Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

 
συνῆκτο δὲ καὶ τοῖς Σαβίνοις ἤδη τὸ στράτευμα, καὶ ἐπειδὴ πλησίον ἀλλήλων ἐγένοντο περὶ τὴν καλουμένην ὕλην κακοῦργον ὀλίγον τὸ μεταξὺ χωρίον ἀφέντες κατεστρατοπεδεύσαντο. τῇ δʼ ἑξῆς ἡμέρᾳ συμπεσόντες ἐμάχοντο καὶ ἦσαν ἰσόρροποι μέχρι πολλοῦ· ἤδη δὲ περὶ δείλην ὀψίαν ἐγκλίνουσιν οἱ Σαβῖνοι βιασθέντες ὑπὸ τοῦ Ῥωμαίων ἱππικοῦ καὶ πολὺς αὐτῶν γίνεται φόνος ἐν τῇ φυγῇ, Ῥωμαῖοι δὲ νεκρούς τε τῶν πολεμίων σκυλεύσαντες καὶ χρήματα ὅσα ἦν ἐν τῷ χάρακι διαρπάσαντες τῆς τε χώρας τὴν κρατίστην λεηλατήσαντες ἀπῄεσαν ἐπʼ οἴκου. τοῦτο τὸ τέλος ἔλαβεν ὁ συμβὰς Ῥωμαίοις πρὸς Σαβίνους πόλεμος ἐπὶ τῆς Τύλλου ἀρχῆς.
 
αἱ δὲ τῶν Λατίνων πόλεις Ῥωμαίοις ἐγένοντο διάφοροι τότε πρῶτον, οὐκ ἀξιοῦσαι κατεσκαμμένης τῆς Ἀλβανῶν πόλεως τοῖς ἀνῃρηκόσιν αὐτὴν Ῥωμαίοις τὴν ἡγεμονίαν παραδιδόναι. ἐτῶν γὰρ διαγενομένων πεντεκαίδεκα μετὰ τὸν ἀφανισμὸν τῆς Ἄλβας πρεσβείας ἀποστείλας ὁ τῶν Ῥωμαίων βασιλεὺς εἰς τὰς ἀποίκους τε καὶ ὑπηκόους αὐτῆς τριάκοντα πόλεις ἠξίου πείθεσθαι τοῖς ὑπὸ Ῥωμαίων ἐπιταττομένοις, ὡς παρειληφότων αὐτῶν ἅμα τοῖς ἄλλοις οἷ εἶχον Ἀλβανοὶ καὶ τὴν ἡγεμονίαν τοῦ Λατίνων ἔθνους, δύο μὲν ἀποφαίνων τρόπους κτήσεων, καθʼ οὓς ἄνθρωποι γίνονται τῶν ἀλλοτρίων κύριοι, τόν τε ἀναγκαῖον καὶ τὸν ἑκούσιον, Ῥωμαίους δὲ λέγων καθʼ ἑκάτερον τὸν τρόπον παρειληφέναι τὴν ἡγεμονίαν ὧν εἶχον Ἀλβανοὶ πόλεων.
 
πολεμίων τε γὰρ αὐτῶν σφισι γενομένων τοῖς ὅπλοις κεκρατηκέναι καὶ τὴν πόλιν τὴν ἑαυτῶν ἀπολωλεκόσι τῆς ἰδίας αὐτοῖς μεταδεδωκέναι· ὥστε καὶ ἄκουσιν Ἀλβανοῖς καὶ ἑκοῦσι προσήκειν ἐξεστάναι Ῥωμαίοις τῆς τῶν ὑπηκόων ἀρχῆς.
 
αἱ δὲ τῶν Λατίνων πόλεις ἰδίᾳ μὲν οὐδὲν ἀπεκρίναντο πρὸς τοὺς πρέσβεις, κοινῇ δὲ τοῦ ἔθνους ἀγορὰν ἐν Φερεντίνῳ ποιησάμενοι ψηφίζονται μὴ παραχωρεῖν Ῥωμαίοις τῆς ἀρχῆς καὶ αὐτίκα αἱροῦνται δύο στρατηγοὺς αὐτοκράτορας εἰρήνης τε καὶ πολέμου, Ἄγκον Πουπλίκιον ἐκ πόλεως Κόρας καὶ Σπούσιον Οὐεκίλιον ἐκ Λαουϊνίου.
 
διὰ ταύτας μὲν δὴ τὰς αἰτίας συνέστη Ῥωμαίοις ὁ πρὸς τοὺς ὁμοεθνεῖς πόλεμος, προὔβη δὲ ἄχρι πενταετοῦς χρόνου πολιτικός τις γενόμενος καὶ ἀρχαϊκός. οὔτε γὰρ ἐκ παρατάξεως ὅλοις τοῖς στρατεύμασι πρὸς ὅλα συμβάλλουσι μεγάλη συμφορὰ καὶ φθόρος ὁλοσχερὴς συνέβη οὔτε πόλις αὐτῶν οὐδεμία πολέμῳ κρατηθεῖσα κατασκαφῆς ἢ ἀνδραποδισμοῦ ἢ ἄλλης τινὸς ἀνηκέστου συμφορᾶς ἐπειράθη· ἀλλʼ ἐμβαλόντες εἰς τὴν ἀλλήλων γῆν ὑπὸ τὴν ἀκμὴν τοῦ σίτου καὶ προνομεύσαντες ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις διαμειβόμενοι τοὺς αἰχμαλώτους.
 
μίαν δὲ πόλιν ἐκ τοῦ Λατίνων ἔθνους Μεδυλλίαν παλαίτερον ἔτι Ῥωμαίων ἀποικίαν γενομένην ἐπὶ τῆς Ῥωμύλου ἀρχῆς, ὡς ἐν τῷ πρὸ τούτου δεδήλωκα λόγῳ, μεταθεμένην αὖθις ὡς τοὺς ὁμοεθνεῖς πολιορκίᾳ παραστησάμενος ὁ τῶν Ῥωμαίων βασιλεὺς ἔπεισε μηθὲν ἔτι νεωτερίζειν· ἄλλο δʼ οὐθὲν ὧν οἱ πόλεμοι φέρουσι δεινῶν οὐδετέροις ἐν τῷ τότε συνέβη χρόνῳ. τοιγάρτοι ῥᾴδιαί τε καὶ οὐδὲν ἔγκοτον ἔχουσαι προθυμηθέντων Ῥωμαίων αἱ διαλύσεις ἐπετελέσθησαν.
 
ταῦτα διαπραξάμενος ἐπὶ τῆς ἰδίας ἀρχῆς βασιλεὺς Τύλλος Ὁστίλιος, ἀνὴρ ἐν ὀλίγοις ἄξιος εὐλογεῖσθαι τῆς τε εὐτολμίας ἕνεκα τῆς πρὸς τὰ πολέμια καὶ τῆς φρονήσεως τῆς περὶ τὰ δεινά, ὑπὲρ ἄμφω δὲ ταῦτα, ὅτι οὐ ταχὺς ὢν εἰς πόλεμον ἰέναι βέβαιος ἦν καταστὰς εἰς αὐτὸν ἐν ἅπασι τῶν ἀντιπάλων προέχειν, ἔτη δὲ κατασχὼν τὴν ἀρχὴν δύο καὶ τριάκοντα τελευτᾷ τὸν βίον ἐμπρησθείσης τῆς οἰκίας, καὶ σὺν αὐτῷ γυνή τε ἀπόλλυται καὶ τέκνα καὶ ὁ ἄλλος οἰκετικὸς ἅπας ὄχλος καταληφθεὶς ὑπὸ τοῦ πυρός.
 
καταπρησθῆναι δὲ τὴν οἰκίαν οἱ μὲν ὑπὸ κεραυνοῦ λέγουσι μηνίσαντος τοῦ θεοῦ διʼ ὀλιγωρίαν ἱερῶν τινων ʽἐκλιπεῖν γὰρ ἐπὶ τῆς ἀρχῆς τῆς ἐκείνου πατρίους τινὰς θυσίας, ἑτέρας δʼ οὐχ ὑπαρχούσας ἐπιχωρίους Ῥωμαίοις παραγαγεῖνʼ, οἱ δὲ πλείους ἐξ ἀνθρωπίνης φασὶν ἐπιβουλῆς τὸ πάθος γενέσθαι ἀνατιθέντες τὸ ἔργον Μαρκίῳ τῷ μετʼ ἐκεῖνον ἄρξαντι τῆς πόλεως.
 
τοῦτον γὰρ ἐκ τῆς Νόμα Πομπιλίου θυγατρὸς γενόμενον ἄχθεσθαί τε, ὅτι ἐκ βασιλείου γένους πεφυκὼς αὐτὸς ἰδιώτης ἦν, καὶ γένος ἐπιτρεφόμενον ὁρῶντα τῷ Τύλλῳ παντὸς μάλιστα ὑποπτεύειν, εἴ τι πάθοι Τύλλος εἰς τοὺς ἐκείνου παῖδας ἥξειν τὴν ἀρχήν. ταῦτα δὴ διανοούμενον ἐκ πολλοῦ στήσασθαι κατὰ τοῦ βασιλέως ἐπιβουλὴν πολλοὺς ἔχοντα Ῥωμαίων τοὺς συγκατασκευάζοντας αὐτῷ τὴν δυναστείαν, φίλον δὲ ὄντα τοῦ Τύλλου καὶ ἐν τοῖς μάλιστα πιστευόμενον φυλάττειν ὅτε καιρὸς ἐπιτήδειος φανείη τῆς ἐπιθέσεως.
 
μέλλοντος δὲ τοῦ Τύλλου θυσίαν τινὰ κατʼ οἶκον ἐπιτελεῖν, ἣν αὐτοὺς μόνον ἐβούλετο τοὺς ἀναγκαίους εἰδέναι, καὶ κατὰ δαίμονα τῆς ἡμέρας ἐκείνης χειμερίου σφόδρα γενομένης κατά τε ὄμβρον καὶ ζάλην καὶ σκότος, ὥστʼ ἔρημον ἀπολειφθῆναι τὸν πρὸ τῆς οἰκίας τόπον τῶν φυλαττόντων, ἐπιτήδειον ὑπολαμβάνοντα τὸν καιρὸν ἅμα τοῖς ἑταίροις ἔχουσιν ὑπὸ ταῖς περιβολαῖς τὰ ξίφη παρελθεῖν εἴσω τῶν θυρῶν, ἀποκτείναντα δὲ τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τῶν ἄλλων ὅσοις ἐνέτυχεν ἐνεῖναι πῦρ εἰς τὴν οἰκίαν κατὰ πολλοὺς τόπους, ταῦτα δὲ πράξαντα τὸν ὑπὲρ τῆς κεραυνώσεως διασπεῖραι λόγον.
 
ἐγὼ δὲ τοῦτον μὲν οὐ δέχομαι τὸν λόγον οὔτʼ ἀληθῆ νομίζων οὔτε πιθανόν, τῷ δὲ προτέρῳ μᾶλλον προστιθέμενος κατὰ δαίμονα νομίζω τὸν ἄνδρα ταύτης τῆς τελευτῆς τυχεῖν. οὔτε γὰρ ἀπόρρητον φυλαχθῆναι τὴν πρᾶξιν ὑπὸ πολλῶν συσκευαζομένην. εἰκὸς ἦν, οὔτε τῷ συστήσαντι αὐτὴν βέβαιον ἦν ὅτι μετὰ τὴν Ὁστιλίου τελευτὴν ἐκεῖνον ἀποδείξουσι Ῥωμαῖοι βασιλέα τῆς πόλεως, οὔτʼ εἰ τὰ παρʼ ἀνθρώπων αὐτῷ πιστὰ καὶ βέβαια ἦν, τά γέ τοι παρὰ τῶν θεῶν ὅμοια ἔμελλε ταῖς ἀνθρωπίναις ἀγνοίαις ἔσεσθαι.
 
μετὰ γὰρ τὴν ὑπὸ τῶν φυλῶν γενησομένην ψηφηφορίαν τοὺς θεοὺς ἔδει τὴν βασιλείαν αὐτῷ διʼ οἰωνῶν αἰσίων ἐπιθεσπίσαι· ἄνδρα δὲ μιαρὸν καὶ τοσούτοις ᾑμαγμένον φόνοις ἀδίκοις τίς ἔμελλε θεῶν ἢ δαιμόνων παρήσειν βωμοῖς τε προσιόντα καὶ θυμάτων καταρχόμενον καὶ τὰς ἄλλας ἐπιτελοῦντα θεραπείας; ἐγὼ μὲν δὴ διὰ ταῦτα οὐκ εἰς ἀνθρωπίνην ἐπιβουλὴν ἀλλʼ εἰς θεοῦ βούλησιν τὸ ἔργον ἀναφέρω, κρινέτω δʼ ἕκαστος ὡς βούλεται.
 
μετὰ δὲ τὴν Ὁστιλίου Τύλλου τελευτὴν ἡ μεσοβασίλειος ὑπὸ τῆς βουλῆς ἀποδειχθεῖσα ἀρχὴ κατὰ τοὺς πατρίους ἐθισμοὺς αἱρεῖται βασιλέα τῆς πόλεως Μάρκιον ἐπίκλησιν Ἄγκον· ἐπικυρώσαντος δὲ τοῦ δήμου τὰ δόξαντα τῇ βουλῇ καὶ τῶν ἐκ τοῦ θεοῦ καλῶν γενομένων συντελέσας τὰ κατὰ νόμον ἅπαντα παραλαμβάνει τὴν ἀρχὴν ὁ Μάρκιος ἐνιαυτῷ δευτέρῳ τῆς τριακοστῆς καὶ πέμπτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Σφαῖρος ὁ Λακεδαιμόνιος, καθʼ ὃν χρόνον Ἀθήνησι τὴν ἐνιαύσιον ἀρχὴν εἶχε Δαμασίας.
 
οὗτος ὁ βασιλεὺς πολλὰς τῶν ἱερουργιῶν ἀμελουμένας καταμαθών, ἃς ὁ μητροπάτωρ αὐτοῦ Πομπίλιος Νόμας κατεστήσατο, πολεμιστάς τε καὶ πλεονέκτας τοὺς πλείστους Ῥωμαίων γεγονότας ὁρῶν καὶ οὐκέτι τὴν γῆν ὡς πρότερον ἐργαζομένους, συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τά τε θεῖα σέβειν αὐτοὺς ἠξίου πάλιν, ὥσπερ ἐπὶ Νόμα διετέλουν σέβοντες, διεξιὼν ὅτι παρὰ τὴν τῶν θεῶν ὀλιγωρίαν νόσοι τε λοιμικαὶ πολλαὶ κατέσκηψαν εἰς τὴν πόλιν, ὑφʼ ὧν ἐφθάρη μοῖρα τοῦ πλήθους οὐκ ὀλίγη, καὶ βασιλεὺς Ὁστίλιος ὁ μὴ ποιούμενος αὐτῶν ὴν ἔδει φυλακὴν κάμνων ἐπὶ πολλοὺς χρόνους τὸ σῶμα πάθεσι παντοδαποῖς καὶ οὐδὲ τῆς γνώμης ἔτι τῆς αὑτοῦ καρτερὸς διαμένων, ἀλλὰ συνδιαφθαρεὶς τῷ σώματι τὰς φρένας, οἰκτρᾶς καταστροφῆς ἔτυχεν αὐτός τε καὶ γένος τὸ ἐξ αὐτοῦ·
 
πολιτείας τε ἀγωγὴν τὴν ὑπὸ Νόμα κατασταθεῖσαν Ῥωμαίοις ἐπαινῶν ὡς καλὴν καὶ σώφρονα καὶ ἀπὸ τῶν δικαιοτάτων ἔργων τὰς καθʼ ἡμέραν ἑκάστῳ παρέχουσαν εὐπορίας, ἀνανεώσασθαι πάλιν αὐτὴν παρεκάλει γεωργίαις τε καὶ κτηνοτροφίαις καὶ ταῖς ἄλλαις ἐργασίαις, ὅσαις μηθὲν ἀδίκημα προσῆν, ἁρπαγῆς δὲ καὶ βίας καὶ τῶν ἐκ τοῦ πολέμου γινομένων ὠφελειῶν ὑπεριδεῖν.
 
ταῦτα καὶ τὰ τούτοις ὅμοια διαλεγόμενος καὶ εἰς πολλὴν ἐπιθυμίαν καθιστὰς ἅπαντας ἡσυχίας ἀπολέμου καὶ φιλεργίας σώφρονος καὶ μετὰ τοῦτο συγκαλέσας τοὺς ἱεροφάντας καὶ τὰς περὶ τῶν ἱερῶν συγγραφάς, ἃς Πομπίλιος συνεστήσατο, παρʼ αὐτῶν λαβὼν ἀνέγραψεν εἰς δέλτους καὶ προὔθηκεν ἐν ἀγορᾷ πᾶσι τοῖς βουλομένοις σκοπεῖν, ἃς ἀφανισθῆναι συνέβη τῷ χρόνῳ· χαλκαῖ γὰρ οὔπω στῆλαι τότε ἦσαν, ἀλλʼ ἐν δρυΐναις ἐχαράττοντο σανίσιν οἵ τε νόμοι καὶ αἱ περὶ τῶν ἱερῶν διαγραφαί· μετὰ δὲ τὴν ἐκβολὴν τῶν βασιλέων εἰς ἀναγραφὴν δημοσίαν αὖθις ἤχθησαν ὑπʼ ἀνδρὸς ἱεροφάντου Γαίου Παπιρίου, τὴν ἁπάντων τῶν ἱερέων ἡγεμονίαν ἔχοντος.
 
ἀνακτησάμενος δὲ τὰ κατερρᾳθυμημένα τῶν ἱερῶν καὶ τὸν ἀργὸν ὄχλον ἐπὶ τὰς ἰδίας ἐργασίας ἀποστείλας ἐπῄνει μὲν τοὺς ἐπιμελεῖς γεωργούς, ἐμέμφετο δὲ τοὺς κακῶς προισταμένους τῶν ἰδίων κτημάτων, ὡς οὐ βεβαίους πολίτας.
 
ταῦτα καθιστάμενος τὰ πολιτεύματα καὶ διὰ παντὸς μάλιστα ἐλπίσας ἄνευ πολέμου καὶ κακῶν ἅπαντα τὸν βίον διατελέσειν, ὥσπερ ὁ μητροπάτωρ, οὐκ ἔσχεν ὁμοίαν τῇ προαιρέσει τὴν τύχην, ἀλλὰ παρὰ τὴν ἑαυτοῦ γνώμην πολεμιστὴς ἠναγκάσθη γενέσθαι καὶ μηδένα χρόνον ἄνευ κινδύνου καὶ ταραχῆς βιῶσαι.
 
εὐθὺς γὰρ ἅμα τῷ παρελθεῖν αὐτὸν ἐπὶ τὴν ἡγεμονίαν καὶ τὴν ἀπράγμονα καθίστασθαι πολιτείαν καταφρονήσαντες αὐτοῦ Λατῖνοι καὶ νομίσαντες διʼ ἀνανδρίαν οὐχ ἱκανὸν εἶναι πολέμους στρατηγεῖν, λῃστήρια διέπεμπον εἰς τὴν ὁμοροῦσαν αὐτοῖς ἕκαστοι χώραν, ὑφʼ ὧν πολλοὶ Ῥωμαίων ἐβλάπτοντο.
 
ἀφικομένων δὲ παρὰ τοῦ βασιλέως πρεσβευτῶν καὶ τὰ δίκαια Ῥωμαίοις ἀξιούντων ὑπέχειν κατὰ τὰς συνθήκας, οὔτε γινώσκειν ἐσκήπτοντο τῶν περὶ τὰ λῃστήρια κατηγορουμένων οὐδὲν ὡς οὐ μετὰ κοινῆς γνώμης γεγονότων οὔτε ὑπόδικοι γενέσθαι Ῥωμαίοις περὶ οὐθενὸς πράγματος· οὐδὲ γὰρ πρὸς ἐκείνους ποιήσασθαι τὰς συνθήκας, ἀλλὰ πρὸς Τύλλον, τελευτήσαντος δὲ τοῦ Τύλλου λελύσθαι σφίσι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας.
 
ἀναγκασθεὶς δὴ διὰ ταύτας τὰς αἰτίας καὶ ἀποκρίσεις τῶν Λατίνων ὁ Μάρκιος ἐξάγει στρατιὰν ἐπʼ αὐτοὺς καὶ προσκαθεζόμενος τῇ πόλει αὐτῶν Πολιτωρίῳ, πρὶν ἐπικουρίαν τινὰ τοῖς πολιορκουμένοις ἐκ τῶν ἄλλων ἀφικέσθαι Λατίνων, παραλαμβάνει τὴν πόλιν καθʼ ὁμολογίας· οὐ μέντοι διέθηκε τοὺς ἀνθρώπους δεινὸν οὐθέν, ἀλλʼ ἔχοντας τὰ σφέτερα πανδημεὶ μετήγαγεν εἰς Ῥώμην καὶ κατένειμεν εἰς φυλάς.
 
τῷ δʼ ἑξῆς ἐνιαυτῷ Λατίνων εἰς ἔρημον τὸ Πολιτώριον ἐποίκους ἀποστειλάντων καὶ τὴν τῶν Πολιτωρίνων χώραν ἐπεργαζομένων ἀναλαβὼν τὴν δύναμιν ὁ Μάρκιος ἦγεν ἐπʼ αὐτούς. προελθόντων δὲ τοῦ τείχους τῶν Λατίνων καὶ παραταξαμένων νικήσας αὐτοὺς παραλαμβάνει τὴν πόλιν τὸ δεύτερον. ἐμπρήσας δὲ τὰς οἰκίας καὶ τὸ τεῖχος κατασκάψας, ἵνα μηθὲν αὖθις ὁρμητήριον ἔχοιεν οἱ πολέμιοι μηδʼ ἐργάζοιντο τὴν γῆν, ἀπῆγε τὴν στρατιάν.
 
τῷ δʼ ἑξῆς ἔτει Λατῖνοι μὲν ἐπὶ Μεδυλλίαν πόλιν στρατεύσαντες, ἐν ᾗ Ῥωμαίων ἦσαν ἄποικοι, προσκαθεζόμενοι τῷ τείχει καὶ πανταχόθεν ποιησάμενοι τὰς προσβολὰς αἱροῦσιν αὐτὴν κατὰ κράτος. Μάρκιος δὲ Τελλήνας πόλιν τῶν Λατίνων ἐπιφανῆ κατὰ τὸν αὐτὸν αἱρεῖ χρόνον ἐκ παρατάξεώς τε νικήσας καὶ διὰ τειχομαχίας παραστησάμενος, τούς τε ἁλόντας οὐδὲν ὧν εἶχον ἀφελόμενος εἰς Ῥώμην μητήγαγε καὶ τῆς πόλεως εἰς κατασκευὴν οἰκιῶν τόπον ἀπεμέρισε·
 
Μεδυλλίαν τε τριετῆ χρόνον ὑπὸ τοῖς Λατίνοις γενομένην τῷ τετάρτῳ κομίζεται πάλιν ἐνιαυτῷ πολλαῖς καὶ μεγάλαις παραστησάμενος μάχαις. καὶ μετʼ οὐ πολὺ τὴν Φικαναίων αἱρεῖ πόλιν, ἣν τρίτῳ πρότερον ἐνιαυτῷ λαβὼν καθʼ ὁμολογίας καὶ τοὺς ἐξ αὐτῆς ἅπαντας εἰς Ῥώμην μεταγαγών, ἄλλο δὲ τῆς πόλεως οὐδὲν κακώσας, ἐπιεικέστερον μᾶλλον ἢ φρονιμώτερον ἔδοξε βουλεύεσθαι.
 
ἀποίκους γὰρ ἀποστείλαντες εἰς αὐτὴν οἱ Λατῖνοι καὶ τὴν χώραν αὐτῶν διακατέχοντες αὐτοὶ τὴν τῶν Φικαναίων ἐκαρποῦντο, ὥστε ἠναγκάσθη πάλιν ὁ Μάρκιος τὸ δεύτερον ἐπὶ τὴν πόλιν στρατεῦσαι καὶ μετὰ πολλῆς πραγματείας κύριος αὐτῆς καταστὰς ἐμπρῆσαί τε τὰς οἰκίας καὶ τὰ τείχη κατασκάψαι.
 
μετὰ τοῦτο γίνονται Λατίνων τε καὶ Ῥωμαίων μεγάλαις δυνάμεσι παραταξαμένων μάχαι διτταί. τῇ μὲν οὖν προτέρᾳ μέχρι πολλοῦ διαγωνισάμενοι καὶ δόξαντες ἰσόρροποι γεγονέναι διεκρίθησαν καὶ ἐπὶ τοὺς ἰδίους ἑκάτεροι χάρακας ἀπηλλάγησαν, τῇ δʼ ὑστέρᾳ Ῥωμαῖοι νικῶσι τοὺς Λατίνους καὶ μέχρι
 
στρατοπέδου διώκουσι. μετὰ δὲ τὰς μάχας ταύτας ἀγὼν μὲν ἐκ παρατάξεως οὐδεὶς αὐτοῖς ἔτι πρὸς ἀλλήλους συνέστη, καταδρομαὶ δὲ τῆς ὁμόρου χώρας ὑπʼ ἀμφοτέρων ἐγίνοντο συνεχεῖς καὶ συμπλοκαὶ τῶν περιπόλων τῆς γῆς ἱππέων τε καὶ ψιλῶν, ἐν αἷς ἐπεκράτουν ὡς τὰ πολλὰ Ῥωμαῖοι δύναμιν ὕπαιθρον ἔχοντες ἐν τοῖς ἐπικαίροις φρουρίοις ὑποκαθημένην,
 
ἧς ὁ Τυρρηνὸς Ταρκύνιος ἡγεῖτο. ἀπέστησαν δὲ καὶ Φιδηναῖοι Ῥωμαίων κατὰ τοὺς αὐτοὺς χρόνους οὐκ ἐκ τοῦ φανεροῦ τὸν πόλεμον ἀναδείξαντες, ἀλλὰ κατʼ ὀλίγους καὶ κρύφα τὴν χώραν αὐτῶν καταδρομαῖς κακουργοῦντες· ἐφʼ οὓς ὁ Μάρκιος εὐζώνῳ στρατιᾷ ἐλάσας, πρὶν ἢ παρασκευάσασθαι τοὺς Φιδηναίους τὰ πρὸς τὸν πόλεμον, ἐγγὺς τῆς πόλεως τίθεται τὸν χάρακα.
 
οἱ δὲ κατʼ ἀρχὰς μὲν ἀγνοεῖν ἐσκήπτοντο ἀντὶ ποίων ἀδικημάτων στρατὸς ἐπʼ αὐτοὺς Ῥωμαίων ἀφῖκται, τοῦ δὲ βασιλέως εἰπόντος ὅτι δίκας παρʼ αὐτῶν ἥκει ληψόμενος ὧν διήρπασάν τε καὶ κατέβλαψαν αὐτοῦ τὴν γῆν, ἀπελογοῦντο προς ταῦτα ὡς οὐ τὸ κοινὸν αἴτιον εἴη τῶν ἀδικημάτων, καὶ χρόνον ᾐτοῦντο εἰς διάγνωσίν τε καὶ ζήτησιν τῶν ἐνόχων ταῖς αἰτίαις καὶ πολλὰς κατέτριψαν ἡμέρας πράττοντες μὲν οὐδὲν τῶν δεόντων, ἐπικαλούμενοι δὲ κρύφα τοὺς συμμάχους καὶ περὶ κατασκευὴν ὅπλων γινόμενοι.
 
μαθὼν δὲ τὴν διάνοιαν αὐτῶν ὁ Μάρκιος ὑπονόμους ὤρυττεν ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἀρξάμενος ὑπὸ τὰ τείχη τῆς πόλεως, καὶ ἐπειδὴ τέλος εἶχεν ἤδη τὸ ἔργον, ἀναστήσας τὸν στρατὸν ἦγεν ἐπὶ τὴν πόλιν, μηχανάς τε πολλὰς καὶ κλίμακας καὶ τἆλλα πρὸς τειχομαχίαν κατεσκευασμένα ἐπαγόμενος, οὐ καθʼ ὃν αἱ διώρυγες ἐγίνοντο τοῦ τείχους τόπον, ἀλλὰ
 
καθʼ ἕτερον. τῶν δὲ Φιδηναίων ἐπὶ τὰ πολιορκούμενα μέρη τῆς πόλεως συνδραμόντων ἀθρόων καὶ τὰς προσβολὰς γενναίως ἀποτριβομένων ἀναστομώσαντες τὰ πέρατα τῶν ὑπονόμων οἱ ταχθέντες ἐπὶ τούτῳ Ῥωμαῖοι ἐντὸς ἐγεγόνεσαν τοῦ περιβόλου καὶ τοὺς ὁμόσε χωροῦντας διαφθείραντες ἀνοίγουσι τοῖς πολιορκοῦσι τὰς πύλας.
 
πολλῶν δʼ ἐν τῇ καταλήψει τῆς πόλεως ἀπολλυμένων τοὺς λοιποὺς τῶν Φιδηναίων ὅπλα τε παραδοῦναι κελεύσας ὁ Μάρκιος καὶ εἰς ἕνα τόπον τῆς πόλεως ἅπαντας προκηρύξας συνελθεῖν, ὀλίγους ἐξ αὐτῶν τοὺς αἰτίους τῆς ἀποστάσεως μάστιξιν αἰκισάμενος ἀπέκτεινεν, οἰκίας δʼ ἁπάντων διαρπάσαι τοῖς στρατιώταις ἐπιτρέψας καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἀξιόχρεων ἀπῆγε τὴν δύναμιν ἐπὶ Σαβίνους.
 
οὐδὲ γὰρ ἐκεῖνοι διέμειναν ἐν ταῖς ὁμολογίαις, αἷς ἐποιήσαντο περὶ τῆς εἰρήνης πρὸς βασιλέα Τύλλον, ἀλλʼ ἐμβαλόντες εἰς τὴν Ῥωμαίων γῆν ἐδῄουν αὖθις τὴν ὅμορον, μαθών τε ὁ Μάρκιος παρά τε κατασκόπων καὶ αὐτομόλων τον καιρὸν τῆς ἐπιχειρήσεως ἐσκεδασμένων τῶν Σαβίνων καὶ λεηλατούντων τοὺς ἀγροὺς αὐτὸς μὲν ἅμα τοῖς πεζοῖς ἐπὶ τὸν χάρακα τῶν πολεμίων ἀφικόμενος ὀλίγην ἔχοντα φυλακὴν καταλαμβάνει τὸ ἔρυμα ἐξ ἐφόδου, Ταρκύνιον δὲ τοὺς ἱππεῖς ἄγοντα ἐπὶ τοὺς ἐν προνομαῖς ἐσκεδασμένους ἐπείγεσθαι ἐκέλευε.
 
μαθόντες δὲ οἱ Σαβῖνοι τὴν ἵππον τῶν Ῥωμαίων ἐπὶ σφᾶς ἐλαύνουσαν ἀφέντες τὴν λείαν καὶ τὰς ἄλλας ὠφελείας, ὅσας ἔφερόν τε καὶ ἦγον, ἔφευγον ἐπὶ τὸν χάρακα· ὡς δὲ κἀκεῖνον ἔγνωσαν κατεχόμενον ὑπὸ τῶν πεζῶν, ἀποροῦντες ὅποι τράποιντο συνέτειναν εἰς ὕλας τε καὶ ὄρη. διωκόμενοι δὲ ὑπὸ τῶν ψιλῶν καὶ τῶν ἱππέων ὀλίγοι μέν τινες ἐσώθησαν, οἱ δὲ πλείους διεφθάρησαν. καὶ μετὰ τὴν συμφορὰν ταύτην πρεσβευσάμενοι πάλιν εἰς Ῥώμην εἰρήνης τυγχάνουσιν οἵας ἐβούλοντο. ἔτι γὰρ ὁ πρὸς τὰς Λατίνων πόλεις συνεστηκὼς τοῖς Ῥωμαίοις πόλεμος ἀναγκαίας ἐποίει τὰς πρὸς τοὺς ἄλλους ἐχθροὺς ἀνοχάς τε καὶ διαλύσεις.
 
τετάρτῳ δὲ μάλιστα μετὰ τόνδε τὸν πόλεμον ἐνιαυτῷ Μάρκιος ὁ τῶν Ῥωμαίων βασιλεὺς τήν τε πολιτικὴν δύναμιν ἄγων καὶ τὴν συμμαχικὴν μεταπεμψάμενος ὅσην ἐδύνατο πλείστην ἐστράτευσεν ἐπὶ Οὐιεντανοὺς καὶ πολλὴν τῆς χώρας αὐτῶν ἐδῄωσεν. ἐκεῖνοι δʼ ἤρξαντο ἐνιαυτῷ πρότερον εἰς τὴν Ῥωμαίων γῆν ἐμβαλόντες καὶ πολλὰς μὲν ἁρπαγὰς χρημάτων, πολὺν δὲ ἀνθρώπων ὄλεθρον ποιήσαντες·
 
στρατιᾶς δὲ πολλῆς παρὰ τῶν Οὐιεντανῶν ἐξελθούσης καὶ πέραν τοῦ Τεβέριος ποταμοῦ πρὸς τῇ Φιδηναίων πόλει χάρακα θεμένης ἀναλαβὼν τὴν δύναμιν ἦγεν ὡς εἶχε τάχους καὶ πρῶτον μὲν τῶν ἐπὶ τὴν χώραν ἐξόδων αὐτοὺς ἀπέκλεισεν ἱπποκρατῶν, ἔπειτʼ εἰς παράταξιν προελθεῖν ἀναγκάσας ἐνίκησε καὶ τοῦ χάρακος αὐτῶν ἐκράτησε. χωρήσαντος δὲ αὐτῷ καὶ τούτου κατὰ γνώμην τοῦ πολέμου τὴν ἐπινίκιον πομπὴν καὶ τὸν εἰωθότα θρίαμβον τοῖς θεοῖς κατήγαγεν εἰς τὴν πόλιν ἀφικόμενος.
 
δευτέρῳ δʼ ὕστερον ἔτει πάλιν τῶν Οὐιεντανῶν λυσάντων ἃς ἐποιήσαντο πρὸς αὐτὸν ἀνοχὰς καὶ τὰς ἁλὰς ἀξιούντων ἀπολαβεῖν, ὧν ἐπὶ Ῥωμύλου βασιλέως καθʼ ὁμολογίας ἀπέστησαν, ἑτέραν τίθεται πρὸς αὐτοὺς μάχην περὶ ταῖς ἁλαῖς μείζονα τῆς προτέρας, ἣν εὐπετῶς ἐνίκησε,
 
καὶ τὰς ἁλὰς ἐξ ἐκείνου κατεῖχεν ἀναμφιλόγως. τὰ δὲ ἀριστεῖα καὶ ἐκ ταύτης ἔλαβε τῆς μάχης ὁ τῶν ἱππέων ἡγεμὼν Ταρκύνιος, καὶ αὐτὸν ὁ Μάρκιος ἄνδρα πάντων κράτιστον ἡγησάμενος τά τε ἄλλα σεμνύνων διετέλει καὶ εἰς τὸν τῶν πατρικίων τε καὶ βουλευτῶν ἀριθμὸν κατέγραψεν.
 
ἐγένετο δὲ καὶ πρὸς τὸ τῶν Οὐολούσκων ἔθνος τῷ Μαρκίῳ πόλεμος λῃστηρίων κἀκεῖθεν ἐξιόντων ἐπὶ τοὺς τῶν Ῥωμαίων ἀγρούς· καὶ στρατεύσας ἐπʼ αὐτοὺς μεγάλῃ χειρὶ πολλὴν περιεβάλετο λείαν πόλει τε αὐτῶν Οὐελίτραις προσκαθεζόμενος ἀπετάφρευε καὶ περιεχαράκου καὶ τειχομαχίαν συνίστατο τῆς ὑπαίθρου κρατῶν. ἐξελθόντων δὲ σὺν ἱκετηρίαις τῶν πρεσβυτάτων καὶ τάς τε βλάβας διαλύσειν ὑποσχομένων, ὡς ἂν ὁ βασιλεὺς δικαιώσῃ, καὶ τοὺς ἐνόχους ταῖς αἰτίαις ἐπὶ δίκην παρέξειν ὁμολογούντων, ἀνοχὰς πρὸς αὐτοὺς ποιησάμενος καὶ τὰ δίκαια παρʼ ἑκόντων λαβὼν εἰρήνην καὶ φιλίαν συντίθεται.
 
ἐκ δὲ τοῦ Σαβίνων ἔθνους αὖθις ἕτεροί τινες τῆς Ῥωμαίων οὔπω πεπειραμένοι δυνάμεως, πόλιν οἰκοῦντες εὐδαίμονα καὶ μεγάλην, ἐγκαλεῖν μὲν αὐτοῖς οὐδὲν ἔχοντες, φθονεῖν δὲ ταῖς εὐτυχίαις ἀναγκαζόμενοι μείζοσιν ἢ κατὰ λόγον γινομέναις, ἄνθρωποι δεινοὶ τὰ πολέμια τὸ μὲν πρῶτον ἀπὸ λῃστηρίων καὶ καταδρομῆς ἀγρῶν ὀλίγοι συνελθόντες ἤρξαντο, ἔπειτα δελεαζόμενοι ταῖς ὠφελείαις φανερὰν ποιοῦνται στρατείαν ἐπʼ αὐτοὺς καὶ τῆς ὁμόρου πολλὴν λεηλατοῦντες ἐκάκωσαν ἰσχυρῶς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi