Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 4

74.2 ἔτι πρὸς τούτοις, ὃ πάντων οἴομαι τῶν εἰρημένων χρησιμώτατον ἔσεσθαι καὶ τοῦ μὴ πολλὰ ἐξαμαρτάνειν τοὺς παραληψομένους τὴν ἀρχὴν αἰτιώτατον, μὴ διὰ βίου τοὺς αὐτοὺς ἐᾶν ἄρχειν· χαλεπὴ γὰρ ἅπασιν ἀόριστος ἀρχὴ καὶ μηδεμίαν ἐξέτασιν διδοῦσα τῶν πραττομένων, ἐξ ἧς φύεται τυραννίς· ἀλλʼ εἰς ἐνιαύσιον χρόνον, ὡς παρʼ Ἀθηναίοις γίνεται, τὸ κράτος τῆς ἀρχῆς συνάγειν.
74.3 τὸ γὰρ ἐν μέρει τὸν αὐτὸν ἄρχειν τε καὶ ἄρχεσθαι καὶ πρὸ τοῦ διαφθαρῆναι τὴν διάνοιαν ἀφίστασθαι τῆς ἐξουσίας συστέλλει τὰς αὐθάδεις φύσεις καὶ οὐκ ἐᾷ μεθύσκεσθαι ταῖς ἐξουσίαις τὰ ἤθη. ταῦθʼ ἡμῖν καταστησαμένοις ὑπάρξει τὰ μὲν ἀγαθὰ καρποῦσθαι τῆς βασιλικῆς πολιτείας, τῶν δὲ παρακολουθούντων αὐτῇ κακῶν ἀπηλλάχθαι.
74.4 ἵνα δὲ καὶ τοὔνομα τῆς βασιλικῆς ἐξουσίας πάτριον ὑπάρχον ἡμῖν καὶ σὺν οἰωνοῖς αἰσίοις θεῶν ἐπικυρωσάντων παρεληλυθὸς εἰς τὴν πόλιν αὐτῆς ἕνεκα τῆς ὁσίας φυλάττηται, ἱερῶν ἀποδεικνύσθω τις ἀεὶ βασιλεύς, ὁ τὴν τιμὴν ταύτην ἕξων διὰ βίου, πάσης ἀπολελυμένος πολεμικῆς καὶ πολιτικῆς ἀσχολίας, ἓν τοῦτο μόνον ἔχων ἔργον ὥσπερ ὁ βασιλεύς, τὴν ἡγεμονίαν τῶν θυηπολιῶν, ἄλλο δʼ οὐδέν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi