Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 4

84.2 ἐπεὶ δʼ ἐπαύσατο λέγων, ὥσπερ ἐξ ἑνὸς στόματος ἅπαντες τὴν αὐτὴν φωνὴν ἀνέκραγον ἄγειν σφᾶς ἐπὶ τὰ ὅπλα. καὶ ὁ Βροῦτος ἡσθείς, Ἐάν γε πρότερον, ἔφη, τὰ δόξαντα τῷ συνεδρίῳ μαθόντες ἐπικυρώσητε τὸ δοχθέν. δέδοκται γὰρ ἡμῖν φεύγειν Ταρκυνίους πόλιν τε τὴν Ῥωμαίων καὶ χώραν, ὅσης ἄρχουσι Ῥωμαῖοι, καὶ γένος τὸ ἐξ αὐτῶν ἅπαν· καὶ μηδενὶ ἐξεῖναι περὶ καθόδου Ταρκυνίων μήτε πράττειν μηδὲν μήτε λέγειν, ἐὰν δέ τις παρὰ ταῦτα ποιῶν εὑρίσκηται τεθνάναι.
84.3 ταύτην εἰ βουλομένοις ὑμῖν ἐστι τὴν γνώμην εἶναι κυρίαν, διαστάντες κατὰ τὰς φράτρας ψῆφον ἐπενέγκατε, καὶ τοῦθʼ ὑμῖν πρῶτον ἀρξάτω τὸ δικαίωμα τῆς ἐλευθερίας. ἐγίνετο ταῦτα· καὶ ἐπειδὴ πᾶσαι τὴν φυγὴν τῶν τυράννων αἱ φρᾶτραι κατεψηφίσαντο, παρελθὼν πάλιν ὁ Βροῦτος λέγει· ἐπειδὴ τὰ πρῶτα ἡμῖν κεκύρωται κατὰ τὸ δέον, ἀκούσατε καὶ τὰ λοιπὰ
84.4 ὅσα βεβουλεύμεθα περὶ τῆς πολιτείας. ἡμῖν σκοπουμένοις, τίς ἀρχὴ γενήσεται τῶν κοινῶν κυρία, βασιλείαν μὲν οὐκέτι καταστήσασθαι δοκεῖ, ἄρχοντας δὲ δύο καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι βασιλικὴν ἕξοντας ἐξουσίαν, οὓς ἂν ὑμεῖς ἐν ἀρχαιρεσίαις ἀποδείξητε ψῆφον ἐπιφέροντες κατὰ λόχους. εἰ δὴ καὶ ταῦτα βουλομένοις ἐστὶν ὑμῖν, ἐπιψηφίσατε. ἐπῄνει καὶ ταύτην τὴν γνώμην ὁ δῆμος, καὶ ψῆφος οὐδεμία ἐγένετο ἐναντία.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi