Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 4

31.4 προγονικὰς ἀπέδωκαν ἀρχάς· εἰ δὲ μήπω σοι φρονεῖν τὰ καθήκοντα ἐφαινόμην, ἀλλʼ ἔτι διὰ τὸ νέον τῆς ἡλικίας οὐχ ἱκανὸς εἶναι πόλιν τηλικαύτην διοικεῖν, ὅτʼ εἰς τὴν κρατίστην παρεγενόμην τοῦ σώματος καὶ τῆς φρονήσεως ἀκμὴν τριάκοντα γεγονὼς ἔτη, μετὰ τοῦ γάμου τῆς θυγατρὸς καὶ τὰ τῆς πόλεως ἐγχειρίσαι πράγματα· ταύτην γέ τοι τὴν ἡλικίαν ἔχων καὶ σὺ τόν τʼ οἶκον τὸν ἡμέτερον ἐπιτροπεύειν ἤρξω καὶ τῆς βασιλείας ἐπιμελεῖσθαι.
32.1 περιῆν γὰρ ἄν σοι ταῦτα πράξαντι πρῶτον μὲν εὐσεβεῖ καὶ δικαίῳ λέγεσθαι, ἔπειτα συμβασιλεύειν ἐμοὶ καὶ πάσης μετέχειν τιμῆς, εὐεργέτην τε καὶ πατέρα καὶ σωτῆρα καὶ πάντα, ὅσα τιμιώτατα ὀνόματα ὑπʼ ἀνθρώπων ἐπὶ καλοῖς κεῖται πράγμασιν, ἀκούειν καὶ μὴ τέταρτον ἤδη τοῦτο καὶ τετταρακοστὸν ἔτος ἀποστερεῖν με τῶν ἐμῶν, οὔτε σώματος ἀναπήρου τυχόντα οὔτε διανοίας ἠλιθίου. ἔπειτʼ ἐρωτᾶν με τολμᾷς, τί παθὼν δεινὸν ἐχθρὸν ἡγοῦμαί σε καὶ διὰ τί
32.2 σου κατηγορῶ; σὺ μὲν οὖν ἀπόκριναί μοι, Τύλλιε, τίνος αἰτίας χάριν οὐκ ἀξιοῖς με τῶν τοῦ πάππου τιμῶν κληρονομεῖν καὶ τίνα πρόφασιν εὐπρεπῆ τῆς ἀποστερήσεως σκηπτόμενος; πότερον οὐχ ἡγούμενος ἐξ ἐκείνου γένους εἶναί με γνήσιον, ἀλλʼ ὑποβολιμαῖόν τινα καὶ νόθον; τί οὖν ἐπετρόπευες τὸν ἀλλότριον τοῦ γένους καὶ τὸν οἶκον ἀνδρωθέντι ἀπεδίδους; ἀλλʼ ἔτι νομίζων με ὀρφανὸν εἶναι παῖδα καὶ τὰ κοινὰ πράττειν ἀδύνατον, ὃς οὐ πολὺ ἀπέχω πεντηκονταετίας; κατάβαλε δὲ τὴν εἰρωνείαν τῶν ἀναισχύντων

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi