Kitap 4
κανόνας αὐτοῖς τάξας, οὕς αὐτὸς ἔγραψε νόμους. ἐπεὶ δʼ αὐτῷ τὰ ἐν τῇ πόλει πράγματα τὸν κράτιστον εἰλήφει κόσμον, εἰς ἐπιθυμίαν ἦλθεν ἐπιφανές τι διαπραξάμενος αἰώνιον ἑαυτοῦ μνήμην τοῖς ἐπιγινομένοις καταλιπεῖν. ἐφιστὰς δὲ τὴν διάνοιαν ἐπὶ τὰ τῶν ἀρχαίων βασιλέων τε καὶ πολιτικῶν ἀνδρῶν μνημεῖα, ἐξ ὧν εἰς ὀνόματα καὶ δόξας προῆλθον, οὔτε τοῦ Βαβυλωνίου τείχους ἐμακάρισε τὴν Ἀσσυρίαν ἐκείνην γυναῖκα οὔτε τῶν ἐν Μέμφει πυραμίδων τοὺς Αἰγύπτου βασιλεῖς οὔτʼ εἴ τις ἄλλη πλούτου καὶ πολυχειρίας ἐπίδειξις ἦν ἀνδρὸς ἡγεμόνος, ἀλλὰ ταῦτα πάντα μικρὰ καὶ ὀλιγοχρόνια καὶ οὐκ ἄξια σπουδῆς ἡγησάμενος ὄψεώς τʼ ἀπάτας, οὐκ ἀληθεῖς βίου καὶ πραγμάτων ὠφελείας, ἐξ ὧν μακαρισμοὶ τοῖς κατασκευασαμένοις ἠκολούθουν μόνον, ἐπαίνου δὲ καὶ ζήλου ἄξια τὰ τῆς γνώμης ἔργα ὑπολαβών, ἧς πλεῖστοί τʼ ἀπολαύουσι καὶ ἐπὶ μήκιστον χρόνον καρποῦνται τὰς ὠφελείας, πάντων μάλιστα τῶν τοιούτων ἔργων τὴν Ἀμφικτύονος τοῦ Ἕλληνος ἐπίνοιαν ἠγάσθη, ὃς ἀσθενὲς ὁρῶν καὶ ῥᾴδιον ὑπὸ τῶν περιοικούντων βαρβάρων ἐξαναλωθῆναι τὸ Ἑλληνικὸν γένος, εἰς τὴν ἐπʼ ἐκείνου κληθεῖσαν Ἀμφικτυονικὴν σύνοδον καὶ πανήγυριν αὐτὸ συνήγαγε, νόμους καταστησάμενος ἔξω τῶν ἰδίων, ὧν ἑκάστη πόλις εἶχε, τοὺς κοινοὺς ἅπασιν, οὓς καλοῦσιν Ἀμφικτυονικούς, ἐξ ὧν φίλοι μὲν ὄντες ἀλλήλοις διετέλουν καὶ τὸ συγγενὲς φυλάττοντες μᾶλλον ἔργοις ἢ λόγοις, λυπηροὶ δὲ τοῖς βαρβάροις καὶ φοβεροί.
παρʼ οὗ τὸ παράδειγμα λαβόντες Ἴωνές θʼ οἱ μεταθέμενοι τὴν οἴκησιν ἐκ τῆς Εὐρώπης εἰς τὰ παραθαλάττια τῆς Καρίας καὶ Δωριεῖς οἱ περὶ τοὺς αὐτοὺς τόπους τὰς πόλεις ἱδρυσάμενοι ἱερὰ κατεσκεύασαν ἀπὸ κοινῶν ἀναλωμάτων· Ἴωνες μὲν ἐν Ἐφέσῳ τὸ τῆς Ἀρτέμιδος, Δωριεῖς δʼ ἐπὶ Τριοπίῳ τὸ τοῦ Ἀπόλλωνος· ἔνθα συνιόντες γυναιξὶν ὁμοῦ καὶ τέκνοις κατὰ τοὺς ἀποδειχθέντας χρόνους συνέθυόν τε καὶ συνεπανηγύριζον καὶ ἀγῶνας ἐπετέλουν ἱππικοὺς καὶ γυμνικοὺς καὶ τῶν περὶ μουσικὴν ἀκουσμάτων καὶ τοὺς θεοὺς ἀναθήμασι κοινοῖς ἐδωροῦντο.
θεωρήσαντες δὲ καὶ πανηγυρίσαντες καὶ τὰς ἄλλας φιλοφροσύνας παρʼ ἀλλήλων ἀναλαβόντες, εἴ τι πρόσκρουσμα πόλει πρὸς πόλιν ἐγεγόνει, δικασταὶ καθεζόμενοι διῄτων καὶ περὶ τοῦ πρὸς τοὺς βαρβάρους πολέμου καὶ περὶ τῆς πρὸς ἀλλήλους ὁμοφροσύνης κοινὰς ἐποιοῦντο βουλάς.
ταῦτα δὴ καὶ τὰ ὅμοια τούτοις παραδείγματα λαβὼν προθυμίαν ἔσχε καὶ αὐτὸς ἁπάσας τὰς μετεχούσας πόλεις τοῦ Λατίνων γένους συστῆσαι καὶ συναγαγεῖν, ἵνα μὴ στασιάζουσαι καὶ πολεμοῦσαι πρὸς ἀλλήλας ὑπὸ τῶν προσοικούντων βαρβάρων τὴν ἐλευθερίαν ἀφαιρεθῶσι.
γνοὺς δὲ ταῦτα τοὺς κρατίστους ἄνδρας ἐξ ἑκάστης πόλεως συνεκάλει περὶ μεγάλων καὶ κοινῶν φήσας πραγμάτων συμβούλους αὐτοὺς συγκαλεῖν. ἐπεὶ δὲ συνῆλθον, συναγαγὼν τήν τε Ῥωμαίων βουλὴν καὶ τοὺς ἀπὸ τῶν πόλεων ἥκοντας λόγον διεξῆλθε παρακλητικὸν ὁμονοίας, διδάσκων ὡς καλὸν μὲν χρῆμα πολλαὶ πόλεις μιᾷ γνώμῃ χρώμεναι, αἰσχρὰ δʼ ὄψις συγγενῶν ἀλλήλαις διαφερομένων· αἴτιόν τʼ ἰσχύος μὲν ταῖς ἀσθενέσιν ἀποφαίνων ὁμοφροσύνην, ταπεινότητος δὲ καὶ ἀσθενείας καὶ ταῖς πάνυ ἰσχυραῖς ἀλληλοφθορίαν.
ταῦτα διεξελθὼν ἐδίδασκεν αὐτούς, ὡς χρὴ Λατίνους μὲν τῶν προσοίκων ἄρχειν καὶ τὰ δίκαια τάττειν Ἕλληνας ὄντας βαρβάροις· Ῥωμαίους δὲ τὴν ἁπάντων Λατίνων ἔχειν προστασίαν μεγέθει τε πόλεως προὔχοντας καὶ πραγμάτων ὄγκῳ καὶ τῇ προνοίᾳ τοῦ δαιμονίου κρείττονι κεχρημένους ἐκείνων, διʼ ἣν εἰς τοσαύτην ἐπιφάνειαν προῆλθον.
τοιαῦτα διεξελθὼν συνεβούλευεν αὐτοῖς ἱερὸν ἄσυλον ἀπὸ κοινῶν ἀναλωμάτων ἐν Ῥώμῃ κατασκευάσασθαι, ἐν ᾧ θύσουσί θʼ αἱ πόλεις συνερχόμεναι καθʼ ἕκαστον ἐνιαυτὸν ἰδίας τε καὶ κοινὰς θυσίας καὶ πανηγύρεις ἄξουσιν, ἐν οἷς ἂν ὁρίσωσι χρόνοις, καί, εἴ τι γένοιτο πρόσκρουσμα αὐταῖς πρὸς ἀλλήλας, ἐκ τῶν ἱερῶν τοῦτο διαλύσονται, ταῖς ἄλλαις πόλεσιν ἐπιτρέψασαι τὰ ἐγκλήματα διαγνῶναι.
διεξιὼν ταῦτα τε καὶ ὅσα ἄλλα ἕξουσιν ἀγαθὰ βουλευτήριον ἐγκαταστησάμενοι πάντας ἔπεισε τοὺς ἐν τῷ συνεδρίῳ παρόντας· καὶ μετὰ τοῦτο κατεσκεύασεν ἐξ ὧν ἅπασαι συνήνεγκαν αἱ πόλεις χρημάτων τὸν τῆς Ἀρτέμιδος νεών, τὸν ἐπὶ τοῦ μεγίστου τῶν ἐν τῇ Ῥώμῃ λόφων ἱδρυμένον Αὐεντίνου· καὶ τοὺς νόμους συνέγραψε ταῖς πόλεσι πρὸς ἀλλήλας καὶ τἆλλα τὰ περὶ τὴν ἑορτὴν καὶ πανήγυριν, ὃν ἐπιτελεσθήσεται τρόπον, ἔταξεν.
ἵνα δὲ μηδεὶς χρόνος αὐτοὺς ἀφανίσῃ, στήλην κατασκευάσας χαλκῆν ἔγραψεν ἐν ταύτῃ τά τε δόξαντα τοῖς συνέδροις καὶ τὰς μετεχούσας τῆς συνόδου πόλεις. αὕτη διέμεινεν ἡ στήλη μέχρι τῆς ἐμῆς ἡλικίας ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ κειμένη γραμμάτων ἔχουσα χαρακτῆρας Ἑλληνικῶν, οἷς τὸ παλαιὸν ἡ Ἑλλὰς ἐχρῆτο. ὃ καὶ αὐτὸ ποιήσαιτʼ ἄν τις οὐ μικρὸν τεκμήριον τοῦ μὴ βαρβάρους εἶναι τοὺς οἰκίσαντας τὴν Ῥώμην. οὐ γὰρ ἂν Ἑλληνικοῖς ἐχρῶντο γράμμασιν ὄντες βάρβαροι.
πολιτικαὶ μὲν δὴ πράξεις τοῦ βασιλέως τούτου σὺν ἄλλαις πολλαῖς ἐλάττοσί τε καὶ ἀμαυροτέραις αἱ μέγισται καὶ λαμπρόταται αὗται μνημονεύονται, πολεμικαὶ δʼ αἱ πρὸς ἓν τὸ Τυρρηνῶν ἔθνος γενόμεναι, περὶ ὧν μέλλω νῦν διεξιέναι.
μετὰ τὴν ταρκυνίου τελευτὴν αἱ παραδοῦσαι τὴν ἡγεμονίαν ἐκείνῳ πόλεις οὐκέτι φυλάττειν ἐβούλοντο τὰς ὁμολογίας Τυλλίῳ τʼ οὐκ ἀξιοῦσαι ταπεινῷ κατὰ γένος ὄντι ὑπακούειν, καὶ τὴν διαφορὰν τῶν πατρικίων τὴν πρὸς τὸν ἡγεμόνα γενομένην μεγάλην σφίσιν ὠφέλειαν παρέξειν νομίζουσαι.
ἤρξαντο δὲ τῆς ἀποστάσεως οἱ καλούμενοι Οὐιεντανοὶ καὶ τοῖς ἐλθοῦσι παρὰ τοῦ Τυλλίου πρεσβευταῖς ἀπεκρίναντο μηδεμίαν εἶναί σφισι πρὸς ἐκεῖνον μήθʼ ὑπὲρ ἡγεμονίας παραχωρήσεως μήτε περὶ φιλίας καὶ συμμαχίας συνθήκην. ἀρξάντων δὲ τούτων Καιρητανοί τʼ ἠκολούθησαν καὶ Ταρκυνιῆται, καὶ τελευτῶσα ἐν ὅπλοις ἦν ἅπασα ἡ Τυρρηνία.
οὗτος ὁ πόλεμος εἴκοσι διέμεινεν ἔτη συνεχῶς πολεμούμενος εἰσβολάς τε πολλὰς ἀμφοτέρων μεγάλοις στρατεύμασι ποιουμένων εἰς τὴν ἀλλήλων καὶ παρατάξεις ἄλλας ἐπʼ ἄλλαις συνισταμένων. ἐν ἁπάσαις δὲ ταῖς μάχαις κατορθῶν ὁ Τύλλιος, ὅσαι κατὰ πόλεις τε καὶ πρὸς ὅλον τὸ ἔθνος αὐτῷ συνέστησαν, καὶ τρισὶν ἐπιφανεστάτοις κοσμηθεὶς θριάμβοις τελευτῶν ἠνάγκασε τοὺς οὐκ ἀξιοῦντας ἄρχεσθαι τὸν χαλινὸν ἑκόντας λαβεῖν.
εἰκοστῷ δʼ οὖν ἔτει συνελθοῦσαι πάλιν αἱ δώδεκα πόλεις ἐξανηλωμέναι τῷ πολέμῳ τά τε σώματα καὶ τὰ χρήματα γνώμην ἔσχον παραδοῦναι Ῥωμαίοις τὴν ἡγεμονίαν ἐφʼ οἷς πρότερον ἐψηφίσαντο. καὶ παρῆσαν ἀπὸ πάσης πόλεως οἱ προχειρισθέντες σὺν ἱκετηρίαις ἐπιτρέποντες Τυλλίῳ τὰς πόλεις καὶ μηδὲν ἀνήκεστον βουλεῦσαι περὶ αὐτῶν ἀξιοῦντες.
Τύλλιος δὲ τῆς μὲν ἀφροσύνης ἕνεκα καὶ τῶν εἰς τοὺς θεοὺς ἀσεβημάτων, οὓς ἐγγυητὰς ποιησάμενοι τῶν ὁμολογιῶν παρέβησαν τὰ συγκείμενα, πολλῶν αὐτοὺς ἔφη τιμωριῶν ἀξίους εἶναι καὶ μεγάλων· τῆς δὲ Ῥωμαίων ἐπιεικείας καὶ μετριότητος, ἐπειδὴ συγγνόντες ἀδικεῖν στέμμασι καὶ λιτανείαις παρῃτοῦντο
τὴν ὀργήν, οὐδὲν ἐν τῷ παρόντι ἀτυχήσειν. ταῦτʼ εἰπὼν καταλύεται τὸν πρὸς αὐτοὺς πόλεμον, ταῖς μὲν ἄλλαις πόλεσιν ἁπλῶς καὶ δίχα ὀργῆς μνησικάκου πολιτεύεσθαί τʼ ἀποδοὺς ὡς πρότερον καὶ τὰ ἴδια καρποῦσθαι, μενούσαις ἐν ταῖς γραφείσαις πρὸς αὐτὰς συνθήκαις ὑπὸ βασιλέως Ταρκυνίου· τρεῖς δʼ ἐξ αὐτῶν πόλεις, αἳ προεξανέστησάν τε καὶ τὰς ἄλλας ἐπηγάγοντο κατὰ Ῥωμαίων ἐξενεγκεῖν τὸν πόλεμον, Καιρητανοὺς καὶ Ταρκυνιήτας καὶ Οὐιεντανούς, ἀφαιρέσει χώρας τιμωρησάμενος, ἣν κατεκληρούχησε Ῥωμαίων τοῖς νεωστὶ προσεληλυθόσι πρὸς τὴν πολιτείαν.
ταῦτα διαπραξάμενος ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους καὶ ναοὺς δύο κατασκευασάμενος Τύχης, ᾗ παρὰ πάντα τὸν βίον ἔδοξεν ἀγαθῇ κεχρῆσθαι, τὸν μὲν ἐν ἀγορᾷ τῇ καλουμένῃ Βοαρίᾳ, τὸν δʼ ἕτερον ἐπὶ ταῖς ἠιόσι τοῦ Τεβέριος, ἣν ἀνδρείαν προσηγόρευσεν, ὡς καὶ νῦν ὑπὸ Ῥωμαίων καλεῖται· ἡλικίας τε προβεβηκὼς ἐπὶ πολὺ καὶ τῆς κατὰ φύσιν τελευτῆς οὐ μακρὰν ἀπέχων, ἐπιβουλευθεὶς ὑπὸ Ταρκυνίου τε τοῦ γαμβροῦ καὶ τῆς ἑαυτοῦ θυγατρὸς ἀποθνήσκει. διηγήσομαι δὲ καὶ τῆς ἐπιβουλῆς τὸν τρόπον μικρὰ τῶν ἔμπροσθεν γενομένων ἀναλαβών.
ἦσαν τῷ Τυλλίῳ δύο θυγατέρες ἐκ γυναικὸς γενόμεναι Ταρκυνίας, ἣν ἐνεγγύησεν αὐτῷ βασιλεὺς Ταρκύνιος. ταύτας τὰς κόρας ἐπιγάμους γενομένας ἐκδίδοται τοῖς ἀδελφιδοῖς τῆς μητρὸς αὐτῶν, υἱωνοῖς δὲ Ταρκυνίου, τῷ τε πρεσβυτέρῳ τὴν πρεσβυτέραν ἁρμόσας καὶ τῷ νεωτέρῳ τὴν νεωτέραν· οὕτως οἰόμενος αὐτὰς μάλιστα συνοίσεσθαι τοῖς λαβοῦσιν.
ἔτυχε δὲ τῶν γαμβρῶν ἑκάτερος ἐναντίᾳ συναφθεὶς τύχῃ κατὰ τὴν οὐχ ὁμοτροπίαν· Λευκίῳ μὲν γὰρ τῷ πρεσβυτέρῳ τολμηρῷ καὶ αὐθάδει καὶ τυραννικῷ τὴν φύσιν ὄντι χρηστὴ καὶ σώφρων καὶ φιλοπάτωρ συνῆλθε γυνή, Ἀρροῦντι δὲ τῷ νεωτέρῳ πολὺ τὸ πρᾷον ἔχοντι καὶ εὐλόγιστον ἀνοσία καὶ μισοπάτωρ καὶ πάντολμος ἦν ἡ γαμετή.
συνέβαινε δὴ τῶν ἀνδρῶν ἑκατέρῳ φέρεσθαι μὲν ἐπὶ τὴν ἑαυτοῦ φύσιν, μετάγεσθαι δʼ ὑπὸ τῆς γυναικὸς ἐπὶ τἀναντία· ὁ μέν γε πονηρὸς ἐκβαλεῖν τῆς βασιλείας τὸν κηδεστὴν προθυμούμενος καὶ πάντα μηχανώμενος εἰς τοῦτο ὑπὸ τῆς γυναικὸς μετεπείθετο ἀντιβολούσης τε καὶ ὀδυρομένης· ὁ δʼ ἐπιεικὴς οὐδὲν οἰόμενος δεῖν ἐξαμαρτάνειν εἰς τὸν πενθερόν, ἀλλὰ περιμένειν, ἕως ἡ φύσις αὐτὸν ἐκ τοῦ ζῆν ἐξαγάγῃ, καὶ τὸν ἀδελφὸν οὐκ ἐῶν πράττειν τὰ μὴ δίκαια, ὑπὸ τῆς ἀνοσίας γυναικὸς ἐπὶ τἀναντία μετήγετο νουθετούσης τε καὶ λοιδορουμένης καὶ τὴν ἀνανδρίαν κακιζούσης·
ὡς δʼ οὐδὲν ἐπέραινον οὔτε αἱ τῆς σώφρονος λιτανεῖαι τὰ κράτιστα τὸν οὐ δίκαιον ἄνδρα πειθούσης, οὔτε αἱ τῆς μιαρᾶς παραινέσεις ἐπὶ τὰς ἀνοσίους πράξεις τὸν οὐ πονηρὸν εἶναι πεφυκότα παρακαλούσης, ἀλλʼ ἑκάτερος ἐπὶ τὴν ἑαυτοῦ φύσιν ἐφέρετο καὶ λυπηρὰν ἡγεῖτο τὴν μὴ τὰ ὅμοια βουλομένην, τῇ μὲν ὀδύρεσθαί τε καὶ φέρειν τὸν ἑαυτῆς δαίμονα περιῆν· τῇ δὲ παντόλμῳ χαλεπαίνειν καὶ ἀπαλλαγῆναι ζητεῖν ἀπὸ τοῦ συνοικοῦντος.
ἔπειτα δʼ ἡ κακὴ τὴν φύσιν ἀπονοηθεῖσα καὶ νομίσασα τοῖς ἑαυτῆς τρόποις ἁρμόττειν μάλιστα τὸν τῆς ἀδελφῆς ἄνδρα μεταπέμπεταί τʼ αὐτὸν ὡς ὑπὲρ ἀναγκαίου πράγματος διαλεξομένη,
καὶ ἐπειδὴ παρεγένετο, μεταστῆναι κελεύσασα τοὺς ἔνδον, ἵνα μόνη διαλεχθείη πρὸς μόνον, Ἆρʼ, ἔφησεν, ὦ Ταρκύνιε, μετὰ παρρησίας ἔξεστί μοι καὶ ἀκινδύνως ἅπαντα εἰπεῖν, ὅσα φρονῶ περὶ τῶν κοινῇ συμφερόντων, καὶ καθέξεις οὓς ἂν ἀκούσῃς λόγους; ἢ σιωπᾶν ἄμεινόν ἐστί μοι καὶ μὴ φέρειν εἰς μέσον βουλὰς ἀπορρήτους;
κελεύσαντος δὲ τοῦ Ταρκυνίου λέγειν, ὅ τι βούλεται, καὶ περὶ τοῦ καθέξειν ἐν ἑαυτῷ τοὺς λόγους πίστεις ἐπιθέντος διʼ ὅρκων, οὓς ἐκείνη προῃρεῖτο, οὐδὲν ἔτι αἰσχυνθεῖσα λέγει πρὸς αὐτόν· μέχρι τίνος, ὦ Ταρκύνιε, τῆς βασιλείας ἀποστερούμενος ἀνέχεσθαι διανοῇ; πότερον ἐκ ταπεινῶν καὶ ἀσήμων ἔφυς προγόνων καὶ διὰ τοῦτʼ οὐκ ἀξιοῖς ἐπὶ σεαυτῷ μέγα φρονεῖν; ἀλλὰ πάντες ἴσασιν, ὅτι τοῖς μὲν ἀρχαίοις ὑμῶν προγόνοις Ἕλλησιν οὖσι καὶ ἀφʼ Ἡρακλέους γεγονόσι τῆς εὐδαίμονος ἄρξαι Κορίνθου τὴν αὐτοκράτορα ὑπῆρξεν ἀρχὴν ἐπὶ πολλάς, ὡς ἀκούω, γενεάς· τῷ δὲ πάππῳ σου Ταρκυνίῳ μεταθεμένῳ τὴν οἴκησιν ἐκ Τυρρηνῶν ταύτης βασιλεῦσαι τῆς πόλεως ἐξεγένετο διʼ ἀρετήν· οὗ σὺ κληρονομεῖν οὐ μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς βασιλείας ὀφείλεις πρεσβύτερος υἱωνὸς ὤν.
ἢ σώματος οὐκ ἔτυχες ἱκανοῦ πράττειν, ὅσα βασιλεῖ προσῆκε, διʼ ἀσθένειάν τε καὶ ἀμορφίαν; ἀλλὰ σοί γε καὶ ῥώμη πάρεστιν, οἵα τοῖς κράτιστα πεφυκόσι, καὶ μορφὴ τοῦ βασιλείου γένους ἀξία. ἢ τούτων μὲν οὐδέτερον, ἡ δʼ ἀσθενὴς ἔτι καὶ πολὺ ἀπέχουσα τοῦ φρονεῖν τὰ προσήκοντα νεότης μεθέλκει σε, διʼ ἣν οὐκ ἀξιοῖς τὰ πολιτικὰ πράττειν, ὃς οὐ πολλοῖς ἀποδεῖς ἔτεσι πεντηκονταέτης εἶναι; κράτιστα δʼ ἄνθρωποι πεφύκασι φρονεῖν οἱ περὶ ταύτην μάλιστα γενόμενοι τὴν ἡλικίαν.
φέρε, ἀλλʼ ἡ τοῦ κατέχοντος τὰ πράγματα εὐγένεια καὶ ἡ πρὸς τοὺς κρατίστους τῶν πολιτῶν ἐπιτηδειότης, διʼ ἣν οὐκ εὐεπιχείρητός ἐστιν, ἀνέχεσθαί σε ἀναγκάζει; ἀλλὰ καὶ ταῦτʼ ἀμφότερα κακῶς ἔχοντα αὐτῷ τυγχάνει καὶ οὐδὲ αὐτὸς αὐτά γε ἀγνοεῖς. καὶ μὴν ἥ γε τόλμα καὶ τὸ φιλοκίνδυνον ἔνεστί σου τοῖς τρόποις, ὧν μάλιστα τῷ βασιλεύειν μέλλοντι δεῖ. ὑπάρχει δέ σοι καὶ πλοῦτος ἱκανὸς καὶ φίλοι πολλοὶ καὶ ἄλλαι πρὸς τὰ πράγματʼ
ἀφορμαὶ πολλαὶ καὶ μεγάλαι. τί οὖν ἔτι μέλλεις καὶ τὸν αὐτόματον ἐκδέχῃ καιρόν, ὃς ἥξει σοι φέρων τὴν βασιλείαν μηδὲν εἰς τοῦτο πραγματευσαμένῳ, μετὰ τὴν τοῦ Τυλλίου δήπου τελευτήν; ὥσπερ ἀναμενούσης τῆς τύχης τὰς ἀνθρωπίνας μελλήσεις, ἢ τῆς φύσεως ἡμῶν τὰς καθʼ ἡλικίαν ἑκάστῳ τελευτὰς φερούσης, ἀλλʼ οὐκ ἐν ἀδήλῳ καὶ δυστεκμάρτῳ τέλει πάντων τῶν ἀνθρωπίνων πραγμάτων κειμένων.
ἐρῶ δὴ μετὰ παρρησίας, καὶ εἴ με φήσεις θρασεῖαν, τὸ δοκοῦν αἴτιον εἶναί μοι τοῦ μηδεμιᾶς ὀρέγεσθαί σε μήτε φιλοτιμίας μήτε δόξης. γυνή σοι σύνεστι μηδὲν ἐοικυῖα τοῖς σοῖς τρόποις, ἥ σε κηλοῦσα καὶ κατᾴδουσα μαλθακὸν ἀποδέδωκε, καὶ λήσεις ὑπʼ αὐτῆς γενόμενος ἐξ ἀνδρὸς τὸ μηδέν· ὥσπερ γε κἀμοὶ ψοφοδεὴς καὶ οὐδὲν ἔχων ἀνδρὸς ἀνήρ, ὅς με ταπεινὴν ποιεῖ μεγάλων οὖσαν ἀξίαν καὶ καλὴν τὸ σῶμα, μαρανθεῖσαν δʼ ὑπʼ αὐτοῦ.
εἰ δʼ ἐξεγένετο σοί τε λαβεῖν ἐμὲ γυναῖκα κἀμὲ σοῦ τυχεῖν ἀνδρός, οὐκ ἂν ἐν ἰδιώτῃ βίῳ τοσοῦτον διεζήσαμεν χρόνον. τί οὖν οὐκ ἐπανορθούμεθα τὸ τῆς τύχης ἐλάττωμα ἡμεῖς μεταθέμενοι τοὺς γάμους, καὶ σὺ μὲν ἀπαλλάττεις τοῦ βίου τὴν σαυτοῦ γυναῖκα, ἐγὼ δὲ ταὐτὸ διαθήσομαι τὸν ἐμὸν ἄνδρα; ὅταν δὲ τούτων διαχειρισθέντων συνέλθωμεν εἰς ταὐτό, ἀσφαλῶς ἤδη τὰ λοιπὰ βουλεύσομεν, ἐκποδῶν πεποιημένοι τὰ λυποῦντα ἡμᾶς. καὶ γὰρ ἐὰν τἆλλα τις ἀδικεῖν ὀκνῇ, βασιλείας γε χάριν οὐ νέμεσις ἅπαντα τολμᾶν.
τοιαῦτα τῆς Τυλλίας λεγούσης ἄσμενος δέχεται τὰς αἱρέσεις ὁ Ταρκύνιος, καὶ αὐτίκα δοὺς αὐτῇ πίστεις καὶ λαβὼν τὰ προτέλεια τῶν ἀνοσίων γάμων διαπραξάμενος ἀπέρχεται. διελθόντος δʼ οὐ πολλοῦ μετὰ ταῦτα χρόνου τοῖς αὐτοῖς πάθεσιν ἀποθνήσκουσιν ἥ τε πρεσβυτέρα τῶν Τυλλίου θυγατέρων καὶ ὁ νεώτερος τῶν Ταρκυνίων.
ἐνταῦθα πάλιν ἀναγκάζομαι μεμνῆσθαι Φαβίου καὶ τὸ ῥᾴθυμον αὐτοῦ περὶ τὴν ἐξέτασιν τῶν χρόνων ἐλέγχειν. ἐπὶ γὰρ τῆς Ἀρροῦντος τελευτῆς γενόμενος οὐ καθʼ ἓν ἁμαρτάνει μόνον, ὃ καὶ πρότερον ἔφην, ὅτι γέγραφεν υἱὸν εἶναι Ταρκυνίου τὸν Ἀρροῦντα· ἀλλὰ καὶ καθʼ ἕτερον, ὅτι φησὶν ἀποθανόντα ὑπὸ τῆς μητρὸς Τανακυλλίδος τεθάφθαι, ἣν ἀμήχανον ἦν ἔτι καὶ κατʼ ἐκείνους περιεῖναι τοὺς χρόνους.
ἐδείχθη γὰρ ἐν ἀρχαῖς ἑβδομηκοστὸν ἔχουσα καὶ πέμπτον ἔτος ἡ Τανακυλλίς, ὅτε βασιλεὺς Ταρκύνιος ἐτελεύτα· προστεθέντων δὴ τοῖς ἑβδομήκοντα καὶ πέντε ἔτεσιν ἑτέρων τετταράκοντα ἐτῶν· ἐν γὰρ ταῖς ἐνιαυσίοις ἀναγραφαῖς κατὰ τὸν τετταρακοστὸν ἐνιαυτὸν τῆς Τυλλίου ἀρχῆς τὸν Ἀρροῦντα τετελευτηκότα παρειλήφαμεν· ἐτῶν ἡ Τανακυλλὶς ἔσται πεντεκαίδεκα πρὸς τοῖς ἑκατόν. οὕτως ὀλίγον ἐστὶν ἐν ταῖς ἱστορίαις αὐτοῦ τὸ περὶ τὴν ἐξέτασιν τῆς ἀληθείας ταλαίπωρον.
μετὰ τοῦτο τὸ ἔργον οὐδὲν ἔτι διαμελλήσας ὁ Ταρκύνιος ἐπάγεται γυναῖκα τὴν Τυλλίαν οὔτε τοῦ πατρὸς αὐτῆς βεβαιοῦντος τὸν γάμον οὔτε τῆς μητρὸς συνευδοκούσης, ἀλλʼ αὐτὴν παρʼ ἑαυτῆς λαβών.
ὡς δὲ συνεκεράσθησαν αἱ ἀνόσιοι καὶ ἀνδροφόνοι φύσεις, ἐκβαλεῖν ἐκ τῆς βασιλείας τὸν Τύλλιον, εἰ μὴ βούλοιτο ἑκὼν παραδοῦναι τὴν ἀρχήν, ἐμηχανῶντο ἑταιρίας τε συνάγοντες καὶ τῶν πατρικίων τοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν βασιλέα καὶ τὰ δημοτικὰ πολιτεύματα παρακαλοῦντες ἔκ τε τοῦ δημοτικοῦ πλήθους τοὺς ἀπορωτάτους, οἷς οὐδενὸς τῶν δικαίων φροντὶς ἦν, χρήμασιν ἐξωνούμενοι καὶ οὐδὲ ἀφανῶς ἕκαστα τούτων πράττοντες.
ταῦτα δʼ ὁρῶν ὁ Τύλλιος ἤχθετο μὲν καὶ περὶ ἑαυτοῦ δεδιώς, εἴ τι πείσεται προκαταληφθείς· ἠγανάκτει δʼ οὐχ ἥκιστα, εἰ θυγατρὶ καὶ γαμβρῷ πολεμεῖν ἀναγκασθήσεται καὶ τιμωρίας ὡς παρʼ ἐχθρῶν λαμβάνειν, πολλάκις μετὰ τῶν φίλων προκαλούμενος εἰς λόγους τὸν Ταρκύνιον, καὶ τὰ μὲν ἐγκαλῶν, τὰ δὲ νουθετῶν, τὰ δὲ πείθων μηδὲν εἰς ἑαυτὸν ἐξαμαρτάνειν· ὡς δʼ οὐ προσεῖχεν αὐτῷ τὴν διάνοιαν, ἀλλʼ ἐπὶ τῆς βουλῆς ἔφη τὰ δίκαια πρὸς αὐτὸν ἐρεῖν, συγκαλέσας τὸ συνέδριον·
ἄνδρες, ἔφη, βουλευταί, Ταρκύνιος ἑταιρίας ἐπʼ ἐμὲ συνάγων καὶ προθυμούμενος ἐκβαλεῖν με τῆς ἀρχῆς καταφανὴς γέγονέ μοι. βούλομαι δὲ πάντων ὑμῶν παρόντων μαθεῖν παρʼ αὐτοῦ, τί πεπονθὼς ἰδίᾳ κακὸν ἢ τί τὴν πόλιν ὁρῶν ἀδικουμένην ὑπʼ ἐμοῦ ταῦτʼ ἐπʼ ἐμοὶ μηχανᾶται. ἀπόκριναι δή, Ταρκύνιε, μηδὲν ἀποκρυψάμενος, τί μου κατηγορεῖν ἔχεις, ἐπειδὴ τούτους ἠξίους ἀκοῦσαι.
λέγει πρὸς αὐτὸν ὁ Ταρκύνιος· βραχύς ἐστιν ὁ παρʼ ἐμοῦ λόγος, ὦ Τύλλιε, καὶ δίκαιος· καὶ διὰ τοῦτο προειλόμην αὐτὸν εἰς τούτους ἐκφέρειν. Ταρκύνιος ἐμὸς ὢν πάππος ἐκτήσατο τὴν Ῥωμαίων ἀρχὴν πολλοὺς καὶ μεγάλους ἀγῶνας ὑπὲρ αὐτῆς ἀράμενος· ἐκείνου τελευτήσαντος ἐγὼ διάδοχός εἰμι κατὰ τοὺς κοινοὺς ἁπάντων Ἑλλήνων τε καὶ βαρβάρων νόμους· καὶ προσήκει μοι καθάπερ καὶ τοῖς ἄλλοις τοῖς διαδεχομένοις τὰ παππῷα, μὴ μόνον τῶν χρημάτων, ἀλλὰ
καὶ τῆς βασιλείας αὐτοῦ κληρονομεῖν. σὺ δὲ τὰ μὲν χρήματα τὰ καταλειφθέντα ὑπʼ αὐτοῦ παραδέδωκάς μοι, τὴν δὲ βασιλείαν ἀποστερεῖς με καὶ τοσοῦτον ἤδη κατέχεις χρόνον, οὐκ ἐκ τοῦ δικαίου λαβών· οὔτε γὰρ μεσοβασιλεῖς σε ἀπέδειξαν, οὔτε ἡ βουλὴ ψῆφον ὑπὲρ σοῦ διήνεγκεν, οὔτε ἀρχαιρεσίαις νομίμοις τῆς ἐξουσίας ταύτης ἔτυχες, ὡς ὁ πάππος τε οὑμὸς καὶ πάντες οἱ πρὸ αὐτοῦ γενόμενοι βασιλεῖς· ἀλλὰ τὸ ἀνέστιον καὶ ἄπορον καὶ πρὸς καταδίκας ἢ χρέα τὴν ἐπιτιμίαν ἀπολωλεκὸς φῦλον, ᾧ τῶν κοινῶν οὐδενὸς ἔμελε, καταμισθοδοτήσας καὶ πάντα τρόπον διαφθείρας, καὶ οὐδὲ τότε μέντοι σαυτῷ πράττειν τὴν δυναστείαν λέγων, ἀλλʼ ἡμῖν φυλάξειν σκηπτόμενος ὀρφανοῖς οὖσι καὶ νηπίοις, ἐπὶ τὰ πράγματα παρῆλθες καὶ πάντων ἀκουόντων ὡμολόγεις, ὅταν ἀνδρωθῶμεν ἡμεῖς, ἐμοὶ
παραδώσειν ὄντι πρεσβυτέρῳ τὴν ἀρχήν. ἐχρῆν μὲν οὖν σε, εἰ τὰ δίκαια ποιεῖν ἤθελες, ὅτε μοι τὸν οἶκον τοῦ πάππου παρεδίδους, ἅμα τοῖς χρήμασι καὶ τὴν βασιλείαν ἀποδεδωκέναι παραδείγμασι χρώμενον τοῖς τῶν καλῶν καὶ ἀγαθῶν ἐπιτρόπων ἔργοις, ὅσοι βασιλικοὺς παῖδας ὀρφανοὺς πατέρων παραλαβόντες εἰς ἄνδρας ἐλθοῦσιν ὀρθῶς καὶ δικαίως τὰς πατρῴας καὶ
προγονικὰς ἀπέδωκαν ἀρχάς· εἰ δὲ μήπω σοι φρονεῖν τὰ καθήκοντα ἐφαινόμην, ἀλλʼ ἔτι διὰ τὸ νέον τῆς ἡλικίας οὐχ ἱκανὸς εἶναι πόλιν τηλικαύτην διοικεῖν, ὅτʼ εἰς τὴν κρατίστην παρεγενόμην τοῦ σώματος καὶ τῆς φρονήσεως ἀκμὴν τριάκοντα γεγονὼς ἔτη, μετὰ τοῦ γάμου τῆς θυγατρὸς καὶ τὰ τῆς πόλεως ἐγχειρίσαι πράγματα· ταύτην γέ τοι τὴν ἡλικίαν ἔχων καὶ σὺ τόν τʼ οἶκον τὸν ἡμέτερον ἐπιτροπεύειν ἤρξω καὶ τῆς βασιλείας ἐπιμελεῖσθαι.