Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 4

82.3 ὦ θαυμαστὴ σὺ καὶ πολλῶν ἐπαίνων ἀξία τῆς εὐγενοῦς προαιρέσεως, οἴχῃ καὶ ἀπόλωλας οὐχ ὑπομείνασα τυραννικὴν ὕβριν, ἁπάσας ὑπεριδοῦσα τὰς ἐν τῷ ζῆν ἡδονάς, ἵνα σοι μηδὲν ἔτι τοιοῦτον συμβῇ παθεῖν. ἔπειτα σὺ μέν, ὦ Λουκρητία, γυναικείας τυχοῦσα φύσεως ἀνδρὸς εὐγενοῦς φρόνημα ἔσχες, ἡμεῖς δʼ ἄνδρες γενόμενοι γυναικῶν χείρους ἀρετῇ γενησόμεθα; καὶ σοὶ μέν, ὅτι μίαν ἐτυραννήθης νύκτα τὴν ἀμίαντον ἀφαιρεθεῖσʼ αἰδῶ μετὰ βίας, ἡδίων καὶ μακαριώτερος ἔδοξεν ὁ θάνατος εἶναι τοῦ βίου, ἡμῖν δʼ ἆρʼ οὐ παραστήσεται τὸ αὐτὸ τοῦτο ὑπολαβεῖν, ὧν Ταρκύνιος οὐ μίαν ἡμέραν, ἀλλὰ πέμπτον καὶ εἰκοστὸν ἔτος ἤδη τυραννῶν, πάσας ἀφῄρηται τὰς ἐν τῷ ζῆν ἡδονὰς ἐλευθερίαν ἀφελόμενος;
82.4 οὐκ ἔστιν ἡμῖν, ὦ δημόται, βιωτὸν ἐν τοιούτοις καλινδουμένοις κακοῖς, ἐκείνων τῶν ἀνδρῶν οὖσιν ἀπογόνοις, οἳ τὰ δίκαια τάττειν ἠξίουν τοῖς ἄλλοις καὶ πολλοὺς ὑπὲρ ἀρχῆς καὶ δόξης ἤραντο κινδύνους· ἀλλὰ δυεῖν θάτερον ἅπασιν αἱρετέον, ἢ βίον ἐλεύθερον, ἢ θάνατον ἔνδοξον.
82.5 ἥκει δὲ καιρός, οἷον εὐχόμεθα, μεθεστηκότος μὲν ἐκ τῆς πόλεως Ταρκυνίου, ἡγουμένων δὲ τῆς ἐπιχειρήσεως τῶν πατρικίων, οὐδενὸς δʼ ἡμῖν ἐλλείψοντος, ἐὰν ἐκ προθυμίας χωρήσωμεν ἐπὶ τὰ ἔργα, οὐ σωμάτων, οὐ χρημάτων, οὐχ ὅπλων, οὐ στρατηγῶν, οὐ τῆς ἄλλης τῆς εἰς τὰ πολέμια παρασκευῆς· μεστὴ γὰρ ἁπάντων ἡ πόλις, αἰσχρόν τε Οὐολούσκων καὶ Σαβίνων καὶ μυρίων ἄλλων ἄρχειν ἀξιοῦν, αὐτοὺς δὲ δουλεύοντας ἑτέροις ὑπομένειν, καὶ περὶ μὲν τῆς Ταρκυνίου πλεονεξίας πολλοὺς ἀναιρεῖσθαι πολέμους, περὶ δὲ τῆς ἑαυτῶν ἐλευθερίας μηδένα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi