Kitap 4
84.5
μετὰ τοῦτο παρελθὼν ὁ Βροῦτος ἀποδείκνυσι μεσοβασιλέα τὸν ἐπιμελησόμενον τῶν ἀρχαιρεσιῶν κατὰ τοὺς πατρίους νόμους Σπόριον Λουκρήτιον· κἀκεῖνος ἀπολύσας τὴν ἐκκλησίαν ἐκέλευσεν ἅπαντας ἥκειν εἰς τὸ πεδίον, ἔνθα σύνηθες αὐτοῖς ἦν ἀρχαιρεσιάζειν, ἔχοντας τὰ ὅπλα ἐν τάχει. ἀφικομένων δʼ αὐτῶν ἄνδρας αἱρεῖται δύο τοὺς πράξοντας ὅσα τοῖς βασιλεῦσιν ἐξῆν, Βροῦτόν τε καὶ Κολλατῖνον· καὶ ὁ δῆμος καλούμενος κατὰ λόχους ἐπεκύρωσε τοῖς ἀνδράσι τὴν ἀρχήν. καὶ τὰ μὲν κατὰ πόλιν ἐν τῷ τότε χρόνῳ πραχθέντα τοιαῦτʼ ἦν.
85.1
βασιλεὺς δὲ Ταρκύνιος ὡς ἤκουσε παρὰ τῶν ἀπὸ τῆς πόλεως ἀγγέλων, οἷς ἐξεγένετο πρώτοις πρὶν ἢ κλεισθῆναι τὰς πύλας διαδρᾶναι, τοσοῦτο μόνον ἀπαγγελλόντων, ὅτι κατέχει τὴν ἐκκλησίαν Βροῦτος δημαγωγῶν καὶ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν παρακαλῶν, οὐδενὶ τῶν ἄλλων φράσας ἠπείγετο τοὺς υἱοὺς ἀναλαβὼν καὶ τῶν ἑταίρων τοὺς πιστοτάτους, ἐλαύνων τοὺς ἵππους ἀπὸ ῥυτῆρος, ὡς φθάσων τὴν ἀπόστασιν. εὑρὼν δὲ κεκλεισμένας τὰς πύλας καὶ μεστὰς ὅπλων τὰς ἐπάλξεις ᾤχετο πάλιν ἐπὶ τὸ στρατόπεδον ὡς εἶχε τάχους οἰμώζων καὶ δεινοπαθῶν.
85.2
ἔτυχε δὲ καὶ τἀκεῖ πράγματα ἤδη διεφθαρμένα. οἱ γὰρ ὕπατοι ταχεῖαν αὐτοῦ τὴν παρουσίαν ἐπὶ τὴν πόλιν προορώμενοι πέμπουσι γράμματα καθʼ ἑτέρας ὁδοὺς πρὸς τοὺς ἐπὶ τοῦ στρατοπέδου παρακαλοῦντες αὐτοὺς ἀποστῆναι τοῦ τυράννου καὶ τὰ δόξαντα τοῖς ἐν ἄστει ποιοῦντες φανερά.