σὺν αὐτοῖς βουλευσόμενος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi