Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 4

70.1 τότε δʼ ὡς ἤκουσε τοῦ Οὐαλερίου τὰ συμβάντα τῇ Λουκρητίᾳ καὶ τὴν ἀναίρεσιν αὐτῆς διηγουμένου τὰς χεῖρας ἀνατείνας εἰς τὸν οὐρανὸν εἶπεν· ὦ Ζεῦ καὶ θεοὶ πάντες, ὅσοι τὸν ἀνθρώπινον ἐπισκοπεῖτε βίον, ἆρά γʼ ὁ καιρὸς ἐκεῖνος ἥκει νῦν, ὃν ἐγὼ περιμένων ταύτην τοῦ βίου τὴν προσποίησιν ἐφύλαττον; ἆρα πέπρωται Ῥωμαίοις ὑπʼ ἐμοῦ καὶ διʼ ἐμὲ τῆς ἀφορήτου τυραννίδος ἀπαλλαγῆναι;
70.2 ταῦτʼ εἰπὼν ἐχώρει κατὰ σπουδὴν ἐπὶ τὴν οἰκίαν ἅμα τῷ Κολλατίνῳ τε καὶ Οὐαλερίῳ. ὡς δʼ εἰσῆλθεν ὁ μὲν Κολλατῖνος ἰδὼν τὴν Λουκρητίαν ἐν τῷ μέσῳ κειμένην καὶ τὸν πατέρα περικείμενον αὐτῇ μέγα ἀνοιμώξας καὶ περιλαβὼν τὴν νεκρὰν κατεφίλει καὶ ἀνεκαλεῖτο καὶ διελέγετο πρὸς αὐτὴν ὥσπερ ζῶσαν ἔξω τοῦ φρονεῖν γεγονὼς ὑπὸ
70.3 τοῦ κακοῦ. πολλὰ δʼ αὐτοῦ κατολοφυρομένου καὶ τοῦ πατρὸς ἐν μέρει καὶ τῆς οἰκίας ὅλης κλαυθμῷ καὶ θρήνοις κατεχομένης βλέψας εἰς αὐτοὺς ὁ Βροῦτος λέγει· μυρίους ἕξετε καιρούς, ὦ Λουκρήτιε καὶ Κολλατῖνε καὶ πάντες ὑμεῖς οἱ τῇ γυναικὶ προσήκοντες, ἐν οἷς αὐτὴν κλαύσετε, νυνὶ δʼ ὡς τιμωρήσομεν αὐτῇ,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi