Kitap 3
3.1
ἀφικομένων δὲ τῶν πρεσβευτῶν εἰς Ῥώμην ὑποπτεύσας ὁ Τύλλος, ὅτι δίκας αἰτήσοντες ἥκοιεν, αὐτὸς τοῦτο ποιῆσαι πρότερος ἔγνω περιστῆσαι βουλόμενος εἰς ἐκείνους τὴν αἰτίαν τοῦ λύειν τὰ πρὸς τὴν ἀποικίαν συγκείμενα. συνθῆκαι γὰρ ἦσαν ταῖς πόλεσιν ἐπὶ Ῥωμύλου γενόμεναι τά τε ἄλλα ἔχουσαι δίκαια καὶ ἵνα μηδετέρα πολέμου ἄρχῃ· ἡ δʼ ἐγκαλοῦσα ὅ τι δή ποτε ἀδίκημα δίκας αἰτοῖ παρὰ τῆς ἀδικούσης, εἰ δὲ μὴ τυγχάνοι τότε τὸν ἐξ ἀνάγκης ἐπιφέροι πόλεμον, ὡς λελυμένων ἤδη τῶν σπονδῶν.
3.2
φυλαττόμενος δὲ τὸ μὴ προτέρους αἰτηθέντας δίκας Ῥωμαίους ἀντειπεῖν, ἔπειτα ὑπαιτίους Ἀλβανοῖς γενέσθαι, προσέταξε τοῖς ἐπιφανεστάτοις τῶν ἑαυτοῦ φίλων τοὺς Ἀλβανῶν πρέσβεις ξενίζειν ἁπάσῃ φιλοφροσύνῃ καὶ κατέχειν ἔνδον παρʼ ἑαυτοῖς· αὐτὸς δʼ ἐν ἀσχολίαις εἶναι τισὶν ἀναγκαίοις σκηψάμενος διεκρούσατο
3.3
τὴν πρόσοδον αὐτῶν. τῇ δʼ ἔγγιστα νυκτὶ Ῥωμαίων ἄνδρας ἐπιφανεῖς ἐντειλάμενος αὐτοῖς ἃ χρὴ πράττειν ἀπέστειλεν εἰς Ἄλβαν ἅμα τοῖς εἰρηνοδίκαις αἰτήσοντας ὑπὲρ ὧν ἠδίκηντο Ῥωμαῖοι δίκας παρʼ Ἀλβανῶν λαβεῖν, οἳ πρὶν ἥλιον ἀνίσχειν διανύσαντες τὴν ὁδὸν πληθυούσης τῆς ἑωθινῆς ἀγορᾶς ἐντυγχάνουσι τῷ Κλοιλίῳ κατʼ ἀγορὰν ὄντι καὶ διεξιόντες ὅσα ἠδίκηντο Ῥωμαῖοι πρὸς Ἀλβανῶν ἠξίουν πράττειν τὰ συγκείμενα ταῖς πόλεσιν.