Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Kitap 3

9.2 πρότεροι δὲ πρεσβεύεσθαι περὶ διαλλαγῶν οὐκ ἠξιοῦμεν, ἐπείπερ οὐδʼ ἤρξαμεν αὐτοὶ πρότεροι τοῦ πολέμου, ἄρξαντας δὲ ἠμυνάμεθα. ἀποτιθεμένων δὲ ὑμῶν τὰ ὅπλα δεχόμεθα τὰς προκλήσεις ἄσμενοι καὶ περὶ διαλλαγῶν οὐδὲν ἀκριβολογούμεθα, ἀλλὰ τὰς κρατίστας τε καὶ μεγαλοψυχοτάτας δεχόμεθα πᾶν ἀδίκημα καὶ πᾶν ἁμάρτημα τῆς Ἀλβανῶν πόλεως ἀφιέντες, εἰ δὴ καὶ κοινὰ χρὴ καλεῖν πόλεως ἁμαρτήματα, ὧν ὁ στρατηγὸς ὑμῶν Κλοίλιος αἴτιος ἦν, ὃς ὑπὲρ ἀμφοτέρων ἡμῶν οὐ μεμπτὰς τέτικε δίκας τοῖς θεοῖς.
9.3 ἀφείσθω δὴ πᾶσα ἐγκλήματος ἰδίου τε καὶ κοινοῦ πρόφασις καὶ μηδενὸς ἔτι μνήμη τῶν παρεληλυθότων ἔστω κακῶν, ὡς καὶ σοί, ὦ Φουφέττιε, δοκεῖ· ἀλλʼ οὐκ ἀπόχρη τοῦτο μόνον ἡμᾶς σκοπεῖν, ὅπως ἂν τὴν παροῦσαν ἔχθραν διαλυσαίμεθα πρὸς ἀλλήλους, ἀλλʼ ὅπως μηδʼ αὖθίς ποτε πολεμήσομεν ἔτι δεῖ παρασκευάσασθαι· οὐ γὰρ ἀναβολὰς ποιησόμενοι τῶν κακῶν συνεληλύθαμεν, ἀλλʼ ἀπαλλαγάς. τίς οὖν ἡ βεβαία τοῦ πολέμου κατάλυσις ἔσται καὶ τί παρασχόντες εἰς τὰ πράγματα ἑκάτεροι νῦν τε καὶ εἰς τὸν ἀεὶ χρόνον ἐσόμεθα φίλοι, σὺ μὲν παρέλιπες, ὦ Φουφέττιε, ἐγὼ δʼ ἔτι καὶ τοῦτο προσθεῖναι πειράσομαι.
9.4 εἰ παύσαιντο μὲν Ἀλβανοὶ φθονοῦντες Ῥωμαίοις ἐφʼ οἷς ἔχουσιν ἀγαθοῖς, οὐκ ἄνευ μεγάλων κινδύνων καὶ πόνων πολλῶν αὐτὰ κτησάμενοι, ʽοὐθὲν γοῦν πεπονθότες ὑφʼ ἡμῶν οὔτε μεῖζον οὔτε ἔλαττον κακὸν διὰ τοῦτο μισεῖτε ἡμᾶς, ὅτι δοκοῦμεν ἄμεινον ὑμῶν πράττεινʼ παύσαιντο δὲ Ῥωμαῖοι δι’ ὑποψίας ἔχοντες Ἀλβανοὺς ὡς ἐπιβουλεύοντας ἀεί σφισι καὶ φυλαττόμενοι καθάπερ ἐχθρούς· οὐ γὰρ ἂν γένοιτο βεβαίως φίλος τῷ μισοῦντι οὐδείς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi