Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

18.2 ἐπεὶ δὲ κατεστρατοπεδεύσαντο πλησίον ἀλλήλων μεταίχμιον ποιησάμενοι τὸν διείργοντα τὴν Ῥωμαίων ἀπὸ τῆς Ἀλβανῶν ὅρον, ἔνθα καὶ πρότερον εἶχον ἑκάτεροι τοὺς χάρακας, πρῶτον μὲν ἱερὰ θύσαντες ὤμοσαν ἐπὶ τῶν ἐμπύρων στέρξειν τὴν τύχην, ἣν ἂν ἐκ τῆς μάχης τῶν ἀνεψιῶν ἑκατέρα πόλις ἐξενέγκηται, καὶ φυλάξειν τὰς ὁμολογίας βεβαίους μηδένα προσάγοντες αὐταῖς δόλον αὐτοί τε καὶ γένος τὸ ἐξ αὐτῶν· ἐπεὶ δὲ τὰ πρὸς θεοὺς ὅσια διεπράξαντο, θέμενοι τὰ ὅπλα προῆγον ἐκ τοῦ χάρακος ἀμφότεροι θεαταὶ τῆς μάχης ἐσόμενοι τριῶν ἢ τεττάρων σταδίων τὸ μεταξὺ χωρίον τοῖς ἀγωνιζομένοις καταλιπόντες· καὶ μετʼ οὐ πολὺ παρῆν τούς τε Κορατίους ὁ τῶν Ἀλβανῶν στρατηγὸς ἄγων καὶ τοὺς Ὁρατίους ὁ τῶν Ῥωμαίων βασιλεὺς ὡπλισμένους τε κάλλιστα καὶ τὸν ἄλλον ἔχοντας κόσμον οἷον ἄνθρωποι λαμβάνουσιν ἐπὶ θανάτῳ.
18.3 γενόμενοι δὲ σύνεγγυς ἀλλήλων τὰ μὲν ξίφη τοῖς ὑπασπισταῖς παρέδωκαν, προσδραμόντες δὲ περιέβαλλον ἀλλήλοις κλαίοντες καὶ τοῖς ἡδίστοις ὀνόμασιν ἀνακαλοῦντες, ὥστε εἰς δάκρυα προπεσεῖν ἅπαντας καὶ πολλὴν ἀστοργίαν κατηγορεῖν σφῶν τε αὐτῶν καὶ τῶν ἡγεμόνων, ὅτι παρὸν ἄλλοις τισὶ σώμασι κρῖναι τὴν μάχην εἰς ἐμφύλιον αἷμα καὶ συγγενικὸν ἄγος τὸν ὑπὲρ τῶν πόλεων ἀγῶνα κατέκλεισαν. παυσάμενοι δὲ τῶν ἀσπασμῶν οἱ νεανίσκοι καὶ τὰ ξίφη παρὰ τῶν ὑπασπιστῶν λαβόντες ἀναχωρησάντων τῶν πέλας ἐτάξαντό τε καθʼ ἡλικίαν καὶ συνῄεσαν ὁμόσε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi