Kitap 4
ἀφελὼν δὲ πάλιν ἐκ τῶν ὑπολειπομένων τοὺς ἐλάττω πεντακισχιλίων δραχμῶν ἔχοντας οὐσίαν ἄχρι πέντε καὶ εἴκοσι μνῶν, τετάρτην ἐποίησε μοῖραν. διέταξε δὲ καὶ τούτους εἰς εἴκοσι λόχους, καὶ δέκα μὲν ἐποίησε τῶν ἐν ἀκμῇ, δέκα δὲ τῶν ὑπερηλίκων κατὰ ταὐτὰ τοῖς προτέροις. ὅπλα δὲ φέρειν ἔταξεν αὐτοὺς θυρεοὺς καὶ ξίφη καὶ δόρατα καὶ στάσιν ἔχειν ἐν τοῖς ἀγῶσι τὴν ὑστάτην.
τὴν δὲ πέμπτην μοῖραν, οἷς ἐντὸς εἴκοσι καὶ πέντε μνῶν ἄχρι δώδεκα καὶ ἡμίσους μνῶν ὁ βίος ἦν, εἰς τριάκοντα συνέταξε λόχους. διῄρηντο δὲ καὶ οὗτοι καθʼ ἡλικίαν· πεντεκαίδεκα μὲν γὰρ ἐξ αὐτῶν λόχοι τοὺς πρεσβυτέρους εἶχον, πεντεκαίδεκα δὲ τοὺς νεωτέρους. τούτους ἔταξε σαυνία καὶ
σφενδόνας ἔχοντας ἔξω τάξεως συστρατεύεσθαι. τέτταρας δὲ λόχους οὐδὲν ἔχοντας ὅπλον ἀκολουθεῖν ἐκέλευσε τοῖς ἐνόπλοις· ἦσαν δὲ τῶν τεττάρων τούτων δύο μὲν ὁπλοποιῶν τε καὶ τεκτόνων καὶ τῶν ἄλλων τῶν κατασκευαζόντων τὰ εἰς τὸν πόλεμον εὔχρηστα· δύο δὲ σαλπιστῶν τε καὶ βυκανιστῶν καὶ τῶν ἄλλοις τισὶν ὀργάνοις ἐπισημαινόντων τὰ παρακλητικὰ τοῦ πολέμου. προσέκειντο δʼ οἱ μὲν χειροτέχναι τοῖς τὸ δεύτερον ἔχουσι τίμημα διῃρημένοι καθʼ ἡλικίαν, ὁ μὲν τοῖς πρεσβυτέροις, ὁ δὲ τοῖς νεωτέροις ἀκολουθῶν
λόχος. οἱ δὲ σαλπισταί τε καὶ οἱ βυκανισταὶ τῇ τετάρτῃ συνετάττοντο μοίρᾳ. ἦν δὲ καὶ τούτων εἷς μὲν τῶν πρεσβυτέρων λόχος, εἷς δὲ τῶν νεωτέρων· λοχαγοὶ δʼ ἐξ ἁπάντων ἐπιλεχθέντες οἱ γενναιότατοι τὰ πολέμια τοὺς ἰδίους ἕκαστοι λόχους εὐπειθεῖς τοῖς παραγγελλομένοις παρείχοντο.
αὕτη μὲν ἡ διακόσμησις ἦν ἡ τὸ πεζικὸν ἐκπληροῦσα τῶν τε φαλαγγιτῶν καὶ τῶν ψιλῶν στράτευμα· τὸ δὲ τῶν ἱππέων πλῆθος ἐπέλεξεν ἐκ τῶν ἐχόντων τὸ μέγιστον τίμημα καὶ κατὰ γένος ἐπιφανῶν· συνέταξε δʼ εἰς ὀκτωκαίδεκα λόχους καὶ προσένειμεν αὐτοὺς τοῖς πρώτοις τῶν φαλαγγιτῶν ὀγδοήκοντα λόχοις· εἶχον δὲ καὶ οὗτοι τοὺς ἐπιφανεστάτους λοχαγούς.
τοὺς δὲ λοιποὺς πολίτας, οἳ τίμησιν εἶχον ἐλάττονα δώδεκα καὶ ἡμίσους μνῶν, πλείους τὸν ἀριθμὸν ὄντας τῶν προτέρων, ἅπαντας εἰς ἕνα συντάξας λόχον στρατείας τʼ ἀπέλυσε καὶ πάσης εἰσφορᾶς ἐποίησεν ἀτελεῖς. ἐγένοντο δὴ συμμορίαι μὲν ἕξ, ἃς Ῥωμαῖοι καλοῦσι κλάσσεις, κατὰ τὰς Ἑλληνικὰς κλήσεις παρονομάσαντες· ὃ γὰρ ἡμεῖς ῥῆμα προστακτικῶς σχηματίσαντες ἐκφέρομεν, κάλει, τοῦτʼ ἐκεῖνοι λέγουσι κάλα καὶ τὰς κλάσσεις τὸ ἀρχαῖον ἐκάλουν καλέσεις·
λόχοι δʼ, οὓς αἱ συμμορίαι περιελάμβανον, ἑκατὸν καὶ ἐνενηκοντατρεῖς. ἐπεῖχον δὲ τὴν μὲν πρώτην συμμορίαν ὀκτὼ καὶ ἐνενήκοντα λόχοι σὺν τοῖς ἱππεῦσι· τὴν δὲ δευτέραν εἴκοσι καὶ δύο σὺν τοῖς χειροτέχναις· τὴν δὲ τρίτην εἴκοσι· τὴν δὲ τετάρτην πάλιν εἴκοσι καὶ δύο σὺν τοῖς σαλπισταῖς καὶ βυκανισταῖς· τὴν δὲ πέμπτην τριάκοντα· τὴν δʼ ἐπὶ πάσαις τεταγμένην εἷς λόχος ὁ τῶν ἀπόρων.
ταύτῃ τῇ διακοσμήσει χρησάμενος τὰς μὲν τῶν στρατιωτῶν καταγραφὰς κατὰ τὴν διαίρεσιν ἐποιεῖτο τὴν τῶν λόχων, τὰς δὲ τῶν εἰσφορῶν ἐπιταγὰς κατὰ τὰ τιμήματα τῶν βίων. ὁπότε γὰρ αὐτῷ δεήσειε μυρίων ἢ δισμυρίων, εἰ τύχοι, στρατιωτῶν, καταδιαιρῶν τὸ πλῆθος εἰς τοὺς ἑκατὸν ἐνενηκοντατρεῖς λόχους τὸ ἐπιβάλλον ἑκάστῳ λόχῳ πλῆθος ἐκέλευε παρέχειν ἕκαστον λόχον· τὴν δὲ δαπάνην τὴν εἰς τὸν ἐπισιτισμὸν τῶν στρατευομένων καὶ εἰς τὰς ἄλλας χορηγίας τὰς πολεμικὰς ἐπιτελεσθησομένην συμμετρησάμενος, ὁπόση τις ἀρκοῦσα ἔσται, διαιρῶν τὸν αὐτὸν τρόπον εἰς τοὺς ἑκατὸν ἐνενηκοντατρεῖς λόχους, τὸ ἐκ τῆς τιμήσεως ἐπιβάλλον ἑκάστῳ διάφορον ἅπαντας ἐκέλευεν εἰσφέρειν.
συνέβαινεν οὖν τοῖς τὰς μεγίστας ἔχουσιν οὐσίας ἐλάττοσι μὲν οὖσιν, εἰς πλείονας δὲ λόχους μεμερισμένοις, στρατεύεσθαί τε πλείους στρατείας οὐδέποτε ἀναπαυομένους καὶ χρήματα πλείω τῶν ἄλλων εἰσφέρειν· τοῖς δὲ τὰ μέτρια καὶ μικρὰ κεκτημένοις πλείοσιν οὖσιν ἐν ἐλάττοσι λόχοις, στρατεύεσθαί τʼ ὀλιγάκις καὶ ἐκ διαδοχῆς καὶ βραχείας συντελεῖν εἰσφοράς· τοῖς δʼ ἐλάττω τῶν ἱκανῶν κεκτημένοις ἀφεῖσθαι πάντων ὀχληρῶν.
ἐποίει δὲ τούτων ἕκαστον οὐκ ἄτερ αἰτίας, ἀλλὰ πεπεισμένος, ὅτι πᾶσιν ἀνθρώποις ἆθλα τῶν πολέμων ἐστὶ τὰ χρήματα καὶ περὶ τῆς τούτων φυλακῆς ἅπαντες κακοπαθοῦσιν· ὀρθῶς οὖν ἔχειν ᾤετο τοὺς μὲν περὶ μειζόνων κινδυνεύοντας ἄθλων μείζονας ὑπομένειν κακοπαθείας τοῖς τε σώμασι καὶ τοῖς χρήμασι, τοὺς δὲ περὶ ἐλαττόνων ἧττον ἐνοχλεῖσθαι κατʼ ἀμφότερα, τοὺς δὲ περὶ μηδενὸς δεδοικότας μηδὲν κακοπαθεῖν, τῶν μὲν εἰσφορῶν ἀπολυομένους διὰ τὴν ἀπορίαν, τῶν δὲ στρατειῶν διὰ τὴν ἀνεισφορίαν. οὐ γὰρ ἐλάμβανον ἐκ τοῦ δημοσίου τότε Ῥωμαῖοι στρατιωτικοὺς μισθούς, ἀλλὰ τοῖς ἰδίοις τέλεσιν ἐστρατεύοντο.
οὔτε δὴ χρήματα συνεισφέρειν τοὺς οὐκ ἔχοντας, ὁπόθεν συνεισοίσουσιν, ἀλλὰ τῶν καθʼ ἡμέραν ἀναγκαίων ἀπορουμένους ᾤετο δεῖν, οὔτε μηδὲν συμβαλλομένους στρατεύεσθαί τινας ἐκ τῶν ἀλλοτρίων ὀψωνιαζομένους χρημάτων, ὥσπερ τοὺς μισθοφόρους.
τοῦτον δὲ τὸν τρόπον ἅπαν ἐπιθεὶς τὸ βάρος τοῖς πλουσίοις τῶν τε κινδύνων καὶ τῶν ἀναλωμάτων, ὡς εἶδεν ἀγανακτοῦντας αὐτούς, διʼ ἑτέρου τρόπου τήν τʼ ἀθυμίαν αὐτῶν παρεμυθήσατο καὶ τὴν ὀργὴν ἐπράυνε πλεονέκτημα δωρησάμενος, ἐξ οὗ πάσης ἔμελλον τῆς πολιτείας ἔσεσθαι κύριοι, τοὺς πένητας ἀπελάσας ἀπὸ τῶν κοινῶν· καὶ τοῦτο διαπραξάμενος ἔλαθε τοὺς δημοτικούς. ἦν δὲ τὸ πλεονέκτημα περὶ τὰς ἐκκλησίας, ἐν αἷς τὰ μέγιστα ἐπεκυροῦτο ὑπὸ τοῦ δήμου.
εἴρηται δέ μοι καὶ πρότερον, ὅτι τριῶν πραγμάτων ὁ δῆμος ἐκ τῶν παλαιῶν νόμων κύριος ἦν τῶν μεγίστων τε καὶ ἀναγκαιοτάτων, ἀρχὰς ἀποδεῖξαι τάς τε κατὰ πόλιν καὶ τὰς ἐπὶ στρατοπέδου, καὶ νόμους τοὺς μὲν ἐπικυρῶσαι, τοὺς δʼ ἀνελεῖν, καὶ περὶ πολέμου συνισταμένου τε καὶ καταλυομένου διαγνῶναι. τὴν δὲ περὶ τούτων διάσκεψιν καὶ κρίσιν ἐποιεῖτο κατὰ τὰς φράτρας ψηφοφορῶν· καὶ ἦσαν οἱ τἀλάχιστα κεκτημένοι τοῖς τὰς μεγίστας ἔχουσιν οὐσίας ἰσόψηφοι· ὀλίγων δʼ ὄντων, ὥσπερ εἰκός, τῶν πλουσίων, οἱ πένητες ἐν ταῖς ψηφοφορίαις ἐπεκράτουν μακρῷ πλείους ὄντες ἐκείνων.
τοῦτο συνιδὼν ὁ Τύλλιος ἐπὶ τοὺς πλουσίους μετέθηκε τὸ τῶν ψήφων κράτος. ὁπότε γὰρ ἀρχὰς ἀποδεικνύειν ἢ περὶ νόμου διαγινώσκειν ἢ πόλεμον ἐκφέρειν δόξειεν αὐτῷ, τὴν λοχῖτιν ἀντὶ τῆς φρατρικῆς συνῆγεν ἐκκλησίαν. ἐκάλει δʼ εἰς ἀπόφασιν γνώμης πρώτους μὲν λόχους τοὺς ἀπὸ τοῦ μεγίστου τιμήματος καταγραφέντας, ἐν οἷς ἦσαν οἵ τε τῶν ἱππέων ὀκτωκαίδεκα καὶ οἱ τῶν πεζῶν ὀγδοήκοντα.
οὗτοι τρισὶ πλείους ὄντες τῶν ὑπολειπομένων εἰ ταὐτὸ φρονήσειαν, ἐκράτουν τῶν ἑτέρων καὶ τέλος εἶχεν ἡ γνώμη· εἰ δὲ μὴ γένοιντο ἐπὶ τῆς αὐτῆς προαιρέσεως ἅπαντες οὗτοι, τότε τοὺς ἀπὸ τοῦ δευτέρου τιμήματος εἴκοσι καὶ δύο λόχους ἐκάλει. μερισθεισῶν δὲ καὶ τότε τῶν ψήφων τοὺς ἀπὸ τοῦ τρίτου τιμήματος ἐκάλει· καὶ τετάρτους τοὺς ἀπὸ τοῦ τετάρτου τιμήματος. καὶ τοῦτʼ ἐποίει μέχρι τοῦ γενέσθαι λόχους ἑπτὰ καὶ ἐνενήκοντα ἰσοψήφους. εἰ δὲ μέχρι τῆς πέμπτης κλήσεως
μὴ τύχοι τοῦτο γενόμενον, ἀλλʼ εἰς ἴσα μέρη σχισθεῖεν αἱ τῶν ἑκατὸν ἐνενήκοντα δύο λόχων γνῶμαι, τότε τὸν ἔσχατον ἐκάλει λόχον, ἐν ᾧ τὸ τῶν ἀπόρων καὶ διὰ τοῦτʼ ἀφειμένων ἁπάσης στρατείας τε καὶ εἰσφορᾶς πολιτῶν πλῆθος ἦν· ὁποτέρᾳ δὲ προσθοῖτο τῶν μερίδων οὗτος ὁ λόχος, αὕτη τὸ κράτος ἐλάμβανε. τοῦτο δʼ ἦν σπάνιον καὶ οὐ μακρὰν ἀπέχον τἀδυνάτου. τὰ πολλὰ μὲν γὰρ ἐπὶ τῆς πρώτης κλήσεως τέλος ἐλάμβανεν, ὀλίγα δὲ μέχρι τῆς τετάρτης προὔβαινεν· ἡ δὲ πέμπτη κλῆσις καὶ ἡ τελευταία παρείλκοντο.
τοῦτο τὸ πολίτευμα καταστησάμενος καὶ πλεονέκτημα τοῖς πλουσίοις τηλικοῦτο δοὺς ἔλαθε τὸν δῆμον, ὥσπερ ἔφην, καταστρατηγήσας καὶ τοὺς πένητας ἀπελάσας τῶν κοινῶν. ὑπελάμβανον μὲν γὰρ ἅπαντες ἴσον ἔχειν τῆς πολιτείας μέρος κατʼ ἄνδρα διερωτώμενοι τὰς γνώμας ἐν τοῖς ἰδίοις ἕκαστοι λόχοις, ἐξηπατῶντο δὲ τῷ μίαν εἶναι ψῆφον ὅλου τοῦ λόχου τοῦ τʼ ὀλίγους ἔχοντος ἐν αὑτῷ πολίτας καὶ τοῦ πάνυ πολλούς· καὶ τῷ πρώτους ἐπιφέρειν ψῆφον τοὺς τὸ μέγιστον ἔχοντας τίμημα λόχους, πλείους μὲν ὄντας τῶν ὑπολειπομένων, ἐλάττονα δʼ ἀριθμὸν ἀνθρώπων ἔχοντας· μάλιστα δὲ τῷ τοὺς ἀπόρους μίαν ψῆφον ἔχειν πολλοὺς ὄντας καὶ τελευταίους καλεῖσθαι.
γενομένου δὲ τούτου τοῖς μὲν πλουσίοις τοῖς πολλὰ δαπανωμένοις καὶ μηδεμίαν ἀνάπαυσιν τῶν πολεμικῶν κινδύνων λαμβάνουσιν ἧττον ἐσῄει βαρύνεσθαι κυρίοις τε γεγονόσι τῶν μεγίστων καὶ πᾶν τὸ κράτος ἀφῃρημένοις τῶν μὴ ταὐτὰ ποιούντων· τοῖς δὲ πένησι τοῖς πολλοστὴν ἔχουσι τῶν πολιτικῶν μοῖραν εὐλογίστως καὶ πρᾴως φέρειν τὴν ἐν τούτοις ἐλάττωσιν, ἀφειμένοις τῶν εἰσφορῶν καὶ τῶν στρατειῶν· τῇ δὲ πόλει τοὺς αὐτοὺς ἔχειν τοὺς βουλευσομένους θʼ ὑπὲρ αὐτῆς ἃ δεῖ, καὶ τοὺς τῶν κινδύνων πλεῖστον τῶν ἄλλων μεταλαχόντας καὶ πράξοντας ὅσα δεῖ.
οὗτος ὁ κόσμος τοῦ πολιτεύματος ἐπὶ πολλὰς διέμεινε γενεὰς φυλαττόμενος ὑπὸ Ῥωμαίων· ἐν δὲ τοῖς καθʼ ἡμᾶς κεκίνηται χρόνοις καὶ μεταβέβληκεν εἰς τὸ δημοτικώτερον, ἀνάγκαις τισὶ βιασθεὶς ἰσχυραῖς, οὐ τῶν λόχων καταλυθέντων, ἀλλὰ τῆς κλήσεως αὐτῶν οὐκέτι τὴν ἀρχαίαν ἀκρίβειαν φυλαττούσης, ὡς ἔγνων ταῖς ἀρχαιρεσίαις αὐτῶν πολλάκις παρών. ἀλλʼ ὑπὲρ μὲν τούτων οὐχ ὁ παρὼν καιρὸς ἁρμόττων τοῖς λόγοις.
τότε δʼ οὖν ὁ Τύλλιος ἐπειδὴ διέταξε τὸ περὶ τὰς τιμήσεις, κελεύσας τοὺς πολίτας ἅπαντας συνελθεῖν εἰς τὸ μέγιστον τῶν πρὸ τῆς πόλεως πεδίων ἔχοντας τὰ ὅπλα καὶ τάξας τούς θʼ ἱππεῖς κατὰ τέλη καὶ τοὺς πεζοὺς ἐν φάλαγγι καὶ τοὺς ἐσταλμένους τὸν ψιλικὸν ὁπλισμὸν ἐν τοῖς ἰδίοις ἑκάστους λόχοις καθαρμὸν αὐτῶν ἐποιήσατο ταύρῳ καὶ κριῷ καὶ τράγῳ. τὰ δʼ ἱερεῖα ταῦτα τρὶς περιαχθῆναι περὶ τὸ στρατόπεδον κελεύσας ἔθυσε τῷ κατέχοντι τὸ πεδίον Ἄρει.
τοῦτον τὸν καθαρμὸν ἕως τῶν κατʼ ἐμὲ χρόνων Ῥωμαῖοι καθαίρονται μετὰ τὴν συντέλειαν τῶν τιμήσεων ὑπὸ τῶν ἐχόντων τὴν ἱερωτάτην ἀρχὴν Λοῦστρον ὀνομάζοντες. ἐγένετο δʼ ὁ σύμπας τῶν τιμησαμένων τοὺς βίους Ῥωμαίων ἀριθμός, ὡς ἐν τοῖς τιμητικοῖς φέρεται γράμμασιν, ἐπὶ μυριάσιν ὀκτὼ χιλιάδες πέντε τριακοσίων ἀποδέουσαι.
ἐποιήσατο δὲ καὶ τῆς αὐξήσεως τοῦ πολιτικοῦ συντάγματος οὐ μικρὰν πρόνοιαν οὗτος ὁ βασιλεὺς πρᾶγμα συνιδών, ὃ παρέλιπον ἅπαντες οἱ πρὸ αὐτοῦ βασιλεῖς. ἐκεῖνοι μὲν γὰρ τοὺς ξένους ὑποδεχόμενοι καὶ μεταδιδόντες τῆς ἰσοπολιτείας φύσιν τʼ ἢ τύχην αὐτῶν οὐδεμίαν ἀπαξιοῦντες, εἰς πολυανθρωπίαν προήγαγον τὴν πόλιν.
ὁ δὲ Τύλλιος καὶ τοῖς ἐλευθερουμένοις τῶν θεραπόντων, ἐὰν μὴ θέλωσιν εἰς τὰς ἑαυτῶν πόλεις ἀπιέναι, μετέχειν τῆς ἰσοπολιτείας ἐπέτρεψε. κελεύσας γὰρ ἅμα τοῖς ἄλλοις ἅπασιν ἐλευθέροις καὶ τούτους τιμήσασθαι τὰς οὐσίας, εἰς φυλὰς κατέταξεν αὐτοὺς τὰς κατὰ πόλιν τέτταρας ὑπαρχούσας, ἐν αἷς καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ταττόμενον διατελεῖ τὸ ἐξελευθερικὸν φῦλον, ὅσον ἂν ᾖ· καὶ πάντων ἀπέδωκε τῶν κοινῶν αὐτοῖς μετέχειν, ὧν τοῖς ἄλλοις δημοτικοῖς.
ἀχθομένων δὲ τῶν πατρικίων ἐπὶ τῷ πράγματι καὶ δυσανασχετούντων συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν Πρῶτον μὲν θαυμάζειν, ἔφη, τῶν ἀγανακτούντων, εἰ τῇ φύσει τὸ ἐλεύθερον οἴονται τοῦ δούλου διαφέρειν, ἀλλʼ οὐ τῇ τύχῃ· ἔπειτʼ εἰ μὴ τοῖς ἤθεσι καὶ τοῖς τρόποις ἐξετάζουσι τοὺς ἀξίους τῶν καλῶν, ἀλλὰ ταῖς συντυχίαις, ὁρῶντες ὡς ἀστάθμητόν ἐστι πρᾶγμα εὐτυχία καὶ ἀγχίστροφον, καὶ οὐδενὶ ῥᾴδιον εἰπεῖν οὐδὲ τῶν πάνυ μακαρίων μέχρι τίνος αὐτῷ
παρέσται χρόνου. ἠξίου τʼ αὐτοὺς σκοπεῖν, ὅσαι μὲν ἤδη πόλεις ἐκ δουλείας μετέβαλον εἰς ἐλευθερίαν βάρβαροί τε καὶ Ἑλληνίδες, ὅσαι δʼ εἰς δουλείαν ἐξ ἐλευθερίας· εὐήθειάν τε πολλὴν αὐτῶν κατεγίνωσκεν, εἰ τῆς ἐλευθερίας τοῖς ἀξίοις τῶν θεραπόντων μεταδιδόντες, τῆς πολιτείας φθονοῦσι· συνεβούλευέ τʼ αὐτοῖς, εἰ μὲν πονηροὺς νομίζουσι, μὴ ποιεῖν ἐλευθέρους, εἰ
δὲ χρηστούς, μὴ περιορᾶν ὄντας ἀλλοτρίους· ἄτοπόν τε πρᾶγμα ποιεῖν αὐτοὺς ἔφη καὶ ἀμαθὲς ἅπασι τοῖς ξένοις ἐπιτρέποντας τῆς πόλεως μετέχειν καὶ μὴ διακρίνοντας αὐτῶν τὰς τύχας μηδʼ εἴ τινες ἐκ δούλων ἐγένοντο ἐλεύθεροι πολυπραγμονοῦντας, τοὺς δὲ παρὰ σφίσι δεδουλευκότας ἀναξίους ἡγεῖσθαι ταύτης τῆς χάριτος· φρονήσει τε διαφέρειν οἰομένους τῶν ἄλλων οὐδὲ τὰ ἐν ποσὶ καὶ κοινότατα ὁρᾶν ἔφασκεν, ἃ καὶ τοῖς φαυλοτάτοις εἶναι πρόδηλα, ὅτι τοῖς μὲν δεσπόταις πολλὴ φροντὶς ἔσται τοῦ μὴ προχείρως τινὰς ἐλευθεροῦν, ὡς τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν οἷς ἔτυχε δωρησομένοις· τοῖς δὲ δούλοις ἔτι μείζων ὑπάρξει προθυμία χρηστοῖς εἶναι περὶ τοὺς δεσπότας, ἐὰν μάθωσιν, ὅτι τῆς ἐλευθερίας ἄξιοι κριθέντες εὐδαίμονος εὐθέως καὶ μεγάλης ἔσονται πολῖται πόλεως, καὶ ταῦθʼ ἕξουσιν ἀμφότερα παρὰ τῶν δεσποτῶν τἀγαθά.
τελευτῶν δὲ τὸν περὶ τοῦ συμφέροντος εἰσηγήσατο λόγον τοὺς μὲν ἐπισταμένους ὑπομιμνήσκων, τοὺς δʼ ἀγνοοῦντας διδάσκων, ὅτι πόλει δυναστείας ἐφιεμένῃ καὶ μεγάλων πραγμάτων ἑαυτὴν ἀξιούσῃ οὐδενὸς οὕτω δεῖ πράγματος ὡς πολυανθρωπίας, ἵνα διαρκέσῃ πρὸς πάντας τοὺς πολέμους οἰκείοις ὅπλοις χρωμένη, καὶ μὴ ξενικοῖς στρατεύμασι καταμισθοφοροῦσα συνεξαναλωθῇ τοῖς χρήμασι· καὶ διὰ τοῦτʼ ἔφη τοὺς προτέρους βασιλεῖς ἅπασι μεταδεδωκέναι τῆς πολιτείας τοῖς ξένοις.
εἰ δὲ καὶ τοῦτον καταστήσονται τὸν νόμον, πολλὴν αὐτοῖς ἔλεγεν ἐκ τῶν ἐλευθερουμένων ἐπιτραφήσεσθαι νεότητα καὶ οὐδέποτε ἀπορήσειν τὴν πόλιν οἰκείων ὅπλων, ἀλλʼ ἕξειν δυνάμεις αἰεὶ διαρκεῖς, κἂν πρὸς πάντας ἀνθρώπους ἀναγκασθῇ πολεμεῖν.
χωρὶς δὲ τοῦ κοινῇ χρησίμου καὶ ἰδίᾳ πολλὰ ὠφελήσεσθαι τοὺς εὐπορωτάτους Ῥωμαίων, ἐὰν τοὺς ἀπελευθέρους ἐῶσι τῆς πολιτείας μετέχειν, ἐν ἐκκλησίαις τε καὶ ψηφοφορίαις καὶ ταῖς ἄλλαις πολιτικαῖς χρείαις τὰς χάριτας, ἐν οἷς μάλιστα δέονται πράγμασι, κομιζομένους καὶ τοὺς ἐκ τῶν ἀπελευθέρων γινομένους πελάτας τοῖς ἐγγόνοις τοῖς ἑαυτῶν καταλείποντας.
τοιαῦτα λέγοντος αὐτοῦ συνεχώρησαν οἱ πατρίκιοι τὸ ἔθος εἰς τὴν πόλιν παρελθεῖν, καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ὡς ἕν τι τῶν ἱερῶν καὶ ἀκινήτων νομίμων διατελεῖ τοῦτʼ ἐν τῇ πόλει φυλαττόμενον.
ἐπειδὴ δὲ κατὰ τοῦτο γέγονα τὸ μέρος τῆς διηγήσεως, ἀναγκαῖον εἶναί μοι δοκεῖ διελθεῖν, ὡς εἶχε τότε τοῖς Ῥωμαίοις τὰ περὶ τοὺς δούλους ἔθη, ἵνα μήτε τὸν βασιλέα τὸν πρῶτον ἐπιχειρήσαντα τοὺς δεδουλευκότας ἀστοὺς ποιεῖν μήτε τοὺς παραδεξαμένους τὸν νόμον ἐν αἰτίαις σχῇ τις, ὡς ῥιπτοῦντας εἰκῆ τὰ καλά.
ἐτύγχανον δὴ τοῖς Ῥωμαίοις αἱ τῶν θεραπόντων κτήσεις κατὰ τοὺς δικαιοτάτους γινόμεναι τρόπους. ἢ γὰρ ὠνησάμενοι παρὰ τοῦ δημοσίου τοὺς ὑπὸ δόρυ πωλουμένους ἐκ τῶν λαφύρων, ἢ τοῦ στρατηγοῦ συγχωρήσαντος ἅμα ταῖς ἄλλαις ὠφελείαις καὶ τοὺς δορυαλώτους τοῖς λαβοῦσιν ἔχειν ἢ πριαμένοις παρʼ ἑτέρων κατὰ τοὺς αὐτοὺς τρόπους κυρίων γενομένων ἐκέκτηντο τοὺς δούλους.
οὐδὲν δὴ πρᾶγμα ποιεῖν αἰσχύνης ἢ βλάβης κοινῆς αἴτιον οὔθʼ ὁ Τύλλιος ὁ καταστησάμενος τὸ ἔθος οὔθʼ οἱ παραδεξάμενοι καὶ διαφυλάξαντες ᾤοντο, εἰ τοῖς ἀφαιρεθεῖσιν ἐν πολέμῳ τήν τε πατρίδα καὶ τὴν ἐλευθερίαν χρηστοῖς γενομένοις περὶ τοὺς καταδουλωσαμένους ἢ τοὺς παρὰ τούτων πριαμένους ἀμφότερα ταῦτα παρὰ τῶν δεσποτῶν ὑπάρξει.
ἐτύγχανον δὲ τῆς ἐλευθερίας οἱ μὲν πλεῖστοι προῖκα διὰ καλοκἀγαθίαν· καὶ κράτιστος ἀπαλλαγῆς δεσποτῶν τρόπος οὗτος ἦν· ὀλίγοι δέ τινες λύτρα κατατιθέντες ἐξ ὁσίων καὶ δικαίων ἐργασιῶν συναχθέντα. ἀλλʼ οὐκ ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις οὕτω ταῦτʼ ἔχει, ἀλλʼ εἰς τοσαύτην σύγχυσιν ἥκει τὰ πράγματα καὶ τὰ καλὰ τῆς Ῥωμαίων πόλεως οὕτως ἄτιμα καὶ ῥυπαρὰ γέγονεν, ὥσθʼ οἱ μὲν ἀπὸ λῃστείας καὶ τοιχωρυχίας καὶ πορνείας καὶ παντὸς ἄλλου πονηροῦ πόρου χρηματισάμενοι τούτων ὠνοῦνται τῶν χρημάτων τὴν ἐλευθερίαν καὶ εὐθύς εἰσι Ῥωμαῖοι·
οἱ δὲ συνίστορες καὶ συνεργοὶ τοῖς δεσπόταις γενόμενοι φαρμακειῶν καὶ ἀνδροφονιῶν καὶ τῶν εἰς θεοὺς ἢ τὸ κοινὸν ἀδικημάτων ταύτας φέρονται παρʼ αὐτῶν τὰς χάριτας· οἱ δʼ ἵνα τὸν δημοσίᾳ διδόμενον σῖτον λαμβάνοντες κατὰ μῆνα καὶ εἴ τις ἄλλη παρὰ τῶν ἡγουμένων γίγνοιτο τοῖς ἀπόροις τῶν πολιτῶν φιλανθρωπία φέρωσι τοῖς δεδωκόσι τὴν ἐλευθερίαν· οἱ δὲ διὰ
κουφότητα τῶν δεσποτῶν καὶ κενὴν δοξοκοπίαν. ἔγωγʼ οὖν ἐπίσταμαί τινας ἅπασι τοῖς δούλοις συγκεχωρηκότας εἶναι ἐλευθέροις μετὰ τὰς ἑαυτῶν τελευτάς, ἵνα χρηστοὶ καλῶνται νεκροὶ καὶ πολλοὶ ταῖς κλίναις αὐτῶν ἐκκομιζομέναις παρακολουθῶσι τοὺς πίλους ἔχοντες ἐπὶ ταῖς κεφαλαῖς· ἐν οἷς ἐπόμπευόν τινες, ὡς ἦν παρὰ τῶν ἐπισταμένων ἀκούειν, ἐκ τῶν δεσμωτηρίων ἐξεληλυθότες ἀρτίως κακοῦργοι μυρίων ἄξια διαπεπραγμένοι θανάτων. εἰς τούτους μέντοι τοὺς δυσεκκαθάρτους σπίλους ἐκ τῆς πόλεως ἀποβλέποντες οἱ πολλοὶ δυσχεραίνουσι καὶ προβέβληνται τὸ ἔθος, ὡς οὐ πρέπον ἡγεμονικῇ πόλει καὶ παντὸς ἄρχειν ἀξιούσῃ
τόπου τοιούτους ποιεῖσθαι πολίτας. ἔχοι δʼ ἄν τις πολλὰ καὶ ἄλλα διαβαλεῖν ἔθη καλῶς μὲν ὑπὸ τῶν ἀρχαίων ἐπινοηθέντα, κακῶς δʼ ὑπὸ τῶν νῦν ἐπιτριβόμενα. ἐγὼ δὲ τὸν νόμον τοῦτον οὐκ οἴομαι δεῖν ἀναιρεῖν, μή τι μεῖζον ἐκραγῇ τῷ κοινῷ διʼ αὐτοῦ κακόν· ἐπανορθοῦσθαι μέντοι φημὶ δεῖν τὰ δυνατὰ καὶ μὴ περιορᾶν ὀνείδη μεγάλα καὶ ῥύπους δυσεκκαθάρτους εἰς τὴν πολιτείαν εἰσαγομένους.
καὶ μάλιστα μὲν τοὺς τιμητὰς ἀξιώσαιμʼ ἂν τούτου τοῦ μέρους προνοεῖν· εἰ δὲ μή γε, τοὺς ὑπάτους· δεῖ γὰρ ἀρχῆς τινος μεγάλης· οἳ τοὺς καθʼ ἕκαστον ἐνιαυτὸν ἐλευθέρους γινομένους ἐξετάσουσι, τίνες ὄντες καὶ διὰ τί καὶ πῶς ἠλευθερώθησαν, ὥσπερ γε τοὺς τῶν ἱππέων καὶ τοὺς τῶν βουλευτῶν βίους ἐξετάζουσιν· ἔπειθʼ οὓς μὲν ἂν εὕρωσιν ἀξίους τῆς πόλεως ὄντας, εἰς φυλὰς καταγράψουσι καὶ μένειν ἐφήσουσιν ἐν τῇ πόλει· τὸ δὲ μιαρὸν καὶ ἀκάθαρτον φῦλον ἐκβαλοῦσιν ἐκ τῆς πόλεως εὐπρεπὲς ὄνομα τῷ πράγματι τιθέντες, ἀποικίαν. ταῦτα μὲν οὖν τῆς ὑποθέσεως ἀπαιτούσης ἀναγκαῖόν τε καὶ δίκαιον ἔδοξεν εἶναί μοι πρὸς τοὺς ἐπιτιμῶντας τοῖς Ῥωμαίων ἔθεσιν εἰπεῖν.
ὁ δὲ Τύλλιος οὐκ ἐν τούτοις μόνον τοῖς πολιτεύμασι δημοτικὸς ὢν ἐδήλωσεν, ἐν οἷς ἐδόκει τήν τε τῆς βουλῆς ἐξουσίαν καὶ τὴν τῶν πατρικίων δυναστείαν ἐλαττοῦν, ἀλλὰ καὶ ἐν οἷς τὴν βασιλικὴν ἀρχὴν ἐμείωσεν αὐτὸς ἑαυτοῦ τὴν ἡμίσειαν τῆς ἐξουσίας ἀφελόμενος.
τῶν γὰρ πρὸ αὐτοῦ βασιλέων ἁπάσας ἀξιούντων ἐφʼ ἑαυτοὺς ἄγειν τὰς δίκας καὶ πάντα τὰ ἐγκλήματα τά τʼ ἴδια καὶ τὰ κοινὰ πρὸς τὸν ἑαυτῶν τρόπον δικαζόντων ἐκεῖνος διελὼν ἀπὸ τῶν ἰδιωτικῶν τὰ δημόσια, τῶν μὲν εἰς τὸ κοινὸν φερόντων ἀδικημάτων αὐτὸς ἐποιεῖτο τὰς διαγνώσεις, τῶν δʼ ἰδιωτικῶν ἰδιώτας ἔταξεν εἶναι δικαστάς, ὅρους καὶ